<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:27-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1:27-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="27"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τί δ’ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ξῴώοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεξα κοινή" καὶ φιλίας μεσῖτιν τράπεζαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ’ αὐτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑχάστῳ τὸ μετ᾿ ἄλλου. καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα. <milestone unit="Reitz_page" n="428"/> αἱ μὲν οὖν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντὲς ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ προσἐχτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκτεῖ τὴν ἄρρενα. καλὸν δ’ οἶμαι, μὴ φιλαύτως ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν ἀποίσονται, σκοπεῖν ὅλην παρά του λαμβάνοντας ἡδονήν, ἀλλ’ ἐκεῖνο μερισαμένους οὗ τυγχάνουσιν ἀντιπαρασχεῖν ὅμοια. τοῦτο δ᾽ οὐκ ἂν ἐπὶ παίδων εἴποι τις, οὐχ οὕτω μέμηνεν, ἀλλ’ ὁ μὲν διαθείς, ᾖ νομίζει ποτὲ ταῦτα, τὴν ἡδονὴν ἐξαίρετον λαβὼν ἀπέρχεται, τῷ δὲ ὑβρισμένῳ κατ’ ἀρχὰς μὲν ὀδύναι καὶ δάκρυα, μικρὸν δὲ ὑπὸ χρόνου τῆς ἀλγηδόνος χαλασασης πλέον, ὥς φασιν, οὐδὲν ἂν ὀχλήσειας, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. εἰ δὲ δεῖ τι καὶ περιεργότερον εἰπεῖν — δεῖ δὲ ἐν Ἀφροδίτης τεμένει — γυναικὶ μέν, ὦ Καλλικρατίδα, καὶ παιδικώτερον χρώμενον ἔξεστιν εὐφρανθῆναι διπλασίας ἀπολαύσεως ὁδοὺς ἀνοίξαντα. τὸ δὲ ἄρρεν οὐδενὶ τρόπῳ χαρίζεται θήλειαν ἀπόλαυσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="28"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ὥστ’ εἰ ἡ μὲν <pb facs="operaexrecogniti02luciuoft_0246"/> καὶ ὑμῖν ἀρέσκειν δύναται, πρὸς ἀλλήλους ἡμεῖς ἀποτειχισωμεθα, εἰ δὲ τοῖς ἄρρεσιν εὐπρεπεῖς αἱ μετὰ ἀρρένων <milestone unit="Reitz_page" n="429"/> ὁμιλίαι, πρὸς τὸ λοιπὸν ἐράτωσαν ἀλλήλων καὶ γυναῖκες. ἄγε νῦν, ὦ νεώτερε χρόνε καὶ τῶν ξένων ἠδονῶν νομοθέτα, καινὰς ὁδοὺς ἄρρενος τρυφῆς ἐπινοήσας χάρισαι τὴν ἴσην ἐξουσίαν καὶ γυναιξίν, ἀλλήλαις ὁμιλείτωσαν ὡς ἄνδρες· ἀσελγῶν δὲ ὀργάνων ὑποζυγωσαμεναι τέχνασμα, ἀσπόρων τεράστιον αἴνιγμα, κοιμάσθωσαν γυνὴ μετὰ γυναικὸς ὡς ἀνήρ· τὸ δὲ εἰς ἀκοὴν σπανίως ἧκον ὄνομα — αἰσχύνομαι καὶ λέγειν — τῆς τριβακῆς ἀσελγείας ἀνέδην πομπευέτω. πᾶσα δ’ ἡμῶν ἡ γυναικωνῖτις ἔστω Φιλαινὶς ἀνδρογύνους ἔρωτας ἀσχημονοῦσα. καὶ πόσῳ κρεῖττον εἰς ἄρρενα τρυφὴν βιάζεσθαι γυναῖκα ἢ τὸ γενναῖον ἀνδρῶν εἰς γυναῖκα θηλύνεσθαι;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="29"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι <milestone unit="Reitz_page" n="430"/> προσδοκήσας οὐκ οἶδ’ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περίκλειον δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας ἐν ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="30"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας — ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι — λόγων ἀμοιβαίων ἐνάρχεται· Εἰ γυναιξὶν <pb facs="operaexrecogniti02luciuoft_0247"/> ἐκκλησία καὶ δικαστήρια καὶ πολιτικῶν πραγμάτων ἦν μετουσία, στρατηγὸς ἂν ἢ προστάτης ἐκεχειροτόνησο καί σε χαλκῶν ἀνδριάντων ἐν ταῖς ἀγοραῖς, ὦ Χαρίκλεις, ἐτίμων. σχεδὸν γὰρ οὐδὲ αὐταὶ περὶ αὑτῶν, ὁπόσαι προὔχειν κατὰ σοφίαν ἐδόκουν, εἴ τις αὐταῖς τήν <milestone unit="Reitz_page" n="431"/> τοῦ λέγειν ἐξουσίαν ἐφῆκεν, οὕτω μετὰ σπουδῆς ἂν εἰπον, οὐχ ἡ Σπαρτιάταις ἀνθωπλισμένη Τελέσιλλα, δι᾿ ἣν ἐν Ἄάργει θεὸς ἀριθμεῖται γυναικῶν Ἄρης· οὐχὶ τὸ μελιχρὸν αὔχημα Λεσβίων Σαπφὼ καὶ ἡ τῆς Πυθαγορείου σοφίας θυγάτηρ Θεανῶ· τάχα δ’ οὐδὲ Περικλῆς οὕτως ἂν Ἀσπασίᾳ συνηγόρησεν. ἀλλ’ ἐπειδήπερ εὐπρεπὲς ἄρρενας ὑπὲρ θηλειῶν λέγειν, εἴπωμεν καὶ ἄνδρες ὑπὲρ ἀνδρῶν. σὺ δὲ ἵλεως, Ἀφροδίτη, γενοῦ· καὶ γὰρ ἡμεῖς τὸν σὸν Ἔρωτα τιμῶμεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="31"><sp rend="merge; align(indent)"><speaker>Λυκίνος</speaker><p>Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων <milestone unit="Reitz_page" n="432"/> ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ’ ἀμήχανον, <quote rend="blockquote"><l rend="align(indent)">ἦ γὰρ πολλὰ μεταξὺ</l><l>οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα,</l></quote> ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="32"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. <pb facs="operaexrecogniti02luciuoft_0248"/> καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ’ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθυ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς <quote rend="blockquote">σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</quote> ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός· <milestone unit="Reitz_page" n="433"/> ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν’ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="33"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι <milestone unit="Reitz_page" n="434"/> τοῦ καθ’ ἡμέραν λιμοῦ φάρμακον ζξήτουν, εἶθ’ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἐλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ <pb facs="operaexrecogniti02luciuoft_0249"/> μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ’ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ’ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μα νεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="34"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τί δ’; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄν θρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπή λυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μί μησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυ τοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ <milestone unit="Reitz_page" n="435"/> ταῦτα τέχναι τὸν χρόνον λαβοῦσαι διδάσκαλον ἀντὶ μὲν λιτῆς ὑφῆς τὸ κάλλιον ἐποίκιλαν, ἀντὶ δὲ εὐτελῶν δωματίων ὑψηλὰ τέρεμνα καὶ λίθων πολυτέλειαν ἐμηχανήσαντο καὶ γυμνὴν τοίχων ἀμορφίαν εὐανθέσι βαφαῖς χρωμάτων κατέγραψαν. πλὴν ἑκάστη γε τούτων τῶν τεχνῶν καὶ ἐπιστημῶν ἄφωνος οὖσα καὶ βαθεῖαν ἐπιτεθειμένη λήθην ὡς ἀπὸ μακρᾶς δύσεως κατὰ μικρὸν εἰς τὰς ἰδίας ἀνέτειλεν ἀκτῖνας· ἕκαστος γὰρ εὑρῶν τι παρε δίδου τῷ μετ΄ αὐτον’ εἰθ’ ἡ διαδοχὴ τῶν λαμβανόντων οἷς ἔμαθεν ἤδη προστιθεῖσα, τὸ ἐνδέον ἐπλήρωσε.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="35"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον <milestone unit="Reitz_page" n="436"/> ἥξειν, ἵνα τῇ θείᾳ φιλοσοφίᾳ καὶ τὸ παιδεραστεῖν συνακμάσῃ. μὴ δῆτα, Χαρίκλεις, ὃ μὴ πρότερον εὕρητο, τοῦτο ἐπινοηθὲν αὖθις ὡς φαῦλον εὔθυνε, μηδ’ ὅτι τῶν παιδικῶν ἐρώτων αἱ γυναικεῖαι σύνοδοι πρεσβυτέρους ἐπιγράφονται χρόνους, ἐλάττου θάτερον· ἀλλὰ τὰ μὲν παλαιὰ τῶν ἐπιτηδευμάτων ἀναγκαῖα νομίζωμεν, ἃ δὲ <pb facs="operaexrecogniti02luciuoft_0250"/> αὖθις ἐνευσχολήσας τοῖς λογισμοῖς ὁ βίος ἐπεξεῦρεν, ὡς ἐκείνων ἀμείνω τιμητέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="36"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως <milestone unit="Reitz_page" n="437"/> ἄν τις ἕλοιτο, ταῦτα τοῖς μὴ δυναμένοις λογίζεσθαι δι’ ἀφροσύνην οὐκ ἔνεστιν ἔχειν. ἐπεί τοι Προμηθεὺς ἢ θεῶν τις ἄλλος εἰ νοῦν ἑκάστῳ συνέξευξεν ἀνθρώπινον, οὐκ ἂν ἐρημία καὶ βίος ὄρειος αὐτοὺς ἐποίμαινεν οὐδὲ ἀλλήλους τροφὴν εἶχον, ἐξ ἴσου δὲ ἡμῖν ἱερὰ δειμάμενοι καὶ μέσην ἑστίαν τῶν ἰδίων ἕκαστος οἰκῶν ὑπὸ τοῖς κοινοῖς ἐπολιτεύοντο νόμοις. τί δὴ παράδοξον, εἰ ζῷα τῆς φύσεως κατάκριτα μηδὲν ὧν λογισμοὶ παρέχονται, παρὰ τῆς προνοίας λαβεῖν ηὐτυχηκότα προσαφῄρηται, μετὰ τῶν ἄλλων καὶ τὰς ἄρρενας ἐπιθυμίας; οὐκ ἐρῶσι λέοντες. οὐδὲ γὰρ φιλοσοφοῦσιν· οὐκ ἐρῶσιν ἄρκτοι, τὸ γὰρ ἐκ φιλίας καλὸν οὐκ ἴσασιν. ἀνθρώποις δ᾽ ἡ μετ᾽ ἐπιστήμης φρόνησις ἐκ τοῦ πολλάκις πειρᾶσαι τὸ κάλλιστον ἑλομένη βεβαιοτάτους ἐρώτων ἐνόμισε τοὺς ἄρρενας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="37"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου <milestone unit="Reitz_page" n="438"/> συμφορήσας ἑταιρικὰ διηγήματα γυμνῷ τῷ λόγῳ τῆς σεμνότητος ἡμῶν καταπόμπευε μηδὲ τὸν οὐράνιον Ἔρωτα τῷ νηπίῳ συναρίθμει, λογίζου δὲ ὀψὲ μὲν ἡλικίας τὰ τοιαῦτα μεταμανθάνων, ὅμως δ’ οὖν λογίζου νῦν γε, ἐπειδήπερ οὐ πρότερον, ὅτι διπλοῦς θεὸς ὁ Ἔρως, οὐ κατὰ μίαν ὁδὸν φοιτῶν οὐδὲ ἑνὶ πνεύματι τὰς ἡμετέρας ψυχὰς ἐρεθίζων, ἀλλ’ ὁ μέν, ὡς ἄν, οἶμαι, κομιδῇ νήπια  <pb facs="operaexrecogniti02luciuoft_0251"/> φρονῶν, οὐδενὸς αὐτοῦ τὴν διάνοιαν ἡνιοχεῖν δυναμένου λογισμοῦ, πολὺς ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθροίζεται, μάλιστα δὲ αὐτῷ γυναικεῖοι πόθοι μέλουσιν· οὗτός ἐστιν ὁ τῆς ἐφημέρου ταύτης ὕβρεως ἑταῖρος ἀκρίτῳ φορᾷ πρὸς τὸ βουλόμενον ἄγων. ἕτερος δὲ Ἔρως Ὠγυγίων πατὴρ χρόνων, σεμνὸν ὀφθῆναι καὶ πάντοθεν ἱεροπρεπὲς θέαμα, σωφρονούντων ταμίας παθῶν ἤπια ταῖς ἑκάστου διανοίαις ἐμπνεῖ, καὶ λαχόντες ἵλεω τοῦδε τοῦ δαίμονος ἡδονὴν ἀρετῇ μεμιγμένην ἀσπαζόμεθα· δισσὰ <milestone unit="Reitz_page" n="439"/> γὰρ ὄντως κατὰ τὸν τραγικὸν πνεύματα πνεῖ ὁ Ἔρως, ἑνὸς δὲ ὀνόματος οὐχ ὅμοια τὰ πάθη κεκοινώνηκε· καὶ γὰρ Αἰδὼς ὠφελείας ὁμοῦ καὶ βλάβης ἀμφίβολός ἐστι δαίμων· Αἰδὼς ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. οὐ μὴν οὐδ’ Ἐρίδων γένος ἔστιν ἕν, ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύω, τὴν μέν κεν ἐπαινήσειε νοήσας. ἡ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. οὐδὲν οὖν παράδοξον, εἰ πάθος ἀρετῇ κοινὴν προσηγορίαν ἔχειν ἔτυχεν, ὥστε ἔρωτα καλεῖσθαι καὶ τὴν ἀκόλαστον ἡδονὴν καὶ τὴν σωφρονοῦσαν εὔνοιαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="38"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>Γάμους οὖν, φησί, τὸ μηδὲν οἴει, καὶ τὸ θῆλυ τοῦ βίου φυγαδεύεις, ἵνα πῶς μείνωμεν ἄνθρωποι; ξηλωτὸν μὲν ἦν κατὰ τὸν σοφώτατον Εὐριπίδην, εἰ δίχα τῆς πρὸς γυναῖκας συνόδου φοιτῶντες ἐπὶ ἱερὰ καὶ ναοὺς ἀργύρου καὶ χρυσοῦ τέκνα ὑπὲρ τῆς διαδοχῆς ἐωνούμεθα· ἀνάγκη γὰρ βαρὺν κατ’ αὐχένων ξυγὸν ἡμῖν ἐπιθεῖσα τοῖς κελευομένοις πειθαρχεῖν βιάζεται. τὸ μὲν οὖν καλὸν αἱρώμεθα τοῖς λογισμοῖς, εἰκέτω δὲ τῇ ἀνάγκῃ τὸ χρειῶδες. <milestone unit="Reitz_page" n="440"/> ἄχρι τέκνων γυναῖχες ἀριθμὸς ἔστωσαν, ἐν δὲ τοῖς ἄλλοις ἄπαγε, μή μοι γένοιτο. τίς γὰρ ἂν εὖ φρονῶν ἀνέχεσθαι δύναιτο ἐξ ἑωθινοῦ γυναικὸς ὡραϊσμένης ἐπικτήτοις σοφίσμασιν, ἧς ὁ μὲν ἀληθῶς χαρακτὴρ ἄμορφος. <pb facs="operaexrecogniti02luciuoft_0252"/> ἀλλότριοι δὲ κόσμοι τὸ τῆς φύσεως ἀπρεπὲς βουκολοῦσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="39"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς <milestone unit="Reitz_page" n="441"/> κακοδαιμονίας, ἐν οἷς ὀδόντων σμηκτικαὶ δυνάμεις ἢ βλέφαρα μελαίνουσα τέχνη θησαυρίζεται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1" n="40"><sp rend="merge"><speaker>Λυκίνος</speaker><p>τὸ δὲ πλεῖστον ἀναλίσκει μέρος ἡ πλοκὴ τῶν τριχῶν· αἱ μὲν γὰρ φαρμάκοις ἐρυθαίνειν δυναμένοις πρὸς ἡλίου μεσημβρίαν τοὺς πλοκάμους ἴσα ταῖς τῶν ἐρίων χροιαῖς ξανθῷ μεταβάπτουσιν ἄνθει τὴν ἰδίαν κατακρίνουσαι φύσιν· ὁπόσαις δὲ ἀρκεῖν ἡ μέλαινα χαίτη νομίζεται, τὸν τῶν γεγαμηκότων πλοῦτον εἰς ταύτην ἀναλίσκουσιν ὅλην Ἀραβίαν σχεδὸν ἐκ τῶν τριχῶν ἀποπνέουσαι, σιδηρᾶ τε ὄργανα πυρὸς ἀμβλείᾳ φλογὶ χλιανθέντα βία τὴν ἑλίκων οὐλότητα διαπλέκχει, καὶ περίεργοι μὲν αἱ μέχρι τῶν ὀφρύων ἐφειλκυσμέναι κόμαι βραχὺ τῷ μετώπῳ τὸ μεταίχμιον ἀφιᾶσι, σοβαρῶς δὲ ἄχρι τῶν μεταφρένων οἱ ὄπισθεν ἐπισαλεύονται πλόκαμοι.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>