<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:79-89</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2:79-89</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="79"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δʼ <milestone n="79" unit="page"/><milestone unit="section" resp="Stephanus" n="79a"/> ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα, ὦ Μένων, παίζεις πρός με;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τί δή, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθʼ ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή <milestone unit="section" resp="Stephanus" n="79b"/> ἐστιν οἷόν τʼ εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης· τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι· τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων. τί οὖν δὴ τοῦτο λέγω; ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου <milestone unit="section" resp="Stephanus" n="79c"/> ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια. δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη; τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν. ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλʼ οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="79d"/><label>ΣΩ.</label> εἰ γὰρ καὶ μέμνησαι, ὅτʼ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουΜένων καὶ μήπω ὡμολογηΜένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ <milestone unit="section" resp="Stephanus" n="79e"/> τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις· ἢ οὐδέν σοι δοκῶ λέγειν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς· τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="80"><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι <milestone n="80" unit="page"/><milestone unit="section" resp="Stephanus" n="80a"/> σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν· καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, <del>ναρκᾶν</del>· ἀληθῶς γὰρ ἔγωγε καὶ <milestone unit="section" resp="Stephanus" n="80b"/> τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδʼ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδʼ ἀποδημῶν· εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχʼ ἂν ὡς γόης ἀπαχθείης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τί μάλιστα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="80c"/><label>ΣΩ.</label> γιγνώσκω οὗ ἕνεκά με ᾔκασας.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνος δὴ οἴει;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι—λυσιτελεῖ γὰρ αὐτοῖς· καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες—ἀλλʼ οὐκ ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή, οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ <milestone unit="section" resp="Stephanus" n="80d"/> ἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις; ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="80e"/><label>ΣΩ.</label> μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="81"><p><said who="#Μένων"><milestone n="81" unit="page"/><milestone unit="section" resp="Stephanus" n="81a"/><label>ΜΕΝ.</label> οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔχεις λέγειν ὅπῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα—</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνα λόγον λεγόντων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι <milestone unit="section" resp="Stephanus" n="81b"/> διδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν. ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν—ὃ δὴ ἀποθνῄσκειν καλοῦσι—τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δʼ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον· οἷσιν γὰρ ἂν—
	<cit><quote type="verse"><l>Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος</l><l>δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ</l><l>ἀνδιδοῖ ψυχὰς πάλιν,</l><milestone unit="section" resp="Stephanus" n="81c"/><l>ἐκ τᾶν βασιλῆες ἀγαυοὶ</l><l>καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι</l><l>ἄνδρες αὔξοντʼ· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται.</l></quote><bibl>Pind. fr. 133 Bergk</bibl></cit> 
	ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν· ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τʼ εἶναι αὐτὴν ἀναμνησθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως <milestone unit="section" resp="Stephanus" n="81d"/> ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα—ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι—τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν· τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε <milestone unit="section" resp="Stephanus" n="81e"/> δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="82"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ <milestone n="82" unit="page"/><milestone unit="section" resp="Stephanus" n="82a"/> νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλʼ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλʼ ὑπὸ τοῦ ἔθους· ἀλλʼ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν <milestone unit="section" resp="Stephanus" n="82b"/> ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε. δεῦρο πρόσελθε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε σφόδρα, οἰκογενής γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλὰ προσέξω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν <milestone unit="section" resp="Stephanus" n="82c"/> τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><milestone unit="section" resp="Stephanus" n="82d"/> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> γίγνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τέτταρες, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσων οὖν ἔσται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται <milestone unit="section" resp="Stephanus" n="82e"/> ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶδεν οὖν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="83"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.