<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><p><gap reason="omitted"/>
δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς
δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ <lb n="5"/>
πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων
τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις
ἀριστεύσαντας Ἀθηναίων· γὰρ ἀπῆν τοῖς ἀνδράσι
τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν
δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην <lb n="10"/>
δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ
τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον
μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, <add cause="omitted">πολλὰ μὲν
δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες,
πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα</add>, <lb n="15"/>
τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ
δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν,
<del status="error">καὶ</del> δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην <add cause="omitted">καὶ
ῥώμην</add>, τὴν μὲν βουλεύοντες τὴν δʼ <del status="error">ἀποτελοῦντες,</del>
<note type="footnote">1 totius libelli argumentum breuissime comprehendit ano-
nymus W VII 1049 cf VII 93, 6 et 880, 9</note>
<note type="footnote">1 τοῦ Ἁλικαρνασσέως v 2 λεκτικῆς ∠. δεινότητος v
4 Syrianus εἰς τὸ περὶ ἰδεῶν Ἑρμογένους β΄ ὑπόμνημα p 90, 12 R:
Διονύσιος ὁ πρεσβύτερος ἐν τῷ δευτέρῳ περὶ χαρακτήρων περὶ
Γοργίου λέγων τάδε φησί· ‘δικανικοῖς μὲν οὖν’ κτλ cf W V 548
8—551, 4 7 τοιούτου Syriani S 9 δὲ S] δαὶ Syriani V
προσῆν διαπεῖναι S 11 λαθεῖν omisso μὲν S 12 ἀνθρω-
πίνων S 13 uncinis saepta hic et infra om Sy, exhibet W</note>
<note type="footnote">16 νόμων ex νόμον V 18 καὶ ῥώμην add Fossius</note>

<pb n="128"/>
θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ
δὲ τῶν ἀδίκως εὐτυχούντων, <add cause="omitted">αὐθάδεις πρὸς τὸ
συμφέρον</add>, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ
τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς
<lb n="5"/> ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς
τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ
τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν
ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε
ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου
<lb n="10"/> ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς
θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ,
δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς
δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν
ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλʼ ἀθάνατος
<lb n="15"/> ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.ʼ <gap reason="omitted"/>
<gap reason="omitted"/>
<add cause="omitted">‘ἐστασίαζέ τε οὖν τὰ τῶν πόλε</add> ων, καὶ τὰ ἀφυστερίζοντά
που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε
τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τʼ
<lb n="20"/> ἐπιχειρήσεων περιτεχνήσει καὶ <del>τῇ</del> τῶν τιμωριῶν ἀτοπίᾳ.
καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα
<note type="footnote"> Thucydides III 82, 3 sqq</note>
<note type="footnote">4 τὸν ἀφρόν S 5 κόσμηοι V 7 δὲ post τρόπαια add V</note>
<note type="footnote">9 νομίμων S: νόμων V 10 φιλοκάλου ex φιλοκαλίου S
12 δὲ om S | ἀστοὺς S: αὐτοὺς V 14 οὐ om V | ἀλλὰ θάνα-
τος V ἀλλὰ ἀθ. S 15 οὐκ ἐν V 17 hinc incipiunt MBP |
Θουκυδίδου ἔκφρασις τῆς στάσεος τῶν Κερκυραίων superscribit
P | supplementa Sylburgius dedit καὶ τὰ ἀφυστερίζοντα in-
cipit P | 18 πύστα B πείστει P πύστει Θ (i e Thucydides) sed
ἐπὶ πύστει ∠ (Dionysius) p 886 (i e ἐπιπύστει) τῶν προγεγρ τῶν
προγενομένων P τῶν προγεγενημένων ∠ ibidem 19 τοῦ και-
νοῦσθαι Θ∠ p 886 20 ἐπιτεχνήσει ∠ p 887 | τῇ om B? ∠ p 886,
887 seclusit Sylburgius 21 τῶν ὀνομάτων ἀξίωσιν ∠ p 887
</note>

<pb n="129"/>
<milestone unit="954"/> ἀν τήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος
ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς
δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα.
καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δʼ ἐμπλήκτως
ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ <lb n="5"/>
ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ
μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ
ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών <del>τε</del> ξυνετὸς καὶ
ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως
μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς <lb n="10"/>
ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν
μέλλοντα κακόν τι δρᾶν ἐπηνεῖτο καὶ ὁ ἐπικελεύσας
τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ
ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον
 <milestone unit="955"/> εἶναι ἀπροφα σίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων <lb n="15"/>
νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ
τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς
πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο
ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων
καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιενι, <lb n="20"/>
καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ
πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που
ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον
ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.ʼ
<note type="footnote">1 ἀντίλλαξαν P 2 φιλαίταιρος corr in φιλέταιρος P | ἐννο-
μίσθη P 3 πρόσχημα τοῦ ἀνάνδρου ∠ p 808 4 τὸ εἰς ἅπαν ξυνε-
τὸν ibidem ∠ 5 ἀσφαλείας Θ libri partim 9 δεικονότερος P
10 αὐτῶν Θ | τε om ∠ p 889 | διαλύτης P 11 ἐκπεπληγμένους B</note>
<note type="footnote">13 ξυνεγγενὲς P corr in ξυγγενὲς 15 ἀπροφασείστως P
16 ὠφελίας Θ 17 εἰς MP 18 τῷ θείω νόμῳ Θ | ἐκρατίνοντο P</note>
<note type="footnote">20 εἰ προὔχοιεν M: εἰπα οὕχοιεν B εἰ πως οὕχοιεν P
21 ἀντιμωρήσασθαί P 22 ἧν] ἧ P ἢ om PB 24 uerba
ἑκατέρῳ—ἄλλοθεν om P | ἀλλοθεν B</note>

<pb n="130"/>
ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ
ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη
λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης,
ὃν οὐθεὶς οὔθʼ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε
<lb n="5"/> <add cause="omitted">εἰς ἄκρον</add> ἐμιμήσατο, τοιαύτη τις ἦν. |</p></div><div type="textpart" subtype="chapter" n="2"><p>2 ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα <milestone unit="956"/>
κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν
λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς
ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ
<lb n="10"/> ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ
οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ
φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων
ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω
Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς
<lb n="15"/> συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο
τῆς προαιρέσεως. ἐτελείωσε δʼ αὐτὴν καὶ εἰς
ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ
τοὺς αὐτοὺς χρόνους ἰοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος.
τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις,
<lb n="20"/> ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν
πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο <milestone unit="957"/>
μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς
ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας
τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ
<lb n="25"/> σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ
<note type="footnote">2 ηεγκατάσκευος B ει ἐγκατάσκευος P | ἅπας B 4 οὔτʼ
B (?) 5 εἰς ἄκρον Kiessling add | ἐτιμήσατο BP 6 ἡ δʼ
ἕτερα P ἡ δʼ ἑτέρα B ἡ δευτέρα Sylburgius 7 iunge ἰδιώτην
λόγον 9 προστάτας in ras M πρὸς τὰς B | συγγραφεῖς
τε in ras M 12 οἱ] ἣ in mg rubro οἱ B 13 διδασλεῖον P</note>
<note type="footnote">14 ἢ δικανοὺς ἢ δικανικοὺς P 16 fort προαιρέσεως
ζηλωταί 17 Λυσίας] λύρας P λήρας in mg rubro λυρ B</note>
<note type="footnote">23 οἱ ἡρμόσαντο P</note>

<pb n="131"/>
ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει,
τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν
Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν
διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι
τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς <lb n="5"/>
πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι.
πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι
τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δʼ ἀπατῆσαι καὶ
κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία
<milestone unit="958"/> καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον <lb n="10"/>
ἰδέας, ἡ δʼ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος.
<gap reason="omitted"/> ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται
<gap reason="omitted"/>
ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν
ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· <lb n="15"/>
ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν,
ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς
λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ
χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι
κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, <lb n="20"/>
<note type="footnote"> πρὸς τὴν ὑπάτην exspectat Sylburgius λόγος in λόγον
corr M 2 τοῦτον ex τοσοῦτον M1 τοσοῦτον B | εἰ λυσίου
λέξιν B | ἐν τ πολιτικῇ sic B 5 ἡ δὲ ἡδῦναι ante ἡ δὲ ἀνεῖναι
repetit B 6 δὲ om B 7 πλὴν ἀλλὰ] ἤδη τᾶλλα M ἤδη
τἄλλα BP del Sylburgius τί δεῖ τἄλλα Reiskius | βιάσθαι B</note>
<note type="footnote">8 δὲ BP 10 τὸ om P 11 ἡ δὲ B | ἀφέλεια Sylburgius |
uerba ἰδέας ἡ δʼ ἀσφάλεια in M postea addita sunt | post
ῥήτορος lacuna XVI litt in M, uersus paene totius in B. XVII
litt et uersus totius in P 12 post φαίνεται lacuna XIX fere
litt in M, dimidii uersus in B, totius uersus et XII litt in P.
sententia haec fere esse debuit: ‘In In eo discrepat Lysias a
Thucydide, quod uerba οὐκ ἐν ἐπιτηδεύσει composita uideri,
sed dictionem ἀνεπιτήδευτον εἶναι uoluit.ʼ 14 κατεσκεύασται
M, Bmg: κατεσκευάσθαι P,B in textu 15 ἑκάτερα B 16 εἶναι]
δεινὴ ci Usener 20 προτεύσαντες MBP: corr v | ἐν] ἀν B
</note>

<pb n="132"/>
οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι,
καθʼ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.</p></div><div type="textpart" subtype="chapter" n="3"><p>3 τρίτη λέξεως <gap reason="omitted"/> ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ
τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος
<lb n="5"/> καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε
Θρασύ|μαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, <milestone unit="959"/>
εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ
ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι
ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων
<lb n="10"/> δὲ λάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν
τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα
καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ
τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ
μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς
<lb n="15"/> μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς
ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον
εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ <add cause="omitted">τῇ</add> βουλήσει
κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων
τάδε· ‘Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν
<lb n="20"/> ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων,
<note type="footnote">6 Theophrasti περὶ λέξεως fr IV Schmidt 19 Thrasy-
machi fr I S</note>
<note type="footnote">1 δεινὸς B | αὐτῶν MBP | ἀμφοτέροις B 3 ἰδέα inter-
cidisse putat Sylburgius ἰδέα seu ἁρμονία Krüger | ἧν ο ἡ
sic P 5 καταστάσας B 6 Καλχηδόνιος Vliet: χαλκηδόνιος</note>
<note type="footnote">10 ἀμήχανος B 12 ἀσκήσαντες MB 13 ἀποδειξαμένους
Sylburgius: ἀποδεξαμένους 14 εἰ δὴ H. Schenkl: ἣ | πηγή
Sadaeus: λοιπή | τῆς om BPv 17 δυνάμει δὲ ὡς Sauppius:
δυναμέως· ὡς δὲ | τῇ Reiskius add 18 θήσω post ἐξ ἑνὸς v
inserit inde a Sylburgio 19 ὦ Ἀθηναῖοι v ὦ ⦵ M ω B
ωθεν sic P 20 τοῦ παλαιοῦ del Vlist | καὶ τῶν πραγμάτων
Sauppius suspectat. frustra meo quidem iudicio hiatus ex hoc
fragmento remouere Blassius studuit
</note>

