<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:261-280</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:261-280</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="261">Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν</l><l n="262">ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι</l><l n="263">ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς</l><l n="264">ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·</l><l n="265">ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·</l><l n="266">οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,</l><l n="267">οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.</l><l n="268">ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.</l><l n="269">Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται</l><l n="270">εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.</l><l n="271">Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους</l><l n="272">ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,</l><l n="273">οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·</l><l n="274">ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,</l><l n="275">ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης</l><l n="276">ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ</l><l n="277">σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,</l><l n="278">ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.</l><pb n="117"/><l n="279">Τοὔνεκά μοι, τοιοῦτον ἰδὼν πόρον ἀμφοτεράων</l><l n="280">ἠπείρων, ῥέα τέρμα κιχήσεαι Εὐρωπείης.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>