<milestone unit="para" ed="P"/>σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ <milestone n="83" unit="page"/><milestone unit="section" resp="Stephanus" n="83a"/> διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται <milestone unit="section" resp="Stephanus" n="83b"/> γένωνται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ποσαπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τῆς διπλασίας <milestone unit="section" resp="Stephanus" n="83c"/> ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><add>ναί.</add></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ <milestone unit="section" resp="Stephanus" n="83d"/> τοσησδί; ἢ οὔ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε δοκεῖ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="83e"/><label>ΣΩ.</label> πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τρίποδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἐννέα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ δῆτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="84"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ <milestone n="84" unit="page"/><milestone unit="section" resp="Stephanus" n="84a"/> εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλʼ οὖν ᾤετό γʼ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται <milestone unit="section" resp="Stephanus" n="84b"/> ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδʼ οἴεται εἰδέναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτό μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις <milestone unit="section" resp="Stephanus" n="84c"/> ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤνητο ἄρα ναρκήσας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος· <milestone unit="section" resp="Stephanus" n="84d"/> φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.<milestone unit="para" ed="P"/>λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία <milestone unit="section" resp="Stephanus" n="84e"/> τάδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="85"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν <milestone n="85" unit="page"/><milestone unit="section" resp="Stephanus" n="85a"/> <del>τινὰ</del> τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> γίγνονται γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ μανθάνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τέτταρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσα δὲ ἐν τῷδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δύο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> διπλάσια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε οὖν <milestone unit="section" resp="Stephanus" n="85b"/> ποσάπουν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώπουν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ ποίας γραμμῆς;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀπὸ ταύτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="85c"/><label>ΜΕΝ.</label> οὔκ, ἀλλʼ ἑαυτοῦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθʼ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς <milestone unit="section" resp="Stephanus" n="85d"/> ἐπιστήσεται περὶ τούτων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλʼ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ <milestone unit="section" resp="Stephanus" n="85e"/> δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλʼ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="86"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο <milestone n="86" unit="page"/><milestone unit="section" resp="Stephanus" n="86a"/> δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτʼ οὐκ ἦν ἄνθρωπος;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν ὅν τʼ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρʼ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται ἡ ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν ἢ οὐκ ἔστιν ἄνθρωπος.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="86b"/><label>ΣΩ.</label> οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δʼ ἐστὶν ὃ μὴ μεμνημένος—ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδʼ ὅπως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δʼ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ <milestone unit="section" resp="Stephanus" n="86c"/> δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτʼ ἐστὶν ἀρετή;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν. οὐ μέντοι, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, <milestone unit="section" resp="Stephanus" n="86d"/> ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδʼ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι—τί γὰρ χρὴ ποιεῖν; —ἔοικεν οὖν σκεπτέον <milestone unit="section" resp="Stephanus" n="86e"/> εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="87"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> λέγω δὲ τὸ ἐξ ὑποθέσεως ὧδε, ὥσπερ οἱ γεωμέτραι πολλάκις σκοποῦνται, ἐπειδάν τις ἔρηται αὐτούς, οἷον περὶ χωρίου, εἰ οἷόν τε ἐς τόνδε τὸν κύκλον τόδε τὸ χωρίον <milestone n="87" unit="page"/><milestone unit="section" resp="Stephanus" n="87a"/> τρίγωνον ἐνταθῆναι, εἴποι ἄν τις ὅτι <q>οὔπω οἶδα εἰ ἔστιν τοῦτο τοιοῦτον, ἀλλʼ ὥσπερ μέν τινα ὑπόθεσιν προὔργου οἶμαι ἔχειν πρὸς τὸ πρᾶγμα τοιάνδε· εἰ μέν ἐστιν τοῦτο τὸ χωρίον τοιοῦτον οἷον παρὰ τὴν δοθεῖσαν αὐτοῦ γραμμὴν παρατείναντα ἐλλείπειν τοιούτῳ χωρίῳ οἷον ἂν αὐτὸ τὸ παρατεταμένον ᾖ, ἄλλο τι συμβαίνειν μοι δοκεῖ, καὶ ἄλλο αὖ, εἰ ἀδύνατόν ἐστιν ταῦτα παθεῖν. ὑποθέμενος οὖν ἐθέλω <milestone unit="section" resp="Stephanus" n="87b"/> εἰπεῖν σοι τὸ συμβαῖνον περὶ τῆς ἐντάσεως αὐτοῦ εἰς τὸν κύκλον, εἴτε ἀδύνατον εἴτε μή.