<pb n="133"/>
<milestone unit="960"/> ἡνίκα | σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων
οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων
ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δʼ
εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε .
<gap reason="omitted"/> τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς <gap reason="omitted"/> <lb n="5"/>
αὐτούς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι
μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη <del>δὲ</del>
λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις
ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ
τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει <lb n="10"/>
τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ
ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ,
εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν
ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δʼ ὁμονοίας
εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ <lb n="15"/>
<milestone unit="961"/> τούς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε
ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν
ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς
ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν
γεγωνίσκειν <del>εἰπεῖν</del>, ὅτῳ γε <gap reason="omitted"/> λυπεῖσθαι ἐπὶ τοῖς <lb n="20"/>
<note type="footnote">3 ἐπειδὴ δʼ postea add M, ἡ in ras: καὶ ἐπειδὴ BP
4 τοσοῦτον BP | ἡμοῖς P 4 et 5 lac XX litt M, XV litt B.
XVI litt et uersus totius P 5 lac XIX litt M, qui non habet
nisi συμφο, συμφορᾶς deinde lac XIII fere litt B, συμφορὰς
cum lac VII litt P 7 τύχης] τέχνης μὴ δὲ τῆς τύχης B | δὲ
deleui δὴ Sylburgius 8 καρτερώτατος MBP: corr Usener</note>
<note type="footnote">9 ἐνεξαμαρτάνειν Reiskius: ἐξαμαρτάνειν 10 ὑποσχεί-
σει P 11 καὶ del Sauppius fort uerbum latet 12 γέ-
ναισθαι P | κινδύνῳ] διὰ κινδύνων MB διὰ κίνδυνον P
13 τῆς μὲν P 14 ὁμονίας P 16 ὑβρίζειν—17 ἀγαθῶν sine
lacunae indicio om Pv 18 ἐμάνημεν, ἃ M: ἐμάνυ μὲν ἃ B
ἐμάνη μέν, ὃς P 20 γεγωνίσκειν] γιγνώσκειν εἰπεῖν MBP
γιγνώσκειν ἢ εἰπεῖν Reiskius γιγνώσκων εἰπεῖν Blass | post
ὅτῳ γε lacunae signum (excidit uelut προσήκει μᾶλλον) addidi,
post νομίζειν Blass</note>

<pb n="134"/>
παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι
τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους
πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω
γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ
<lb n="5"/> ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν·
οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται
τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν
τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς,
ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία
<lb n="10"/> ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη
τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα
τῆς ἡμετέρας γνώμης ἐστίν, <sic>ἀκούειν</sic> ἀνάγκη
λέγειν τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ <milestone unit="962"/>
πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.ʼ
<lb n="15"/> τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση
τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς <add cause="omitted">ἀμφο</add>τέρους τοὺς
χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.</p></div><div type="textpart" subtype="chapter" n="4"><p>4 <add cause="omitted">ἡ δὲ Ἰσο</add> κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν
τοῖς Ἕλλησιν <add cause="omitted">ἐκτήσατο ἐπὶ σοφίᾳ</add>, ἀγῶνα μὲν οὔτʼ
<lb n="20"/> ἴδιον οὔτε δημόσιον οὐδένα <add cause="omitted">πώποτε τἀνδρὸς ἀγωνισομένου </add>
<note type="footnote">1 post νομίζειν in P εἴωθεν τί δῆτα uerba repetuntur</note>
<note type="footnote">2 τοιοῦτον del Usener 4 παρά λόγον Usener: προλέγων</note>
<note type="footnote">5 φιλονεικοῦντας MB 7 πράττειν πράττοντες Pv
8 σφετέρῳ Cobet: ἑτέρῳ MBP ἐν τῷ τῶν ἑτέρων deleto λόγῳ
Blass | σκέψασθαι BP 10 ῥᾴστη Sylburgius: ῥᾴστην | κοινω-
τάτη M 11 ἐπέκεινα Reiskius: ἐκείνων 12 γνώμης] μνήμης
Sauppius conieci ἀκοῇ μὲν (cf Thucyd I 23, 3 τὰ τε πρότε-
ρον ἀκοῇ λεγόμενα) seu ἀκοὴν ἀνάγκη λέγειν τῶν παλαιοτέρων
(uelut ἀκοὴν τεθνεῶτος οὐ ζῶντος μαρτυρεῖν Demosthenes).
ἀκούειν ἀνάγκη λεγόντων τῶν παλαιοτέρων Reiskius ἀκούον-
τας (?) ἀνάγκη λέγειν τῶν παλαιοτέρων Blass 15 μέση τοῖς B</note>
<note type="footnote">16 δυ[εῖ]ν cum ras M | lac IV litt M, XII B. XV fare P:
suppleuit Sylburgius 18 lac X litt M, XII fere B, XXXVII
fere P: suppleuit Sylburgius 19 Ἕλλη cum lac XXI litt M,
Ἕλλησιν cum lac VII litt B. XXXVI fare litt P: suppleui</note>

<pb n="135"/>
γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς
εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι,
διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν
δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα
εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν <lb n="5"/>
ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις
οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις
<milestone unit="963"/> καὶ συνηθεστάτοις κέ χρηται. ἠθική τε καὶ
πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν,
ὥσπερ ἐκείνη, <del>τὴν ἁπλῆν</del> φράσιν, τῆς δὲ Θουκυδίδου <lb n="10"/>
καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ
καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν
ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ
ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ
καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε <lb n="15"/>
καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον
καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν
ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραίζεταί ποτε, τοὺς
Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά
τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε <lb n="20"/>
μετριάζοντα οὔτʼ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν
μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν
<milestone unit="964"/> διώκουσα καὶ τὴν εὐρυθμίαν διʼ εὐλαβείας | μὲν
<note type="footnote">1 lac XVI—XVIII litt σαμένου M, lac VIII litt νισομένου
B. XXXVIII fere litt νισομένου P: suppleui γραφὰς δὲ συν-
ταξαμένου bis scripsit P 2 εἰδέαν MBP | οὕτινα B 3 δια-
πλειόνων MB 5 λσιακῆς B λυρακῆς P 8 συν[η]θεστάτοις
cum ras M 10 τὴν ἁπλῆν seclusi 12 εἴληφε] ἀνείληφε
MBPv 13 BP in mg rubro σημείωσαι 14 λύρου P λύροῦ B</note>
<note type="footnote">15 κατ[απ]λήξασθαι cum ras M 18 ἐκμέμακται siue ἐκ-
μέμαχεν Krüger: ἐκμέμακεν 19 ζελοῦσα corr in ζηλοῦσα P
21 οὔτ᾿ ἐν Sadaeus: οὔτε 22 εὐεπίαν MBP</note>

<pb n="136"/>
λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων
διʼ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν
τραχυνόντων. διώκει δʼ ἐκ παντὸς τρόπου τὴν περίοδον
οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλʼ ὑπαγωγικήν
<lb n="5"/> τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ
κατʼ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην.
ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ
κἀναληθεστέραν ἀπαθῆ τε καὶ <add cause="omitted">ἄψυχον</add> καὶ πανηγυρικὴν
μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν
<lb n="10"/> ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.</p></div><div type="textpart" subtype="chapter" n="5"><lb n="5"/><p> ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι
καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ | τε <milestone unit="965"/>
ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον,
πέφυκε δʼ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας
<lb n="15"/> εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ
ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι. καὶ
φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ
διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής
τε καὶ λεπτὴ παῤ ἡντινοῦν ἑτέραν τῶν <del>εἰς</del> τὴν αὐτὴν
<lb n="20"/> διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν
ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα
<note type="footnote">1 τὸ συγκρι τὸ συγκροῦσαι P 4 ταύτην τὴν B 6 ποιοῦσιν
del Krüger | ἐγκολπιζομένην M ci Sylburgius: ἐγκαλπιζομένην B
ἐγκαλοπιζομένην P ἐγκαλλωπιζομένην v 8 κἀναληθεστέραν]
καὶ ἀληθεστέραν MBP sed ἀναληθεστέραν in mg rubro B καὶ
ἀναλθεστέραν Capperonerius ἢ ἀληθεστέραν Kiessling | τε καὶ
lac X litt M τε lac VIII litt B, lac XXXIII fere litt P: suppleuit
Sadaeus | καὶ ante πανηγυρικὴν om M 9 ἐναγώνιον M, B mg:
ἐγκώνιον BP 10 ἀπαιτεῖ P 11 quae secuntur usque ad
p 139, 21, eadem exstant paullulum uariata in ep ad Pomp
p 758 R sqq (∠) 12 μῖγμα] δεῖγμα ∠ 13 ὑψιλοῦ P 14 δὲ
BP∠ | ἀμφοτέρων B 15 οὖ P | ἰσχὴν ΒP 17 τε γὰρ ∠v</note>
<note type="footnote">18 ναγμάτων P σωμάτων ∠ 19 ἥντινα οὖν in ἡντιν’ οὖν
corr rubro M | τὴν ∠: εἰς τὴν MBP 21 ὑπεριδοῦσαν M1
</note>

<pb n="137"/>
κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ <del>καὶ ὁ χνοῦς</del>
ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει
χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος
ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων
οὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν <lb n="5"/>
ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν.
ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ
<milestone unit="966"/> πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ
χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα <del>τῆς ἑτέρας</del>
καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει <lb n="10"/>
τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε
μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν
ὀλίγοις. ἐκχεῖται δʼ εἰς ἀπειροκάλους περιφράσεις
πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά
τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων <lb n="15"/>
τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα
δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν
ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις,
σκληρὰ <add cause="omitted">δὲ καὶ</add> οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς
<note type="footnote">1 scholion ὁ ῥύπος ἤτοι ὁ ἐπικείμενος χνοῦς ὡς (καὶ P)
ἐπὶ μήλων (μύλων B μέλων P) καὶ ἀπίων (ἀπιʼ BP) καὶ δα-
μασκηνῶν (δαμασκινῶν BP) in mg rubro MBP</note>
<note type="footnote">1 πῖνος libri | καὶ ὁ χνοῦς (σχνοῦς BP) om ∠ 3 ἱλαρὸν ∠ |
τεθηλὰ B 4 ηρεὐωδεστάτων B λειμύων B 5 εἰσφέρεται ∠</note>
<note type="footnote">7 καλλιεπεῖν M ci Sylburgius: κάλλιον εἰπεῖν BP, M mg
κάλλιστον εἰπεῖν ∠ 9 τῆς ἑτέρας om ∠ del Sadaeus
10 παχυτέρα τῆς B | μελαίνει] μέλει B 11 τε γάρ τὸ ∠v
12 συστρέψαι δὲ ∠ 13 ἐκχεῖται εἰς ∠ χεῖται δʼ εἰς MBP
14 κενὸν om ∠ 15 δὲ ∠ | κυρίων ὀνομάτων ∠ 17 χειμάζ ται
περ[ὶ] cum ras M | μὲν γὰρ ∠v 18 δὲ M∠ (codd PB) om P |
μεσωνυμίας μἐ σῶν νυμίαις B ἐπωνυμίαις ∠ deinde ἄκαι-
ρος δʼ — μεσωνυμίαις repetit P 19 ante σκληρὰ lac V litt B,
XXII litt P | σκληρᾶς B σκληρὰς P | post σκληρὰ lac VI litt M,
III litt B, XXVII litt P</note>

<pb n="138"/>
<add cause="omitted">μεταφοραῖς</add>. ἀλληγορίας τε περιβάλλεται πολλὰς <add cause="omitted">καὶ
μακράς</add>, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί
τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα
τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς
<lb n="5"/> ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις <milestone unit="967"/>
παῤ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που
καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.</p></div><div type="textpart" subtype="chapter" n="6"><p>6 μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης
καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου
<lb n="10"/> λέξεως, <add cause="omitted">ᾗ</add> κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς
μηδʼ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν
ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν
οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως
ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι
<lb n="15"/> βουλόμενον ὅτι <add cause="omitted">τὰ</add> τοιαῦτα ἁμαρτήματα ἐν ταῖς
κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς
αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν
τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν
καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην
<lb n="20"/> δʼ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον <milestone unit="968"/>
εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ
<note type="footnote">1 lac XV litt M, VI litt B. VII litt P, μεταφοραῖς suppleui:
μεταφοραῖς γίγνεται ∠v | ἀλληγορί[ας] cum ras M | post πολλὰς
lac XIX fere litt M, XIII litt B, item lac in P 2 οὕτε με-
τρον M, sed ita ut οὔτε με postea additum sit: τρον BP | σχή-
μαυρ sic B 3 ἐσχάτης P 4 Γοργιείοις Reiskius: γοργίοις
MBP γοργείοις ∠ 5 πολὺς ὁ τελέτης Usener: πολυτέλειά
τις MBP πολὺς ὁ τελετὴς ∠ | ἐστιν ἐν τοῖς ∠v 7 πρότερον
om ∠ 9 ἐξηλλασμένης P ἐξηλασμένης B 10 ᾗ add ∠ | κέχρι-
ται P | Πλάτων τῆς τοιαύτης φράσεως ∠ | δὴ Cobet: ἂν MBP
om ∠ 12 καὶ περὶ ∠v 14 ἐξενηνεγμένος P ἐξενηνεσμένος B</note>
<note type="footnote">15 βουλόμενον ∠(M), Reiskius: βουλόμενος τά suppeditat ∠</note>
<note type="footnote">16 μὲν om ∠ 17 αὐτοῦ P | διώκει P 18 ἰσχὴν B
19 καὶ ante δοκ- om ∠ 20 δὲ P∠ | ἀμωμήτως MBP 21 εἰσφέ-
ρει P | καθάπαξ ἢ βραχύ τι κομιδῆ MBP: ἢ κομιδῆ βραχύ τι ∠
</note>

