<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="21">Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·</l><l n="22">κεῖνον δ᾿  Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο· </l><l n="23">ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,</l><l n="24">Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,</l><l n="25">ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.</l><l n="26">Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·</l><l n="27">πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,</l><pb n="106"/><l n="28">εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·</l><l n="29">ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο</l><l n="30">Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν</l><l n="31">πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,</l><l n="32">πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·</l><l n="33">ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ</l><l n="34">ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,</l><l n="35">αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·</l><l n="36">αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,</l><l n="37">ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·</l><l n="38">ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν</l><l n="39">πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν</l><l n="40">ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>