<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.20.1-1.20.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.20.1-1.20.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="20"><div type="textpart" subtype="section" n="1"><p>✶✶ ἐπεὶ οὖν ἐστιν ἡ ἀνδρεία περὶ θάρρη καὶ φόβους, <lb n="10"/> σκεπτέον ἂν εἴη περὶ ποίους φόβους καὶ θάρρη. ἦρʼ οὖν εἰ μέν τις φοβεῖται μὴ ἀποβάλλῃ τὴν οὐσίαν, οὗτος δειλός, εἰ δέ τις θαρρεῖ περὶ ταῦτα, ἀνδρεῖος; ἢ οὔ; ὁμοίως δʼ εἴ τις φοβεῖται νόσον ἢ θαρρεῖ, οὔτε δειλὸν φατέον εἶναι τὸν φοβούμενον οὔτʼ ἀνδρεῖον τὸν μὴ φοβούμενον. οὐκ ἄρα ἐν τοῖς <lb n="15"/> τοιούτοις φόβοις καὶ θάρρεσίν ἐστιν ἡ ἀνδρεία.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="merge"> ἀλλὰ μὴν οὐδʼ ἐν τοῖς τοιούτοις, οἷον εἰ μή τις φοβεῖσται βροντὰς ἢ ἀστραπὰς ἢ ἄλλο τι τῶν ὑπὲρ ἄνθρωπον φοβερῶν, οὐκ ἀνδρεῖος ἀλλὰ μαινόμενός τις. ἐν φόβοις ἄρα καὶ θάρρεσίν ἐστιν ὁ ἀνδρεῖος τοῖς κατʼ ἀνθρώπους· λέγω δὲ οἷον ἃ οἱ πολλοὶ <lb n="20"/> φοβοῦνται ἢ οἱ πάντες, ἐν τούτοις ὁ ὢν θαρραλέος, οὗτος ἀνδρεῖος.</p><note type="footnote">1190 b, 7 sq. Ε. Ε. 1228 a, 23—26. Ε. N. 1114 b, 26—29. 1115 a, 4 sq. || 9—1191 a, 36 ═ E. E. 1228 a, 26—1230 a, 36. Ε. N. 1115 a, 5—1117 b, 22.</note><pb n="29"/></div><div type="textpart" subtype="section" n="3"><p> τούτωρντοίνυν διωρισμένων σκεππτέον ἂνεἴη, ἐπειδὴ κατὰ πολλά εἰσιν οἱ ἀνδρεῖοι, ὁ ποῖος ἀνδρεῖος. ἔστιν γὰρ καὶ κατʼ ἐμπειρίαν τις ἀνδρεῖος, οἷον οἱ στρατιῶται. οὗτοι γὰρ σἴδσι διʼ ἐμπειρίαν ὅτι ἐν τοιούτῳ τόπῳ ἢ ἐν τοιούτῳ καιρῷ ἢ οὕτως ἔχοντι ἀδύνατόν τι παθεῖν. ὁ δὲ ταῦτα <lb n="25"/> εἰδὼς καὶ διὰ ταῦτα ὑπομένων τοὺς πολεμίους οὐκ ἀνδρεῖοςʼ ἐὰν γὰρ τούτων μηθὲν ὑπάρχῃ, οὐχ ὑπομένει.</p></div><div type="textpart" subtype="section" n="4"><p rend="merge">διὸ τοὺς διʼ ἐμπειρίαν οὐ φατέον ἀνδρείους. οὐδὲ Σωκράτης δὴ ὀρθῶς ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν. ἡ γὰρ ἐπιστήμη ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ <lb n="30"/> διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη.</p></div><div type="textpart" subtype="section" n="5"><p rend="merge">— πάλιν δʼ αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν. οὐδὲ δὴ οὐδὲ τούτους φατέον ἀνδρείους.</p></div><div type="textpart" subtype="section" n="6"><p rend="merge">— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες <lb n="35"/> ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιάζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον 
<note type="marginal">1191 a</note> ἀεὶ εἶναι ἀνδρεῖον.</p></div><div type="textpart" subtype="section" n="7"><p rend="merge">διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπηθῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —</p></div><div type="textpart" subtype="section" n="8"><p rend="merge"> πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ <lb n="5"/> αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι. σημεῖον δὲ τούτου· καὶ γὰρ Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα <lg><l>῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,</l></lg> διὸ οἴται δεῖν μάχεσθαι. οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ <lb n="10"/> <pb n="30"/> γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει. οὗ γὰρ ἀφαιρουμένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος</p></div><div type="textpart" subtype="section" n="9"><p rend="merge"> —ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶ <lb n="15"/> προσδοκίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται.</p><p>οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="merge"> ὡς ἀπλῶς μὲν εἰπεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ <lb n="20"/> τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.</p><p>οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία. δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρμῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν <lb n="25"/> περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.</p></div><div type="textpart" subtype="section" n="11"><p rend="merge"> ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖσθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ <lb n="30"/> ἂν εἴη ἀνδρεῖος.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="merge"> — ἔτι δὲ καὶ ὥσπερ ἐπάνω διειλόμεθα, περὶ φόβους καὶ κινδύνους οὐ πάντας ἀλλὰ τοὺς ἀναιρετικοὺς τῆς οὐσίας.— ἔτι δὲ οὐδʼ ἐν τῷ τυχόντι καὶ παντὶ χρόνῳ, ἀλλʼ ἐν ᾧ οἱ φόβοι καὶ οἱ κίνδυνοι πλησίον εἰσίν. εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυνον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος· ἔνιοι γὰρ θαρροῦσιν διὰ τὸ <lb n="35"/> μακρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>