<pb n="139"/>
βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ
ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν.
ταὐτὰ μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς
ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα
οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ <lb n="5"/>
τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας
ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ
νῦν ἂν ἠδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ
παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν
τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις <add cause="omitted">οὖσι</add> καὶ <lb n="10"/>
ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίοιυ
καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστʼ οὐθὲν ἔξω
τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν
ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν
ἀνδρῶν ἐκείνων χαρακτῆρες.|</p><lb n="15"/></div><div type="textpart" subtype="chapter" n="7"><p>7 παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως <lb n="7"/>
ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς
ἐρωτικούς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν
γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ
βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν <lb n="20"/>
μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί·
<note type="footnote">2 ἐπιτίμεσιν B 3 ταὐτὰ Usener: ταῦτα | μέντοι καὶ οἱ
κατʼ αὐτὸν ἐκεῖνον MBP: γὰρ οἵ τε κατʼ αὐτὸν ∠ | γενόμενος P |
ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ MBP: πάντες ∠ 5 οὐδὲν ∠ ἀ οὐθὲν
P | δεῖ με ∠ | καὶ αὐτῷ P, B sed is in mg rubro αὐτὸς ἑαυτῶ |
δὴ om ∠ 6 γὰρ ὡς ἔοικεν — ἔθετο om B | ὡς ἔοικεν om ∠</note>
<note type="footnote">7 ἔθετʼ ∠ | τὸ ∠: τὸν MBPv 9 μὲν om ∠ 10 ἰσχνο-
τούτους B lac IV litt M, nulla in BP 11 μείνους B δ om
BP | Γοργίου] γίου postea add M 14 -τημάτων ἅμα in M
postea additum est | ἁμαρ P | ἕχουσι BP 15 ἐκείνων χα-
ρακτῆρες in M postea additum 16 παραδείγματα ∠ | ποιήσο-
μαι ∠ | τῆς ἰσχνῆς καὶ τῆς ὑψ- ∠ | ὑψιλῆς P 17 βιβλίον M</note>
<note type="footnote">18 διατέθειται ∠ 21 μεστὰ] μετὰ BP</note>

<pb n="140"/>
‘Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; Παρὰ Λυσίου, ὦ
Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον
ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος
ἐξ ἑωθινοῦ’ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ
<lb n="5"/> λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθʼ, ὥσπερ
ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς,
ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν
ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδʼ ἀρξάμενος· ‘Ἄγετε δή,
Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ
<lb n="10"/> Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, | ξύμ <lb n="970"/>
μοι λάβεσθε τοῦ μύθου.ʼ ὅτι δὲ ψόφοι ταῦτʼ εἰσὶ καὶ
διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον
ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφʼ ἧς αἰτίας ἕρως
ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· ‘Ἡ γὰρ
<lb n="15"/> ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα
ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς
συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως
ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν
λαβοῦσα ἔρως ἐκλήθηʼ καὶ τοσαύτην ἐκμηκύνας
<lb n="20"/> περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι
<note type="footnote">1 Plato Phaedri 227a 8 Plato Phaedri 237a 14 Plato
Phaedri 238b</note>
<note type="footnote">1 ὦ φίλε — Λυσίου rubro in mg add P | λυίου B 2 δὴ
MBP: δὲ vΠ (Plato) 4 λυιακοῦ B tota haec μέχρι — ἕως
τινὸς Sylburgius secluserat 5 λόγους B 6 πολὺς — καθαρὸν
om B 7 ποιητικὸν ποιητικὴν P 9 λίγειε BP 10 μουσικὸν
τὸ Λιγύων Π μουσικὸν — ξύμμοι om B | ἔσχε P | τὴν om Π</note>
<note type="footnote">11 λαβέσθαι P 15 τἀγαθὸν] τὸ ὀρθὸν Π, quare Dionysius
fort τοὐρθὸν legit | ὁρμώσ[η]ς cum ras M | κρατήσασθα B
16 ἀχθεῖσα Π | τῶν ἑαυτῆς MP: τῆς B ὑπὸ αὖ τῶν ἑαυτῆς vΠ</note>
<note type="footnote">17 ἐπιθυμίαν Pv | ἐπὶ σωμάτων κάλλος om Pv | λαβοῦσα
ἐρρωμένως P?v | ἐρρωμένως] ἐρωμένων M 18 ῥωσθεῖσαν BP
ἀγωγῆ Π | γνώμης P | ἐπωνυμίαν Πv: ἐπιθυμίαν MBP
19 ἐλεκλήθη P</note>

<pb n="141"/>
πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς
αὐτὸς αὐτοῦ καί φησι· ‘Σιγῇ τοίνυν μου ἄκουε. τῷ
ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστʼ ἐὰν ἄρα
πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, |
<milestone unit="971"/> μὴ θαυμάσῃς. τὰ νῦν γὰρ <add cause="omitted">οὐκέ</add> τι πόρρω διθυράμβων <lb n="5"/>
τινῶν φθέγγομαι.ʼ <add cause="omitted">τάδʼ οὐχ ὑ</add> πʼ ἄλλων, ἀλλὰ
τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα <add cause="omitted">κατὰ τὴν τραγῳδί</add> αν,
δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους
ἠγαπηκότες. ἃ δʼ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος
αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· <lb n="10"/>
‘Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων
πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ
ἐπιμελούμενος. τῷ δʼ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων
κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία
ἐν θεῶν οἴκῳ μόνη. τῶν δʼ ἄλλων, ὅσοι ἐν τῷ τῶν <lb n="15"/>
δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται
κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ
μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν
γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος διʼ
<lb n="972"/> αὑτοῦ τὰ αὐτῶν. ἕπεται δʼ | αἰεὶ ὁ θέλων τε καὶ <lb n="20"/>
<note type="footnote">2 Plato Phaedri 238d 6 Aeschyli fr 135 N 11 Plato
Phaedri 246e—247a</note>
<note type="footnote">1 τῆς αὐτὸς αὐτοῦ sanum est 2 αὑτοῦ M | φησι γῇ τοῖν
νῦν B 3 θεῖος MΠ: θεῖοά B θειοα P | εἶναι add in mg
rubro B | ἔοικεν om P ἔοικεν ὁ τόπος εἶναι Π | ὥστʼ ἐὰν] ὥστε
ἄν MBPv 4 προιόντος τοῦ λόγου γένωμαι Π 5 lac VIII
litt M, XIV litt Β, XXIII litt P: suppleuit Sylburgius 6 τινῶν
om Π habet Dion. de Lys p 458 | lac IX litt M, XIV litt B,
XIII litt P: suppleuit Porson | ἀλλὰ om BP 7 αὑτῶν M: αὐ-
τῶν BP | ἁλισκομεθα MPv ἁλιισκόμεθα B lac V uel VI litt M,
XII litt B. VIII litt P: suppleuit Porson 9 ἠγαποικότες P
12 ἅρμα] πρ|μα B πρῶτον πορεύονται P 15 [μ]όνη cum
ras M | τῶν ἄλλων P 18 θεαί MBP | διέξοδοι Π | ἐνδὸς
BP 19 διʼ αὐτοῦ MBP ἕκαστος αὐτῶν τὰ αὑτοῦ Π
</note>

<pb n="142"/>
δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.ʼ
ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι
μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα,
τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν
<lb n="5"/> τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γʼ ἐμοὶ φαίνεται·
‘Ἀκτὶς ἀελίου, τί πολύσκοπʼ ἐμήσω θοῶν μ|ᾶτερ <milestone unit="973"/>
ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον
ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας
ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον
<lb n="10"/> ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς,
ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ
πότνια, πάγκοινον τέρας. πολέμου δʼ εἰ σᾶμα φέρεις
τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον
ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ
<lb n="15"/> παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν
ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς
γένος, ὀλοφὺ| <add cause="omitted">ρομαι οὐ</add> δὲν ὅ,τι πάντων μέτα πείσομαι᾿. <milestone unit="974"/>
κἀνταῦθα οὐ <add cause="omitted">κ ἄκαιρος ἡ ἀλ</add> ληγορία, ὡς παρὰ
Πλάτωνι.</p><note type="footnote">6 Pindari fr 107 Bergkii</note><note type="footnote">6 ἐμήσω Bamberger et Emper: ἐμῆς | θοῶν Bergkius:
θεῶ | μᾶτερ Boissonadius: μʼ ἅτερ M μ ἁτερ B μʼ ἄτερ P
8 ἀγμάχανον B | ἰσχὲν B ἀνδράσιν M 9 ἐπίσκοπον corr in
ἐπίσκοτον M ἐπίσκοπτον B ἐπισκόπτεν P ἀτραπὸν ἐσσυμένα
Schneider: ἄτροπον ἑσσαμένα | ἐλαύνει B -νειν P 10 ἵππος
θαθοὰς MBP: corr Blass 11 οἶμον Hermannus: ὄλβον | τρά-
ποιο Sylburgius: τρόποιο 12 πάςκοινον B | δʼ εἰ σᾶμα Her-
mannus: δὶς ἅμα 13 ὑπέρ[φ]ατον cum ras M 14 οὐλομένην
corr in οὐλομέναν B οὐλομένην MP | κεῶσιν B | ἀμ Hermannus:
ἀλλὰ 15 διερὸν Sylburgius: ἱερὸν 16 κατακλύσασα M
κατασκλύσασα B κατακλύσασα P: corr Boeckh | θήσεις Barnes:
θήσει νέων B ἀρχᾶς Boeckh: ἀρχῆς 17 ὀλοφυ BP ὀλοφ M
lac IX litt M, XVII litt B. XXV litt P: suppleuit Hermannus
δὲν ὅτι M, om BP μεταπείσομαι MBP: corr Hermannus
18 lac VIII litt M, XI litt B ca XXVIP: suppleui | ληγορία om BP
</note></div><div type="textpart" subtype="chapter" n="8"><pb n="143"/><p>8 ἀλλὰ γάρ, ἵνα μὴ <add cause="omitted">πέρα τοῦ δέοντος</add> ὁ λόγος μοι <lb n="8"/>
προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δʼ ἐπὶ τὸν
Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς
λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας
ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· <lb n="5"/>
Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός
τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς
γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε
περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων
καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις <lb n="10"/>
κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν
λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ
τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς
<lb n="975"/> ἠξίωσε γενέσθαι ζηλω|τὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός,
ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, <lb n="15"/>
ἐξ ἁπάντων δʼ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα
ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον
ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον,
ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν,
αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, <lb n="20"/>
ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου
<note type="footnote">16—18 cf anonymus W VII 1049, 8 21 sq memorat
schol Demosth 604, 21 Dind καὶ Διονύσιος αὐτὸν Πρωτέα
ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν</note>
<note type="footnote">1 μὴ] μὲ B | lac XIV litt M, XII B, XX P: suppleuit
Sadaeus post Krügerum 2 δὲ M 3 περὶ δημοσθένους mg B</note>
<note type="footnote">4 δυναστεύσαν P 5 κατηριθμησάμ M 6 καὶ πολυκρι καὶ
πολυκράτους addito η super ους P 10 τούτους τοὺς] τοὺς B
corr B1 | ἑαυτὸν MBP ἑαυτῶν mg B 11 καλαβὼν P 12 οὕτω
κ π corrupta aut spuria 13 μὲν om Pv 14 οὔτʼ P
15 ἡμιούργους BP 19 συνήθη—ἱλαράν om B 20 ἱ[λ]ταράν
cum ras M 21 διαλάττουσαν B</note>

<pb n="144"/>
παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν
ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων
τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς
ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ
<lb n="5"/> σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν,
ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς
οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν <add cause="omitted">δὴ</add> τοιαύτην
τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω
καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ
<lb n="10"/> ἁπάσης μικτὸν ἰδέας.</p></div><div type="textpart" subtype="chapter" n="9"><p>9 εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ <lb n="976"/>
σκοπεῖν ἐπʼ αὐτῶν ποιουμένῳ τῶν <add cause="omitted">παραδειγ</add> μάτων
τὴν ἐξέτασιν. ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα
κατεσκεύασται τῷ ῥήτορι, <add cause="omitted">τοιάδε τινά ἐστιν</add>· ‘Πολλῶν,
<lb n="15"/> ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν
καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν
εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς ἀλλά καὶ τοὺς ἄλλους
<add cause="omitted">Ἕλληνας</add> ἀδικεῖ, καὶ πάντων εὖ οἷδʼ ὅτι φησάντων
γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν <add cause="omitted">δεῖν</add> καὶ
<lb n="20"/> πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην
δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ
προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν
<note type="footnote">μὲν ἱκετεύων, νῦν δὲ οἰκτιζόμενος, μετʼ ὀλίγον προτρέπων, αὖθις
φοβῶν 14 Demosthenes Philippicae III 110</note>
<note type="footnote">3 ὅψις BP 4 ποικίλου P | τι M: δὴ BPv 5 ἀπατητὸν B |
εἰκάσειαν B 7 δὴ add Sadaeus 9 χαρτῆρα P 12 ποιουμένῳ
Sylburgius: ποιουμένων | lac X fere litt M, in BP λόγων deinde
lac fere XIV litt B, XXXVI P: corr Krüger 14 ταιαῦτά τινά
ἐστιν suppleuit Sadaeus post Krügerum, in M B lac XVIII fere
litt, nulla in P 18 Ἕλληνας om libri, add ex Demosthene
Sylburgius 19 δεῖν om libri, add Sylburgius 20 πράττειν
ἅπασι προσήκειν v ἅπασι προσήκειν m recentissima in mg M |
παύσηται MBP 22 προιέμενα BP</note>

<pb n="145"/>
ἀληθὲς δὲ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ
<lb n="977"/> παριόντες καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα
τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι
δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.ʼ κατὰ τί δὴ ταύτην
ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθʼ ὃ <lb n="5"/>
κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. τουτὶ
δʼ ἔστι τὸ μὴ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ
νοήματα μηδʼ, ὡς ἔστι τοῖς ἄλλοις σύνηθες λέγειν,
ἁπλῶς καὶ ἀφελῶς, ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι
τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν εἰς τὰ <lb n="10"/>
μὴ συνήθη τοῖς πολλοῖς μηδʼ ὡς ἡ φύσις ἀπαιτεῖ. ὃ
δὲ λέγω, τοιοῦτόν ἐστιν. ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ
κατʼ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως
κατεσκεύασεν αὐτόν· ‘πολλῶν, ἄνδρες Ἀθηναῖοι,
λόγων γιγνομένων καθʼ ἑκάστην σχεδὸν ἐκκλησίαν, <lb n="15"/>
περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς <add cause="omitted">ἄλλους</add>
Ἕλληνας, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο.ʼ νυνὶ δὲ τό
τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ
<milestone unit="978"/> ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν | ἀκολουθίαν
κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ <lb n="20"/>
τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως
διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ
συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν
λέξιν. ὁμοίως δὲ καὶ <add cause="omitted">τὸ</add> ἐπιλεγόμενον τούτῳ, εἰ μὲν
ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που <lb n="25"/>
<note type="footnote">2 παρά ὄντες P | ἐξ ὧν om P 8 post σύνηθες inter-
pungunt MBPv, post λέγειν Kiessling 12 ἐστιν addito ν super
ιν et mg rubro ἦν B quod ad sequentia pertinet | ἦν Syl-
burgius: ἐστὶ 13 ἑρμηνείαν om B 15 γινομένων P
16 ευ ὑμᾶς P ἐς ὑμᾶς v | ἄλλους add Sylburgius 21 δυνα-
μένου Reiskius: δυνάμενον 22 μόνης om Pv 24 λ[έξιν] postea
add M | τὸ add Sylburgius 25 ἀπεριέργως postea add M
περιέργως P</note>

<pb n="146"/>
τὸν τρόπον ἀπήγ <add cause="omitted">γελτο· ‘κ</add> αὶ πάντων λεγόντων, καὶ
εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ
πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως
καὶ δίκην δώσει.ʼ οὕτω δὲ ἐξενεχθέν· ‘καὶ πάντων εὖ
<lb n="5"/> οἶδ’ ὅτι φησάντων γʼ ἄνʼ οὐ σῴζει τὴν εὐθεῖαν τῆς
λέξεως ὁδόν. τό τε γὰρ οἶδ’ ὅτι χώραν οὐκ ἀναγκαίαν
εἶχε, καὶ τὸ φησάντων γʼ ἂν ἀντὶ τοῦ φασκόντων
παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν
ἐξηλλαγμένην καὶ περίεξργον ἐμφαίνει. ὅμοια δὲ τούτοις
<lb n="10"/> ἐστὶ κἀκεῖνα· ‘εἶτʼ οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν <milestone unit="979"/>
ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντο
ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι
μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;ʼ ἐνταυθοῖ γὰρ οὐθὲν
ἂν εἶχε περίεργον ἡ λέξις οὐδὲ σκολιόν, εἰ τοῦτον
<lb n="15"/> ἐξήνεγκε τὸν τρόπον· ‘εἶτʼ οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα
μηδὲν δυναμένους αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους
δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν
αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;’ ἐναλλαγείσης
δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν
<lb n="20"/> εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ
ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. ἔτι
κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· ‘νῦν δὲ τοῦτο μὲν οὐκ
<note type="footnote">10 Demosthenes Philippicae γ 13 22 Demosthenes Mi-
dianae 69</note>
<note type="footnote">1 ἀπήγγελτο καὶ πάντων] ἀπήγγελτο καὶ ἀπάντων Sylburgius
ἀπηγ lac IX litt M, XXI litt B. XXIV litt P deinde ἁπάντων MBP</note>
<note type="footnote">2 ποιοῦσι BPv | ὅτι om cum spatio XV litt B, IX litt P | καὶ
post λέγειν om BP 4 πάντων] πάνωντ BP 6 an εὖ οἶδʼ?
7 ἔχει Sylburgius 10 εἴ τοι ἔσθε P | oἳ D (Demosthenes) ∠ p 610:
οὓς MBP | οὐδὲν om P 11 ἠδυνήθημεν MBP ἐδυνήθησαν v
ἠδυνήθησαν ∠ p 610 12 τούτοις BP 14 εἶχεν BP | σκο-
λιὰν M 15 fort ἐξενήνεκτο | εἴτʼ M εἴτ’ P 16 αὐτῶν αὐτὸν
Pv κάκιον] κακὸν MBPv κακῶς Krüger 22 αὐτοῖς P
</note>

<pb n="147"/>
ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο
τοιοῦτον οὐδέν. ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ <add cause="omitted">ἄνδρε</add>
Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως
<milestone unit="980"/> ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίαν,
χορηγὸς ὑπέστην, οὕτω φανερῶς <add cause="omitted">καὶ μιαρῶς</add> ἐπηρεάζων <lb n="5"/>
παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ
τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι
μου.ʼ τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον
τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό,
πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν <lb n="10"/>
εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου
τέλος ἔχοντος τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου
νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι
θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος
ἦν, διὰ μακροῦ καὶ οὐκέ <add cause="omitted">τι</add> τῆς διανοίας αὐτὸ προσδεχομένης <lb n="15"/>
ἀποδοῦναι. <add cause="omitted">Ἐμοὶ</add> δὲ ὃς — οὔπω τοῦτο
τέλος ἔχει — εἴτε τις, ὦ <add cause="omitted">ἄνδρες</add> Ἀθηναῖοι, βούλεται
νομίσαι μανίαν — ἕτερον τοῦτο κεχωρισμένον τοῦ
προτέρου ἀτελὲς καὶ αὐτό — μανία γὰρ ἴσως ἐστὶν
ὑπὲρ δύναμίν τι ποιεῖν — οὐδετέρου τοῦτο πάλιν τῶν <lb n="20"/>
<milestone unit="981"/> προειρημέ|νων μέρος ἀλλʼ αὐτὸ καθʼ αὑτό· κεφαλαιώδης
γάρ τίς ἐστιν ἀπόφασις — ἢ φιλοτιμίαν — τοῦτο
<note type="footnote">2 εἴ τέ P | ἄνδρες add ex D 4 τι] ει τὶ P | φιλοτιμίᾳ
libri D plerique in quibus S φιλοτιμία ∠ infra 5 καὶ μιαρῶς
om MBP add v ex D καὶ μιαρῶς—ἱερῶν om P 11 κὤλον P |
τοῦ δένδρου τοῦ δευτέρου B 14 καὶ πειτα B | ἐποὶ P 15 οὐκε
c lac II litt M οὐκ sine lac BP: corr Sylburgius | αὐτῷ προσεχο-
μένης B αὐτὸ προσεῦχομένης P 16 προσδεχομένης lac V—VI)
litt M, sed in mg ἀποδοῦναι lac IV siue V litt γὰρ ὃς in BP
ἐμοὶ deest cum lac XII litt B. IV litt P: suppl Sylburgius | δὲ
ὃς ∠ p 979] γὰρ ὃς MBP | post ὃς lacuna minor in P 18 τούτω,
mg rupro τοῦτο B 20 ναμιν τι ποιεῖν bis P οὐδʼ ἑτέρου
MBP | τοῦ πάλιν P 21 προῃρημένων M 22 ἢ φιλοτιμίαν
Usener: ἡ φιλοτιμία
</note>

<pb n="148"/>
δὲ τοῦ δευτέρου μέρος ἦν τοῦ εἴτε τις βούλεται νομίσαι
μανίαν. τὸ δʼ ἐπὶ τούτοις λεγόμενον ἅπασι τὸ χορηγὺς
ὑπέστην τοῦ πρώτου μέρος ἦν τοῦ ἐμοὶ δέ, ὅς. μυρία
τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς
<lb n="5"/> κατὰ Θιλίππου λόγοις, μᾶλλον δὲ <gap reason="omitted"/> μὴ οὕτως
ἔχοντα πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλοννήσου, πολλὰ
δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι τοῖς γε οὖν δημοσίοις.
καὶ σχεδὸν ἔν τε τούτοις καὶ ταῖς δημηγορίαις, ᾧπὲρ
??ἔφην, ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους
<lb n="10"/> χαρτακτῆρα. τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς
κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα
τῶν ὑσποθέσεων καὶ τὰς ἀξιώσεις τῶν προσώπων πλανηθήσεταί
τις· ὅπερ ἴσως οὐκ ἄλογον.</p></div><div type="textpart" subtype="chapter" n="10"><p>10 φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως
<lb n="15"/> ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη
χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ <milestone unit="982"/>
ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν
ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους
καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ
<lb n="20"/> ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὅ μὲν γὰρ ἀταμιεύτως
τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὐπʼ
αὐτῆς ἢ <add cause="omitted">αὐτὸ</add> ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται
λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις
<note type="footnote">22 cf Thucydides II 65, 8</note>
<note type="footnote">2 ἄπἀσι Vliet: ἅπαν χοριγὸς P 3 μέρους Μ 5 lacu-
nam sensit Sylburgius, qui ὀλίγα τὰ addidit (σπάνια τὰ Reiskius)
plura desunt uelut ἐν ἄπασι τοῖς συμβουλευτικοῖς σπάνια τὰ
6 ἀλονήσου MBPv 7 ἀγῶσι] ἀνῶσι P 8 τοι τούτοις P, horum
et sequentium interpunctio in v librisque admodum laborat.</note>
<note type="footnote">9 διανοίης P 11 τῶν ἀποβλέποντα Β 13 ἄλογον SP</note>
<note type="footnote">16 γάρ — τοῦτο μὲν bis scripsit Β 18 λέγων δὲ Β
22 ἢ om P αὐτὸς add Sγlburgius</note>

