<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg006.perseus-grc2:19-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg006.perseus-grc2:19-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg006.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="19"><p>μηχαναὶ δὲ ἐφεστάντων τῷ κέρᾳ ἑκατέρῳ, ὡς πορρωτάτω προσιόντων τῶν πολεμίων ἐξακοντίζειν, καὶ αὗται κατόπιν τῆς πάσης φάλαγγος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="20"><p>τὸ δὲ ἱππικὸν σύμπαν κατὰ ἴλας καὶ λόχους ὀκτὼ συντεταγμένον ἐφεστάτω τοῖς πεζοῖς, τὸ μὲν τοῖς κέρασιν ἑκατέροις προβολὴν ἔχον τοὺς ὁπλίτας πρὸ σφῶν καὶ τοὺς τοξότας, λόχοι δύο· <milestone unit="blancard_page" n="105"/> τὸ δὲ τῇ μέσῃ φάλαγγι, λόχοι ἕξ μημιον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="21"><p> τούτων δὲ ὅσοι μὲν ἱπποτοξόται πλησίον τῆς φάλαγγος ἐφεστάντων, ὡς ὑπερτοξεύειν ὑπὲρ αὐτήν· ὅσοι δὲ λογχοφόροι ἢ κοντοφόροι ἢ μαχαιροφόροι ἢ πελεκοφόροι ἐς τὰ πλάγιά τε ἑκατέρωθεν ὁρώντων καὶ τὸ σύνθημα προσμενόντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="22"><p> οἱ δὲ ἐπίλεκτοι ἱππῆς ἀμφʼ αὐτὸν Ξενοφῶντα ἔστων, καὶ τῶν ἀπὸ τῆς φάλαγγος πεζῶν ὅσον ἐς διακοσίους, οἱ σωματοφύλακες, καὶ ἑκατόνταρχοι ὅσοι τοῖς ἐπιλέκτοις συντεταγμένοι, καὶ οἱ τῶν σωματοφυλάκων ἡγεμόνες, καὶ δέκαρχοι οἱ τῶν ἐπιλέκτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="23"><p> ἔστων δὲ ἀμφʼ αὐτὸν ας ἑκατὸν κούφων λογχοφόρων, ὡς πᾶσαν ἐπιφοιτῶν τὴν φάλαγγα ὅπου τι ἐνδεὲς καταμανθάνοι, ἐκεῖνο ἴδῃ καὶ θεραπεύσῃ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="24"><p> ἡγείσθω δὲ τοῦ μὲν δεξιοῦ κέρως παντὸς σὺν τῷ ἱππικῷ Οὐάλης, ὅσπερ καὶ τῆς πεντεκαιδεκάτης φάλαγγος ἡγεμών ἐστιν· <milestone unit="blancard_page" n="106"/> τοῦ δὲ ἀριστεροῦ οἱ χιλίαρχοι τῆς δωδεκάτης. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="25"><p>οὕτω δὲ ταχθέντων σιγὴ ἔστω ἔστʼ ἂν πελάσωσιν ἐντὸς βέλους οἱ πολέμιοι· πελαζόντων δὲ ἤδη ὡς <pb n="p.84"/> μέγιστον καὶ φοβερώτατον ἀλαλάζειν σύμπαντας τῷ Ἐνυαλίῳ, καὶ βέλη τε ἀπὸ μηχανῶν καὶ λίθους ἀφίεσθαι καὶ βέλη ἀπὸ τόξων, καὶ τὰς λόγχας οἱ λογχοφόροι ἀκοντιζόντων, οἵ τε ψιλοὶ καὶ οἱ θειασταί. φερέσθων δὲ καὶ λίθοι ἐς τοὺς πολεμίους ἀπὸ τοῦ συμμαχικοῦ ἐκ τῶν ὑπερδεξίων, καὶ τὸ πᾶν ἀκροβολισμὸς ἔστω πανταχόθεν ὡς ἔνι πυκνότατος ἐς τάραξίν τε τῶν ἵππων καὶ ὄλεθρον τῶν ἱππέων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="26"><p> καὶ ἐλπὶς μὲν ὑπὸ ἀδιηγήτου πλήθους τῶν βελῶν μὴ ἐπὶ πλέον πελάσειν τῇ πεζικῇ φάλαγγι ἐπελαύνοντας τοὺς Σκύθας· εἰ δὲ δὴ πελάζοιεν, ἐγχρίμψαντας ταῖς ἀσπίσι καὶ τοῖς ὤμοις ἀντερείσαντας δέχεσθαι τὴν προσβολὴν ὡς καρτερώτατα καὶ τῇ συγκλείσει πυκνοτάτῃ τὰς πρώτας τρεῖς τάξεις συνερειδούσας σφίσιν ὡς βιαιότατον οἷόν τε· τὴν τετάρτην δὲ ὑπερακοντίζειν τὰς λόγχας· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tl0074.tlg006.perseus-grc2" n="27"><p> καὶ τὴν πρώτην παίειν ἢ ἀκοντίζειν τοῖς κοντοῖς ἀφειδῶς ἔς τε ἵππους καὶ αὐτούς. <milestone unit="blancard_page" n="107"/> ἀπωσθέντων δὲ εἰ μὲν φυγὴ λαμπρὰ γένοιτο, διαχωρεῖν ἤδη τὰς πεζικὰς τάξεις καὶ ἐπελαύνειν τοὺς ἱππέας, μὴ πάντας τοὺς λόχους ἀλλὰ τοὺς ἡμίσεας· </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>