<pb n="149"/>
ἀμταρτάνει. καθʼ ὅ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆς
ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶνς
ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ,
τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα,
κα<add cause="omitted">τασκευάζων</add> τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, <lb n="5"/>
ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν,
οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς
<lb n="983"/> εἶναι δοκεῖν, ἐφʼ ᾧ μάλιστα φαίνεται σπουδάζων,
προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, παρὰ τὸν
ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ <lb n="10"/>
θους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι,
καὶ ἔθουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα
μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.</p></div><div type="textpart" subtype="chapter" n="11"><p>11 ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρον <lb n="11"/>
καὶ ζηλωτὸν <gap reason="omitted"/> <add cause="omitted">ὅς</add> ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ <lb n="15"/>
Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσε
δʼ οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεω
ρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθέ
νους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχχουσα
ὑβριστικήν· ‘Ἄρχιππος γὰρ οὑτοσί, ὦ <add cause="omitted">ἄνδρεςο</add> Αθηναῖοι, <lb n="20"/>
<note type="footnote">4 cf Thucydides I 22, 4 20 Lysiae fr CCXXXII S</note>
<note type="footnote">1 ἡ om B τῆ ἀμετρία BP ἐξαλαγῆς P 2 τ[ὴν] cum
ras M 3 ἀηδῆ Sylburgius: μήδῆ addito α super μ Μ ἀμηδῆ
ΒP τε Sylburgius: δὲ 4 καιροὺς συμ posthac add M συμ
quidem ex ὀεμ 5 lac XI litt M, XXV B, XXXVIII P: suppl
Sylburgius 7 ἐναγ[ω]νίοις cum ras M 10 ἐξηλαγμένον P</note>
<note type="footnote">11 χαρακτῆρα Sylburgius: χαρακτῆρος 12 πρωτεύσανταω
Reiskius: πείσαντα 14 ἰσχνόν Kiessling: ἰσχυρόν M ἰο c lac v
litt B, II litt P 15 ὃς intercidisse ante Krügerum sensit
Martinius uersionis latinae auctor, uerum hoc quoque dicen
dum fuit cuinam ζηλωτός 16 Δισιακὸς B δʼ ἂν MBPv δ
om Martinius in uersione 17 οὐδέν ΒP καὶ om ΒPv V
18 ἢ τὴν P 20 eadem exstant apud Ioannem Siceliotam εἐς
τὸ περὶ εὑρέσεως Ερμογένους βιβλίον (cf. Βekkeri anecd. p 1454)
</note>

<pb n="150"/>
ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ
καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης
ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν <lb n="984"/>
καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς
<lb n="5"/> μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς
ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος.
οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ
λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν
δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς
<lb n="10"/> ἔκ τε τῶν πεπραγμένων ἠσθήμεθα καὶ τῶν εὖ εἰδότων
ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν
δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα
καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος
εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο,
<lb n="15"/> . τʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων
<gap reason="omitted"/> δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν
παριόντα· <add cause="omitted">γείτονες γὰρ</add> ἀλλήλων τυγχάνουσιν ὄντες·
τὸ μὲν πρῶτον <add cause="omitted">συνδειπνεῖν</add> ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ
ἠθέλησεν <gap reason="omitted"/> <del status="error">ἐ</del>πὶ
<note type="footnote">in codice Barocciano 175 fol 83 οὐτοὺς B οὐ τουρ P | ἄνδρες
addidi</note>
<note type="footnote">2 τίσις MBP 3 κόμματα BP αὐτοῖς MBP καὶ ἔχθραν
om B ἔχραν P 5 πρὸς ἡμᾶς B 7 τίσις MP τίσιν B 11 καὶ
ἐν μὲν B 13 καταλλαγεὶς seu διαλλαγεὶς Scheibius: ἀπαλλα-
γεὶς ἐπιτήδηος P 14 ἀφιστῶν ἀφίστατο Β καθίστατο Scheibius</note>
<note type="footnote">15 lac IX litt M, XVII litt B, XII litt P: deestne ὥσθʼ
ὁπότʼ? ὥστʼ Ioannes ἐτύγχανεν BP ἀνʼ ἀκείων P
16 lac X litt M, XX B. XXIV P: ἰδῶν Ioannes. equidem κατέ-
λαβε intercidisse puto 17 παριόντα Scheibius: παριόντων
MBP ἀπιόντα Ioannes γείτονες γὰρ Ioannes: lac XII litt M,
ca VIII litt Β. XXXIV P ἀλλήλοις Ioannes fort ἀλλήλοιν
18 συνδειπνεῖν Ioannes: lac XII litt M, ΧI Β. VIII P |οὐκ
ἐθέλησεν M οὐ μεθʼ αὐτοῦ P 19 lac XXVI— XXX litt M,
XV litt B, totius fere uersus P deinde πὶ κῶμον λέγων ὅτι
μεθʼ αὐτοῦ καὶ τὸ om P, καὶ τὸ om B: ἐδεήθη ἥκειν αὐτὸν ἐπὶ
κῶμον loaunes</note>

<pb n="151"/>
κῶμον, λέγων ὅτι μεθʼ αὐτοῦ καὶ τὸ <gap reason="omitted"/>
<gap reason="omitted"/> δειπνήσαντες οὖν ἥδη συσκοτάζοντος ἐλθόντες
κόπτομεν τὴν θύραν. οἳ δʼ ἡμᾶς ἐκέλευον
<milestone unit="985"/> εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν
ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν <lb n="5"/>
πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας
πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ
ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὸς
μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ
δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος. νέος <lb n="10"/>
καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας
ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας
μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἥδη πονήρως διακειμένου
Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων
οὐθὲν εἶπεν. ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν <lb n="15"/>
τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν
καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον
καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν
αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας
ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύτων <lb n="20"/>
σαντος σιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόνδὲ
τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ
<lb n="986"/> γεγενημένα δεινὰ νομιζόντων εἷναι ἀπέδοσαν αὐτὸν
τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν
<note type="footnote">2 ante δειπνήσαντες in M lac XXV litt, in Β XIX litt:
καὶ τῶν οἰκετῶν (οίκείων Cobet) πιέτω Ιoannes 4 ἐπεὶ δὲ
δὴ Β 5 ἐκ τῆς om P 6 μάστιγα Τῖσις] μάστιγά τις MBPv</note>
<note type="footnote">8 ταῦτα bis P 9 νεωτέρων Ioannes 11 ἐκέλευεν BP v</note>
<note type="footnote">12 δήσαντες Bv μαστιγοῦν δήσαντας Ioannes 13 πονή-
ρως ἤδη Ioannes 14 Ἀντίμαχον — γεγενημένων mg M | γε-
γενημένων — αὐτὸς μὲν om Pv 15 ἔλεγεν B δειπνῶν M:
δειπνοῦν BP δειπνῦν v 19 ὁ μὲν ὅμως B 20 ἐρωτα Β
21 οἰκετῶν MBP: corr Usener ἔφασκεν B 23 ἀπέδωκαν M
</note>

<pb n="152"/>
αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνη καὶ ἐπέδειξαν πολλοῖς
μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως
διακείμενον, ὥστε τούς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν
ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι
<lb n="5"/> οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας
τιμωρεῖται.ʼ</p></div><div type="textpart" subtype="chapter" n="12"><p>12 αὕτη μὲν ἡ Ἀυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος
λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ
κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα
<lb n="10"/> ἐάσαντες <gap reason="omitted"/> τὴν
ἐν τῆ λέξει σκοπῶμεν· ‘ Ἐξήλθομεν ἔτος τουτὶ τρίτον
εἰς Πάνακτον φρουρὰς ἡμῖν προγρα φείσης. ἐσκήνωσαν <lb n="987"/>
οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς
οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ
<lb n="15"/> προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε.
ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα
ἀριστήσειαν, καὶ τοῦθ’ , ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ,
διετέλουν ποιοῦντες· ἡμεῖς δʼ, ὥσπερ ἐνθάδε εἰώθειμεν,
οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι
<note type="footnote">1 scholion ὁ τόπος ἐν τῷ ειραιεῖ (πειρακεῖ Β), ἔνθα (ἔνθʼ P)
ἐδείκνυτο (έδεικαίνυτο Β ἐδήκνυτο P) σῖτος καὶ ἄλλα ὅσπρια(ὅσπερ
ΒP) ὑποδείγματα 11 Demosthenes κατὰ Κόνωνος or LIV 3—9</note>
<note type="footnote">2 οὕτω Ioannes 7 Λυσίου M Sylburgius: λώρου BP v
an ἡ ἐκ? τίσιδος posthac add M 9 κόνωνος posthac add M</note>
<note type="footnote">10 lac XII litt M, XXXII litt B, totius fere uersus P
11 ἐξῆλθον D τουτὶ τρίτον M m recens: lac X litt B. XVII
litt P 12 φρουρῶς ὅλι (sic) B ἐσκήνωσαν οὖν οἱ υἱεῖς m
rec Μ: lac XIII litt B, XXXIII litt P 13 τουτουὶ κονωνος
BPM sed signis supra additis corr M | ὡς add m rec M om P</note>
<note type="footnote">15 ζυνήβη B ἑξῆς] ἐξ ὧν D ἀκούσεσθαι MΒP fort ἐξ ἡς
δʼ ἀκούσεσθ αἰτίας Dionysius 16 ἔπινος Β τὴν ἡμέραν,
ἐπειδὴ— ἀριστήσαιεν, ὅλην D 17 ὥσπερ MΒP ἐν] ἐπὶ D
18 εἰώθημεν MSP εἰώθαμεν D 19 καὶ ἥν] καὶ κνο Β ἦν
οὖν D</note>

<pb n="153"/>
τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὐτοι ἐπαρμνουν
ἥδη, τὰ μὲν πολλὰ εἰς τούς παῖδας τοὺς ἀκολούθους
ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς.
φήσαντες γὰρ καπνίζειν αὐτούς ὀψοποιουμένους τοὺς
παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς <lb n="5"/>
ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας
<milestone unit="988"/> καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς
ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα·
ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ
τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, <lb n="10"/>
οὐδὲν ἐγὸὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ
αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ
ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν
ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι
ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, <lb n="15"/>
εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ
μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν
ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ
τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ
τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, <lb n="20"/>
οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν
<milestone unit="989"/> μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων.
τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο
ἀνήλθομεν, ἦν ἡμῖν, οἶον εἰκός, ἐκ τούτων ὀργὴ καὶ
<note type="footnote">1 συμβαίνει P ταύτην] τὴν τὴν Β ἥδη ἐπαρώνουν οὑ-
τοι D 2 παῖδας om P 3 ἡμῶν τοὺς ἀκ. D δὲ καὶ
εἰς om P εἰς om B 4 τοὺς] αὐτοὺς B 6 κατεσκεδάννορυαν
BP προσ??ούρουν una littera erasa M προσεούρουν B
11 οὐθὲν M οὐκ D 13 sq ὅλως ἐποίουν D 15 ἐπειδὲ BP |συνε-
σκόταζεν BP v 17 ἔπειτα] τελευτῶντες D 19 καὶ τὸν στρατὸν
καὶ τὸν στρατηγὸν P 20 στρατιωτῶν τινας D 21 οἵπερ ἐκώ-
λυσαν D μηθὲν M 24 ἀνήλθομεν addito ἐπ super ἀν Μ
ἦν ἡμῖν m rec M: lac XVIII litt B, V litt P
</note>

<pb n="154"/>
ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ῥμην δεῖν οὕτε
δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων.
ἀλλʼ ἐκεῖνʼ ἀπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι
καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους.
<lb n="5"/> πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι
τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑστὸ
τούτου πέπονθα, ἐπιδεῖξαι, ἴνα εἰδῆτε, ὅτι <add cause="omitted">ᾇ</add> προσῆκε
τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος
αὐτὸς πρὸς τούτοις πολλᾷ δεινότερα διαπέπρακται. —
<lb n="10"/> Μάρτυρες. — Ὧν μὲν τοίνυν οὐθένα ἄμην δεῖν λόγον
ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ
περιπατοῦντος ὥσπερ εἰώ|θειν <add cause="omitted">ἑσπέρας</add> ἐν ἀγορὰ <milestone unit="990"/>
μου μετὰ Θνανοστράτου τοῦ Κοηφισέως τῶν ἡλικιωτῶν
τινος παρέρχεται Κτησίας, ὁ υἱὸς <add cause="omitted">ὁ</add> τούτου μεθύων
<lb n="15"/> κατὰ τὸ Δεωκόριον ἐγγύς ἰὼιν Πυθοδώρου. κατιδὼν
δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὐτὸν
οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει,
παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δʼ ἄρα ἐνταῦθα
παρὰ αμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ θεόδωρός
<lb n="20"/> τις Ἀλκιβιάδης Στίνθαρος ὁ Εύβούλου Θεογένης ὁ
Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας
<note type="footnote">1 ἔχρα P οὐ μὲν Β ἔγεγε Β1 ἔγἔμε P ἔγωγε μὰ τοὺς ʼ
θεοὺς v ex D ᾤμεν P 2 λαχεῖν, in mg rubro ἔχειν M |συμ-
βάντων οὐδένα v ex D 3 ἐκεῖνο D: ἐκεῖνα MBPv |ἀπλῶς
m rec M ex ἁπ, praeterea in mg ἀπλῶς M ἐγνώκειν BP
4 φιλάττεσθαι P ὡς τοὺς τοιούτους] τοῖς τοιούτοις D (ὡς τοιού-
τοις A) fuit fort ὡς οὖσι τοιούτοις 5 τούτων ὧν εἴρηκα D
6 οἷα ὑπʼ αὐτοῦ τούτου D 9 αὐτοῖς πρὸς τούτοις M BP αὐτὸς
πρότερος D εἴργασται D 10 μέντοι νῦν P οὐδένα D
12 ἑσπέρας v ex D 13 Κηφισέως B Κηφισιέως Palmer
14 ὁ υἱὸς] ὁὐς P οὓς Β ὁ add ν ex D 18 μελέτην P post
ἐνταῦθα D: ταῦτα γάρ ὕστερον ἐπυθόμεθα 19 γναφεῖ M, mg
B: γραφεῖ BP v οὐτούς BP sed οὑτοσί Β mg Θεόδωρός —
Εοβούλου bis B Θεότιμός τις Ἀρχεβιάδης D 20 πίνθαρος M
ὁ prius om ΒP 21 Ἀνδρομέδους M ΒP: corr v ex D
</note>

<pb n="155"/>
ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν
ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν
<milestone unit="991"/> κατʼ αὐτό πως τὸ Λεω|κόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν.
ὡς δʼ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς
τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. <lb n="5"/>
Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ ᾿ Ανδρομένους
υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα
ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω
διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν
χεῖλος διακόψαι τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω <lb n="10"/>
δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε
φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἥκουον πολλὰ
καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει
τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς
ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ <lb n="15"/>
πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδεν
<milestone unit="992"/> γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας,
οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων
τὰς πλευράς.ʼ</p></div><div type="textpart" subtype="chapter" n="13"><p>ταῦτʼ οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ 13
<note type="footnote">2 ἀπὸ τοῦ D Φερεφαττίου MBPv 3 τούτοις D M, B mg:
τοῦτο P, B in textu, τούτῳ v 4 ἀγνώς τις] ἀγνώστως M ἐγώστως
B ἐγνόστως corr B mg ἐγνώστως P 6 Κόνων] μόνων P 7 περι-
πεσούντες P περιπεσόντες B repetit in mg ἐξέδυσαν D
8 ὑποσκολίσαντες corr in ὑποσκελίσαντες P εἰς τὸν βίον εἰς
τὸν βόρβορον P 10 συγκλεῖσαι m rec M: spatium XVIII litt
B, XIII litt P 11 κατέλειπον BP v καταλιπεῖν D μήτε ex
μὴ m rec M: μὴ BP μέτε φθ. P 12 δύνασθαι in mg M
ἤ(κουον πολ)λὰ M litteris inclusis posthac additis 13 καὶ βλασ-
φημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμʼ ἂν ἐν ὑμῖν ἔνια D</note>
<note type="footnote">14 καν] καὶ M BPv 15 τεκμίριον P ὠς M BP: τοῦ D
16 γενόμενον] γέγονεν Blass γεγενῆσθαι D τοῦτο — μιμού-
μενος add in mg B2 17 γάρ τοὺς] γὰρ BP ἀλεκτρίονας P
νεοκηκότας P 18 ἀγῶσιν B, sed ἀγκωσι mg B² 20 ταῦτα
BPv</note>

<pb n="156"/>
τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα
ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί
δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ
καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν,
<lb n="5"/> καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ
καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον
τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα;
ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ
τε καὶ τῆς ἄλλης ἀπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης
<lb n="10"/> ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν. εἰ
γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος
τῶν λόγων γνώριμος ἦν, ἀλλʼ ἀνεπιγράφοις περιετύχομεν
αὐτοῖς, οὐ πολλούς ἂν ἡμῶν οἴομαι διαγνῶναι
ῥᾳδίως, πό | τερος Δημοσθένους ἐστὶν ἢ Λυσίου· τοσαύτην <milestone unit="993"/>
<lb n="15"/> οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι.
τοιοῦτός ἐστι καὶ ὁ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος
καὶ ὁ κατʼ Ὀλυμπιοδώρου <del>τῆς</del> βλάβης καὶ ὁ πρὸς
Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος ἥ τε πρὸς Εὐβουλίδην
ἔφεσις καὶ ἡ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι
<lb n="20"/> πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν
ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς
γνώση, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων
πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον
δʼ ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων
<note type="footnote">1 τε om BPv 2 [Λυ]σίου cum ras B ὑπάρχειν BPM
mg: ἄρχει M in textu 9 τῆς ἄλλης ἀπάσης τῆς τοῖς Λυσιακοῖς
ἐπανθούσης ἀρετῆς] τοῖς ἄλλοις ἅποσιν ἃ τοῖς λυσιακοῖς ἐπαν-
θοῦσιν ἆρα MBP v 11 ἐστιν add mg B2 14 λυσίου ex λύρου
corr B2 15 ἔχουσ]ι] cum ras M 17 ὀ.λυμπιοδώρου una
littera erasa M τῆς del Krüger 18 εὐουλίδην BP 20 εἴ-
κοσι MBPv 22 ὁποῖα λέγω] οἷς οἶδα ἐγὼ M ΒPv Ammaeum
adloquitur cf p157,16 διμοσίων P 23 ἔφερον ex ἔφερων M
ἔφερεν in mg ἔφερον B</note>

<pb n="157"/>
ἔμελλε τοῦ μετρίου γενήσεσθαι ὁ λόγος. ἐν οἷς δῆλός
ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς
ἐπιθέτους κατασκευὰς <add cause="omitted">οὐ</add> μᾶλλον ἐσπουδακὼς ἢ περὶ
<milestone unit="994"/> τὴν ἀκρίβειαν. ὁ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς
πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει <lb n="5"/>
Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, ὁ τὴν ἀρχὴν
τήνδε ἔχων· Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ
αἰτίαι, ἂς Φίλιππος αἰτιᾶταιʼ ὅλος ἐστὶν ἀκριβὴς καὶ
λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς
ὄνυχα, ἐξαλλαγῆς δὲ ἢ σεμνολογίας ἢ δεινότητος ἢ <lb n="10"/>
τῶν ἄλλων τινός, ἃ τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν
πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν
ἐστι κἀν τούτοις ἡ διαφορά; καὶ πῶς ἂν διαγνοίη τις,
ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα ὁ Δημοσθένης,
πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; <lb n="15"/>
ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει
τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην
καὶ πρότερον, ἧ προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων
ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι
<milestone unit="995"/> προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δʼ εἰς τοὺς <lb n="20"/>
ἀποδεικτικούς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ
ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται·
τόνος γὰρ οὐ πολύς αὐτῇ πρόσεστιν οὐδʼ ἰσχύς.
<note type="footnote">7 [Demosthenes] περὶ Ἁλοννήσου or VII 1</note>
<note type="footnote">1 γενήσεσθαι B mg, M sed γενή postea additum: γενῆσθαι
P, B in textu, γενέσθαι v 2 καλλολογίαν M B 3 οὐ add Vliet</note>
<note type="footnote">4 πρὸς] περὶ MBPv 5 λόγον mg B 6 immo περὶ | ἀλο-
νήσου MBPv 7 ἔχων om V 10 ἐξαλαγῆς BP 13 ἡ διμοσθέ-
νους δυνάμει παρα ἡ διαφορὰ B1 διαγνοίην P 14 ἀναγκαῖον]
Λυσιακὸν malit Usener 15 πὴ M, B mg: τῆ BP 20 δʼ M, B mg:
om BP 21 ἔλθει P</note>

<pb n="158"/>
παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν ὁ τόνος, αὐτάρκης
δʼ ἡ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ
νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα
δεύτερον, ᾧ διαγνοίη τις ἂν τὴν Δημοσθένους
<lb n="5"/> διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ
γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας
τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ
μέγεθος καὶ τὸν τόνον, ἀλλʼ ἔστιν αὐτῆς ἀναφαίρετος
οὗτος εἴτʼ ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν.
<lb n="10"/> ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους.
καὶ ταῦτʼ ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα
παραδειγμάτων.</p></div><div type="textpart" subtype="chapter" n="14"><p>14 ὥστε περὶ μὲν τοῦ χαρακτῆρος . τοῦ δὲ
ῥητορικοῦ γένους τοῦ μεταξύ τῶν ἄκρων ἑκατέρων, ὃ
<lb n="15"/> ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε
καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος <milestone unit="996"/>
ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνη φύσει δυνατόν,
πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν
πολλὰ δʼ ἐκ τῶν <add cause="omitted">ἄλλων</add> δημοσίων λόγων παραδείγματα
<lb n="20"/> λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ
Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστη
καὶ μετριωτάτη κατασκευῇ λέξεως κεχρῆσθαι ὁ
<note type="footnote">1 δημοσθένήου P post πολὺς M repetit αὐτῆ πρόσεστιν sed
et rasura et punctis deletum est αὐτάρκις in αὐτάρκης corr P</note>
<note type="footnote">2 μετρίω ex μέτρια B2 5 αὐτὰ Reiskius τὰ ἀναγκαῖα B1</note>
<note type="footnote">7 ἐκδύνεται B 9 ῥῆσιν postea add M εἰς χρῆσιν Reiskius
εἰρήσεται Usener 10 ἐπιτά cum lac IV litt M ἐπιτάσις B1
ἀναέσεις B ἀναλόγους: να postea add M 11 ταῦ]τʼ ἢ]δη
cum ras B, in M δ postea additum est δεόμεθα M sed ἔθα
postea additum 13 χαρακτῆρος—14 τοῦ om Pv sine lacuna
post χαρακτῆρος lac VIII litt M, XIV litt B: fort τούτου ἅλις
intercidit 14 ἑκατέρων] ἑκατέρου M BP v v ὃ ἀτελὲς Sadaeus:
ὃν ἀτελῆ 16 προτέρου] πρότερον MSP v σελευτέου P
19 ἄλλων addidi 20 ὑπὲρ] περὶ MBPv 21 καλλήστη P
</note>

<pb n="159"/>
λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς
λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων
ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι
δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν
εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος <lb n="5"/>
παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας·
‘Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν
καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα
δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ᾿ ἂν καὶ πάντας
ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες <lb n="10"/>
Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν,
ὃ πολλῆς τινος εὐτυχίας καὶ παῤ ὑμῶν ἐπιμελείας
<milestone unit="997"/> δεόμε|νον’ καὶ <add cause="omitted">τὰ</add> ἑόμενα τούτοις. ἐκ δὲ τῆς
Ἀριστοκράτους κατηγορίας· ‘Πολλὰ μὲν δὴ παῤ ἡμῖν
ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον <lb n="15"/>
πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον,
περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη
καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου
δικαστηρίου’ καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν
λόγου· ‘Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ <lb n="20"/>
ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα
ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος
γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν
<note type="footnote">7 Demosthenes de falsa legatione or XIX 258 14 De-
mosthenes κατʼ Ἀριστοκράτους or XXIII 65 20 Demosthenes
πρὸς Λεπτίνην or XX 68</note>
<note type="footnote">3 τοῦτο postea add M 4 βραχυτούτοις P ἐνειδόσι P 5 ἔστω
Krüger 6 αἰσχ[ί]νου cum ras M 7 [ἄν]δρες cum ras M 9 ἐπὶ
καιροῦ τοῦτο D 12 ὃ καὶ D | εὐτυχίας D: συντυχίας MBPv
13 τὰ add Sylburgius 15 οἷα οἷα P οἵα οἵα B 17 ὑπὲρ D |
ἐστιν εἰπεῖν καλὰ v ex D | μυθώδε P 20 κόνωνʼ ἀσκοπεῖτε P</note>
<note type="footnote">21 μέμψασθαι μεμψαμένους μεμψαμένους B | αὐτῷ post
πεπραγμένα v 22 ἐκείνων P 23 ἀνὴρ post γὰρ v | ἔστι BP
</note>

<pb n="160"/>
αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον
τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης’
καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας·
‘ Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι <add cause="omitted">καὶ</add> δημηγορεῖν 
<lb n="5"/> ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· |
οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ <milestone unit="998"/>
ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν,
ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον
ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα
<lb n="10"/> ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν
ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων
καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ
πρότερον μέμνηται γεγονυῖανʼ καὶ τὰ συναπτόμενα
τούτοις.</p></div><div type="textpart" subtype="chapter" n="15"><p>15 τοῦτον ἔγωγε τὸν χαρακτῆρα <gap reason="omitted"/> εἴ
<lb n="16"/> τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ
Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους
κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς
ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως
<lb n="20"/> ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόν-
τες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς <milestone unit="999"/>
ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε
δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου
<note type="footnote">3 Demosthenes περὶ τοῦ στεφάνου or XVIII 60</note>
<note type="footnote">1 αὐτ[ὴν] cum ras M αὐτῶν BP μετὰ postea add M</note>
<note type="footnote">2 Πειραιέως ex Πειραι posthac M item ἀσθε(νοῦς) | ἡμὲν
BP | οὔσας B 3 ἐκ δὲ postea inseruit M | ὑπὲρ] περὶ MBPv</note>
<note type="footnote">4 πρὸ τοῦ postea add M | καὶ ex D add v 7 διεκώλιον P
διεκωλύθη D 8 περὶ om D uncis seclusit v 11 προδότων
B1 | φορὰν — συνέβη γενέσθαι D 12 οὐδείς πω πρότερον D</note>
<note type="footnote">15 ἔγεγε B1 | lacunae signa addidi 17 τὰ περιττὰ Reiskius</note>
<note type="footnote">18 ἐν Sadaeus: ἐπὶ 19 συνεσκευασμένοις in mg MB
21 δηκαστήρια P</note>

<pb n="161"/>
νοῦν ἔχοντες οὔθ᾿ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς
λόγων γενναίων ἄπειροι, ἀλλʼ οἳ μὲν ἀπὸ γεωργίας οἳ
δʼ ἀπὸ θαλαττουργίας οἳ δʼ ἀπὸ τῶν βαναύσων τεχνῶν
συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος
μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ <lb n="5"/>
περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς
ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ
ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει
τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι
τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπʼ <lb n="10"/>
καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ
ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπου, ἀλλὰ
δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον
τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους
οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν <lb n="15"/>
ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί
γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων
<milestone unit="1000"/> καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται
τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς
πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται <lb n="20"/>
πρὸς τῶν χαριεστέρων, ὁ δʼ ἀμφότερα τἀκροατήρια
πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ
οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων.
διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην
εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων <lb n="25"/>
<note type="footnote">4 οἷς] οἳ P | ἁπλούστυρον corr in ἁπλούστερον B | κοινώ-
τερον M 5 μᾶλον P 7 διατίθηκεν B corr in mg B2
9 διατίθεσι B1P 11 ἐγκλίου παιδίας P 14 ἴσως ex ἴσω M</note>
<note type="footnote">15 μἄλλον P 16 κείνων P κείνων in ἐκείνων corr BM |
μέρως P 17 ἄξιοι Sylburgius: ἀξιοῖ 21 τἀκροατήρια
Reiskius: τὰ κριτήρια 22 πείθεῖν P | τέλος B corr B1
24 κατασκευασμένην corr in κατεσκευασμένην M
</note>

<pb n="162"/>
τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου
τῶν χαρακτήρων τὰς ὑπερβολάς.</p></div><div type="textpart" subtype="chapter" n="16"><p>16 εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης
τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι
<lb n="5"/> τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν
αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν
ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον
ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι,
τὰς ἄριστα δοκούσας ἔχειν παῤ ἑκατέρῳ τῶν
<lb n="10"/> ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς
τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν
ὑπο|θέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις <milestone unit="1001"/>
τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην
βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι.</p></div><div type="textpart" subtype="chapter" n="17"><p>17 εἰσαγέσθω
<lb n="15"/> δὲ πρῶτος Ἰσοκράτης, καὶ τούτου λαμβανέσθω
λέξις ἐκ τοῦ περὶ τῆς εἰρήνης λόγου χαριέστατα δοκοῦσα
ἔχειν, ἣν αὐτὸς ἐν τῷ περὶ τῆς ἀντιδόσεως
λόγῳ προφέρεται μέγα ἐπʼ αὐτῇ φρονῶν, δι᾿ ἧς συγκρίνει
τὴν ἐπὶ τῶν προγόνων πολιτείαν τῇ τότε καθεστώσῃ
<lb n="20"/> καὶ τὰς πράξεις τὰς παλαιὰς ἀντιπαρατίθησι
ταῖς νέαις, τὰς μὲν ἀρχαίας ἐπαινῶν τὰς δʼ ἐν τῷ
καθʼ ἑαυτὸν χρόνῳ μεμφόμενος, τῆς τε μεταβολῆς τῆς
ἐπὶ τὰ χείρω τοὺς δημαγωγοὺς ἀποφαίνων αἰτίους ὡς
οὐ τὰ κράτιστα εἰσηγουμένους ἀλλὰ τὰ πρὸς ἡδονὴν
<lb n="25"/> τῷ πλήθει δημηγοροῦντας. μακροτέρας δʼ οὔσης τῆς
<note type="footnote">1 σημείωσαι mg P et 5 B 6 οὐ μὴν bis P 7 ἐξηργασμέ-
νον B ἐξειργασμένων P 9 ἑκατέρῳ Sylburgius: ἑκατέρων
10 θεὶς αὐταῖς τὰς Δημοσθένους ὅσαι παρ- B2 in mg 11 περὶ
Krüger: παρὰ 16 δὲ λέξις B sed δὲ lineola subducta deletur |
τε περὶ P 18 προφέρεται postea add M 19 καθεστώσει P
20 ἀντιπαρατίθησι—ἀρχαίας in perperam iterantur 22 χρό-
νον χρόνῳ P | μεταβοολῆς B 25 πλήθη B | δημηγοροῦντας]
δημαγωγοῦντας MBv δημαγογοῦντας P | δὲ B
</note>

<pb n="163"/>
συγκρίσενς αὐτὰ τὰ κυριώτατα ὑπʼ ἐμοῦ παρείληπται.
ἔστι δὲ ταυτί· ‘Τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ |
<milestone unit="1002"/> συνδιεφθαρμένος ἡμῖν ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς
γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς
νομίσειεν; οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων <lb n="5"/>
ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων
ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις
πράττομεν ἀλλὰ πᾶν τοὐναντίον. οἳ μὲν γὰρ ὑπὲρ
τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν,
ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους <lb n="10"/>
ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν.
κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας
καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς
δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες
ἀγανακτοῦμεν. εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἑξομεν. <lb n="15"/>
οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς
διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων,
ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε
<milestone unit="1003"/> πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ | μαχόμενοι
καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, <lb n="20"/>
ἡμεῖς δʼ οὐδʼ ὑπὲρ τῆς ἡμετέρας πλεονεξίας κινδυνεύειν
ἀξιοῦμεν, ἀλλʼ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν
στρατεύειν δʼ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ
δεῖν πρὸς πάντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ
<note type="footnote">2 Isocrates or VIII 41—50</note>
<note type="footnote">2 ἔστι δ postea add M | τίς γὰρ ἂν postea add M |
μήπω Is v 3 ἡμῖν ἀλλʼ ἐξ- postea add M 4 γινομένοις MP</note>
<note type="footnote">8 τὸ ἐναντίον B 10 ἀσίης BP, M corr in ἀσίας 12 τὰς—
βοηθοῦντες add mg B2 13 βοητοῦντες P | αὐτὰς BP
15 τὴν αὐτὴν ἐκείνοις τιμὴν ἕξομεν v ἕξομεν τιμὴν P 18 τῶν
ἄλλων Is 19 αὑτῶν Is 21 ἡμετέρας αὐτῶν Is v 22 πάν-
των B1 23 στρατεύεσθαι Is
</note>

<pb n="164"/>
τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν ἀλλʼ ἀνθρώπους
τοὺς μὲν ἀπόλιδας τούς δʼ αὐτομόλους τοὺς δʼ ἐκ τῶν
ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τινὲς
διδῶσι πλείω μισθόν, μετʼ ἐκείνων ἐφʼ ἡμᾶς ἀκολουθήσουσιν·
<lb n="5"/> ἀλλʼ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθʼ
ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἴπερ τινὲς
ἐξαμαρτάνοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν,
ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας
μελλόντων τῶν ἐγκλημάτων ἐφʼ ἡμᾶς ἥκειν οὐχ
<lb n="10"/> ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν
αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. εἰς τοῦτο δὲ
μωρίας ἐληλύθαμεν, ὥστʼ αὐτοὶ μὲν ἐνδεεῖς ἐσμεν <lb n="1004"/>
τῶν καθʼ ἡμέραν, ξενοτροφεῖν δὲ ἐπικεχειρήκαμεν καὶ
τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα
<lb n="15"/> καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων κοινοῖς
ἀνθρώπων ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. τοσούτῳ
δὲ <del>καὶ</del> χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν
εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι
μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς
<lb n="20"/> οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως
ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν
κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες
καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας
μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. καὶ τότε
<lb n="25"/> μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ τοὺς
<note type="footnote">3 ποτʼ ἂν P | τις διδῷ Is 4 δίδωσι P 6 εἰ περί τινας
ἐξαμάρτοιεν Is 9 ἐκλημάτων P | ἥξειν Is 12 τῶν καθʼ ἡμέραν
ἐσμὲν Is 14 ἰδίᾳ] διʼ οἳς Is (ἰδίους Sauppius) 15 ἀνθρώπων
κοινοῖς Is 16 τοσοῦτον p 1011, τοσούτων corr in τοσοῦτον B
sed in mg τοσούτω 17 καὶ om Is ∠ p 1011 secl v 18 κεῖνοι
corr in ἐκεῖνοι B 19 τινα ∠ p 1011 21 ἑαυτῶν ∠ p 1011
αὐτῶν BP 22 τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ om P
24 στρατοπαίδοις B 25 τριείρεις corr in τριήρεις P | πληροῖεν Is
</note>

<pb n="165"/>
δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθʼ
ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις
<milestone unit="1005"/> χρώμεθα τοὺς δὲ πολίτας ἐλαύ|νειν ἀναγκάζομεν,
ὥσθ᾿, ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ
μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες <lb n="5"/>
ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
ὀλίγῳ πρότερον διῆλθον, μεθʼ ὅπλων κινδυνεύουσιν.
ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς
διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν; ἀλλʼ οὐκ
ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν; οἵτινες <lb n="10"/>
αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην
προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δʼ ἡμᾶς
εἶναι <del>τῶν ἄλλων</del> παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως
πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν
ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. <lb n="15"/>
καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν
ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν
τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί
τε καὶ Λευκανοὶ τῆς δυσγενείας.ʼ |</p></div><div type="textpart" subtype="chapter" n="18"><milestone unit="1006"/><p> ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων 18
δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα <lb n="21"/>
θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς
ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τʼ
<note type="footnote">1 εἰσεβίβαζον Is 2 ἐξέπεμπον Is 3 ἐλαύνειν ἀναγκάζο-
μεν] μεθʼ ὅπλων ἐξεπέμπομεν P 4 ἀποβαίνωσιν Δ p 1013 Is:
ἀναβαίνωσιν | εἰς τὴν—6 ἐκβαίνουσιν iterat B qui ἄρχειν omittit
et ὑπηρετέσιον exhibet 6 οἱ δὲ — κινδυνεύουσιν om P
7 διῆλθον] εἶπον Δ p 1013 8 καὶ om Is secl v | ἰδ[ὼ]ν
cum ras M ἄν τις ἰδὼν Is 9 καὶ om Is 10 μάλιστα M MBP</note>
<note type="footnote">12 οἰκισθῆσαν corr in οἰκισθῆναι B 13 τῶν ἄλλων dam-
nauit Fuhr ἡμᾶς ἅπασιν εἶναι παράδειγμα Is τε om Is
16 μέγα φρονοῦμεν Is 17 γεγονέναι τῶν ἄλλων Is 19 τε
om Is τῆς αὑτῶν Δv cum Is v 21 ἐστιν B 22 καὶ ἄλλη
Vliet 23 ὀνόμασι Krüger: νοήμασι
</note>

<pb n="166"/>
ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν,
ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής.
πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ
ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ
<lb n="5"/> ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία
γε κατὰ τοῦτο τὸ μέρος, ἀλλʼ ἔστιν ὧν ἂν τις αὐτὴν
ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων.
πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ
τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ
<lb n="10"/> ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς·
ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα
τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δʼ <lb n="1007"/>
ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη
καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις
<lb n="15"/> κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς
τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται
τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς
λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ
ἀφύκτους τὰς λαβάς. παθαίνειν τε οὐ δύναται τοὺς
<lb n="20"/> ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται,
πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν
ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει
μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ
μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι
<lb n="25"/> πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς
ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν
ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς
<note type="footnote">4 καλλιρήμων MBP: corr v 5 μὲν B 7 ἐλλιπόντων MBP v</note>
<note type="footnote">10 συτροφῆς B 11 ὑπαγωγικὴ Ernestius: ἐπαγωγικὴ MP
ἐπαγωσικὴ corr in ἐπαγωγικὴ B 13 τʼ Bv | συγκεκρομένη P</note>
<note type="footnote">15 τῶν ἀνδρί P 16 ψοφοδέης M</note>

<pb n="167"/>
ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης
ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος.
οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν
<milestone unit="1008"/> ἀπαιτεῖ διάλεκτον, ἀλλʼ ἔστιν ὥσπερ σώμασι πρέ-
πουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις <lb n="5"/>
ὀνομασία. τὸ δʼ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων
τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα
ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας
καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν
λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν <lb n="10"/>
ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας
καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην
ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.</p></div><div type="textpart" subtype="chapter" n="19"><p>19 εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτʼ ἐγὼ καὶ ἔστιν ἐν
ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ <lb n="15"/>
βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως
ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην
διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν
ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων.
<milestone unit="1009"/> ἐνῆν | μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ ‘τίς γὰρ ἂν <lb n="20"/>
ἄλλοθεν ἐπελθών’ τὸ ‘καὶ μὴ συνδιεφθαρμένος ἡμῖν,
ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις·’ δυνάμει γὰρ
ἄμφω ταὐτά. καὶ ἐν τῷ ‘οἳ φιλοτιμούμεθα μὲν ἐπὶ
τοῖς τῶν προγόνων ἔργοις’ τὸ ‘καὶ τὴν πόλιν ἐκ τῶν
τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν’· τὸ γὰρ αὐτὸ <lb n="25"/>
<note type="footnote">2 κρούτος P 5 ἑσθὴς MB | τις ὀνομασία Sylburgius: τοῖς
ὀνόμασι 7 μαλακῶν Sadaeus: ἐκλεκτῶν | ἐκλογὴ Pv 13 δόσιν
multos offendit cf p 1103. 1112 15 ἐνδεέτερος P 16 τοῖς
BP | ἀρτ[ί]ως comm ras M 17 οὖν Sylburgius 18 ὀλίγοις
τοῖς Sadaeus 20 τῷ alterum suppleuit B² 23 καὶ] ἐστιν
P | οἱ P</note>

<pb n="168"/>
φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ ‘οὐδὲν δὲ
τῶν αὐτῶν ἐκείνοις πράττομεν’ τὸ ‘ἀλλὰ πᾶν τοὐναντίον’·
ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε
μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν
<lb n="5"/> καὶ χαριεστέραν· ‘τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ
ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν
ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν
ἐκείνοις πράττομεν’; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα
καθʼ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν
<lb n="10"/> ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν,
τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις
οὕτως ἐστὶν αὐτῷ, πλα|τεῖα δὲ καὶ ἀσυγκρότητος <milestone unit="1010"/>
πῶς; ‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς
Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν,
<lb n="15"/> ἡμεῖς δὲ <del>καὶ</del> καταδουλούμενοι καὶ τἀναντία
τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν
τιμὴν ἐκείνοις ἕξομεν’, ταῦτα κεκολπωμένα σφίγξαι
μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι·
‘κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες
<lb n="20"/> ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι
καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων
<note type="footnote">10 scholion μακροτέρα ἡ λέξις γίνεται ταῖς ἀναδιπλώσεσι
τῶν κώλων, πλατεῖα δὲ ταῖς περιττολογίαις τῶν λέξεων καὶ τῇ
ἐπισωρεύσει τῶν ὀνομάτων mg M</note>
<note type="footnote">3 δέ γε Sadaeus: τε γὰρ 4 τοῖν] τῶν MBPv | δυεῖν v</note>
<note type="footnote">6 οἱ P 9 οὐκ ἀναγκαίαν—περίοδον in mg suppleuit M2</note>
<note type="footnote">11 κομψοτέραν ex τέραν postea effecit M 12 ante πλατεῖα
fenestra III litt in B τεῖα cum lacuna XII fere litt M | καὶ
om P 13 κἀκεῖνο BP | μὲν ἐλευ postea add M 14 βοη-
θοῦντας M ita ut θοῦντας postea insertum sit | αὐτὰς BP
15 καὶ deest p 1002 17 ἐκείνοις τιμὴν v 18 στρογγυλώτερα
Sylburgius: στρογγυλότερα 19 μὴν B 21 διολύντες BP
</note>

<pb n="169"/>
τευξόμεθα’. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε
εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· ‘οἳ τοσοῦτον ἀπολελείμμεθα
καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ᾿
ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς
τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν <lb n="5"/>
ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες
<milestone unit="1011"/> τοὺς βαρβάρους ἐνίκησαν’. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι
τὸ πλάτος οὕτως ἐξενέγκαντα· ‘οἳ τοσούτῳ
χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ
σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον <lb n="10"/>
καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν’.
μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα.
ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ
κατ᾿ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα
ἐν πλάτει λέγεται. </p><lb n="15"/></div><div type="textpart" subtype="chapter" n="20"><p>ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς
ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν
τοιαύτην· ‘τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων
οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν
μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα <lb n="20"/>
ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς
ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν
σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην
<milestone unit="1012"/> ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆ|θος
ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα <lb n="25"/>
<note type="footnote">2 οἱ P 6 -χοῦντες — δέ γε desunt in P sine lacunae
indicio ἐμμαχοῦντες B ut uidetur, deinde inserit ἐκλʼ ἐξέλι-
πον: deleuit B2 7 ἐξῆν δέ γε om v cum lacuna | συστρέψαι
Sylburgius 8 ἐξενεγκᾶνα P ἐξενέγκᾶνα B ἐξενέγκασθαι B2
in mg 16 ἔχουσά πως ἐστὶν ἡ λέξις τῷ MBP: corr Sylburgius</note>
<note type="footnote">18 τοιαύτην Krüger: ταύτην τοσούτω B² mg cf p 1004</note>
<note type="footnote">23 δὲ v</note>

<pb n="170"/>
τοῖς στρατοπέδοις’. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν
στρογγυλωτέραν; ‘ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν
τῶν προγόνων, τὰ δʼ ἄλλα βελτίους, οὐ λέγω τῶν
εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων.
<lb n="5"/> καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ
πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν
τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ
ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν
σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες
<lb n="10"/> ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι
πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας’.
ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ
οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις
λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν
<lb n="15"/> ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν.
εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ
τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι.
διαδέ|χεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν<milestone unit="1013"/>
ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· ‘καὶ τότε
<lb n="20"/> μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ
δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ᾿
ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις
χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ
ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν
<lb n="25"/> ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν,
οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
<note type="footnote">1 φέρε δὴ Sadaeus | εἰπεῖν] an ποιεῖν? 5 πλεῖστον P
7 πολέμους Sylburgius | ἀλλʼ v 10 τοσοῦτο MB | μισθοφό-
ροι P 11 καὶ fort tollendum est 14 μοίρα οἰόμαι P
17 ἔχ[οι] cum ras M 19 ἀντίθεσις delet Vliet 20 τοῦ μὲν P</note>
<note type="footnote">22 ὁπλήταις P</note>

<pb n="171"/>
ὀλίγῳ πρότερον εἶπον, μεθʼ ὅπλων κινδυνεύουσιν’. ἐν
τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος (γενναία
γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος), τὸ δὲ τῆς
λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει
καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ <lb n="5"/>
δʼ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ
διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν
ζητοῦσα τὴν ἀκοήν. ἀλλʼ εὖ τοῖς σχήμασιν ἔχει πρὸς
<milestone unit="1014"/> ἀγῶνας πολλοῖς οὖσι καὶ | ποικίλοις καὶ διὰ τούτων
παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ <lb n="10"/>
ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα
τὴν ἀκοὴν ταῦτʼ ἔστι τὰ μειρακιώδη πάρισα καὶ
τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα
ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα
ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ <lb n="15"/>
νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων
ἑκάστη διʼ ἀντιθέτων κατεσκεύασται, ὥστʼ ἀποκναίειν
τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὅ δὲ λέγω, τοιοῦτόν
ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ
τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ <lb n="20"/>
ἡμεῖς δέ, <add cause="omitted">καί·</add> κἀκεῖνοι <add cause="omitted">μὲν ἡμεῖς δέ,</add> καί· τότε
μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο
μὲν τοῦτο δέ. ταῦτʼ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς
<note type="footnote">1 ἐν] ἐκ P 2 λήματος Sylburgius: λήμματος 4 ἔνδει
siue ἔοδει P 8 εὖ] ἐν MBP v | πρὸς] τοὺς MBPv 10 πα-
θαίνει om M cum lac XI litt 11 ἐκλύον postea inseruit M |
αὐτοῖς Pv | ἀποστρ[έφ]οντα cum ras M 12 ταῦτʼ Krüger:
τοῦτʼ 15 ἀντίθεσις— πρὸς ἓν om Pv | αὖ τοῦ νοήματος
Vliet (νοήματος B sec Capperonerium) 17 ἀντιθέντων P |
κατασκεύασται M1 19 πάσις P 20 οἱ Sadaeus: ἐκεῖνος MB
ἐκεῖνοι P v 21 καί add Sadaeus | κἀκεῖνοι καὶ· τότε μὲν,
νῦν δὲ καὶ· ὅσον ὁ μὲν, ἡμεῖς δὲ M, om BP v: corr Sadaeus
23 ἐκεῖνος ταῦτʼ B sed ἐκεῖνος lineola subducta deletur
</note>

<pb n="172"/>
κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι
σχημά|των, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, <lb n="1015"/>
οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει
τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ
<lb n="5"/> ταῦθʼ ἱκανά.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>