</q> οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθʼ ὅτι ἐστὶν οὔθʼ ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες· εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν; πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν—διαφερέτω δὲ μηδὲν ἡμῖν <milestone unit="section" resp="Stephanus" n="87c"/> ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα—ἀλλʼ ἆρα διδακτόν; ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γʼ ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτου μὲν ἄρα ταχὺ ἀπηλλάγμεθα, ὅτι τοιοῦδε μὲν ὄντος διδακτόν, τοιοῦδε δʼ οὔ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="87d"/><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ τοῦτο μετὰ τοῦτο σκεπτέον εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; ἄλλο τι ἢ ἀγαθὸν αὐτό φαμεν εἶναι τὴν ἀρετήν, καὶ αὕτη ἡ ὑπόθεσις μένει ἡμῖν, ἀγαθὸν αὐτὸ εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχʼ ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τινʼ αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιΜΕΝ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν <milestone unit="section" resp="Stephanus" n="87e"/> ἀρετῇ γʼ ἐσμὲν ἀγαθοί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ ἀγαθοί, ὠφέλιμοι· πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀνάγκη ἐκ τῶν ὡμολογημένων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεψώμεθα δὴ καθʼ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα. οὐχί;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="88"><p><said who="#Σωκράτης"><milestone n="88" unit="page"/><milestone unit="section" resp="Stephanus" n="88a"/><label>ΣΩ.</label> ταὐτὰ δὲ ταῦτά φαμεν ἐνίοτε καὶ βλάπτειν· ἢ σὺ ἄλλως φῂς ἢ οὕτως;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ, ἀλλʼ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή, ὅταν τί ἑκάστου τούτων ἡγῆται, ὠφελεῖ ἡμᾶς, καὶ ὅταν τί, βλάπτει; ἆρʼ οὐχ ὅταν μὲν ὀρθὴ χρῆσις, ὠφελεῖ, ὅταν δὲ μή, βλάπτει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν καὶ τὰ κατὰ τὴν ψυχὴν σκεψώμεθα. σωφροσύνην τι καλεῖς καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ εὐμαθίαν καὶ μνήμην καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ <milestone unit="section" resp="Stephanus" n="88b"/> τοιαῦτα;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή, τούτων ἅττα σοι δοκεῖ μὴ ἐπιστήμη εἶναι ἀλλʼ ἄλλο ἐπιστήμης, εἰ οὐχὶ τοτὲ μὲν βλάπτει, τοτὲ δὲ ὠφελεῖ; οἷον ἀνδρεία, εἰ μὴ ἔστι φρόνησις ἡ ἀνδρεία ἀλλʼ οἷον θάρρος τι· οὐχ ὅταν μὲν ἄνευ νοῦ θαρρῇ ἄνθρωπος, βλάπτεται, ὅταν δὲ σὺν νῷ, ὠφελεῖται;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σωφροσύνη ὡσαύτως καὶ εὐμαθία· μετὰ μὲν νοῦ καὶ μανθανόμενα καὶ καταρτυόμενα ὠφέλιμα, ἄνευ δὲ νοῦ βλαβερά;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ <milestone unit="section" resp="Stephanus" n="88c"/> σφόδρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν συλλήβδην πάντα τὰ τῆς ψυχῆς ἐπιχειρήματα καὶ καρτερήματα ἡγουμένης μὲν φρονήσεως εἰς εὐδαιμονίαν τελευτᾷ, ἀφροσύνης δʼ εἰς τοὐναντίον;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθʼ αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως <milestone unit="section" resp="Stephanus" n="88d"/> ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται. κατὰ δὴ τοῦτον τὸν λόγον ὠφέλιμόν γε οὖσαν τὴν ἀρετὴν φρόνησιν δεῖ τινʼ εἶναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὲν δὴ καὶ τἆλλα ἃ νυνδὴ ἐλέγομεν, πλοῦτόν τε καὶ τὰ τοιαῦτα, τοτὲ μὲν ἀγαθὰ τοτὲ δὲ βλαβερὰ εἶναι, ἆρα οὐχ ὥσπερ τῇ ἄλλῃ ψυχῇ ἡ φρόνησις ἡγουμένη ὠφέλιμα τὰ τῆς ψυχῆς ἐποίει, ἡ δὲ ἀφροσύνη βλαβερά, οὕτως αὖ <milestone unit="section" resp="Stephanus" n="88e"/> καὶ τούτοις ἡ ψυχὴ ὀρθῶς μὲν χρωμένη καὶ ἡγουμένη ὠφέλιμα αὐτὰ ποιεῖ, μὴ ὀρθῶς δὲ βλαβερά;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς δέ γε ἡ ἔμφρων ἡγεῖται, ἡμαρτημένως δʼ ἡ ἄφρων;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="89"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω δὴ κατὰ πάντων εἰπεῖν ἔστιν, τῷ ἀνθρώπῳ τὰ μὲν ἄλλα πάντα εἰς τὴν ψυχὴν ἀνηρτῆσθαι, τὰ δὲ τῆς ψυχῆς αὐτῆς εἰς φρόνησιν, εἰ <milestone n="89" unit="page"/><milestone unit="section" resp="Stephanus" n="89a"/> μέλλει ἀγαθὰ εἶναι· καὶ τούτῳ τῷ λόγῳ φρόνησις ἂν εἴη τὸ ὠφέλιμον· φαμὲν δὲ τὴν ἀρετὴν ὠφέλιμον εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνησιν ἄρα φαμὲν ἀρετὴν εἶναι, ἤτοι σύμπασαν ἢ μέρος τι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι καλῶς λέγεσθαι, ὦ Σώκρατες, τὰ λεγόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἂν εἶεν φύσει οἱ ἀγαθοί.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="89b"/><label>ΣΩ.</label> καὶ γὰρ ἄν που καὶ τόδʼ ἦν· εἰ φύσει οἱ ἀγαθοὶ ἐγίγνοντο, ἦσάν που ἂν ἡμῖν οἳ ἐγίγνωσκον τῶν νέων τοὺς ἀγαθοὺς τὰς φύσεις, οὓς ἡμεῖς ἂν παραλαβόντες ἐκείνων ἀποφηνάντων ἐφυλάττομεν ἂν ἐν ἀκροπόλει, κατασημηνάμενοι πολὺ μᾶλλον ἢ τὸ χρυσίον, ἵνα μηδεὶς αὐτοὺς διέφθειρεν, ἀλλʼ ἐπειδὴ ἀφίκοιντο εἰς τὴν ἡλικίαν, χρήσιμοι γίγνοιντο ταῖς πόλεσι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> εἰκός γέ τοι, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, <milestone unit="section" resp="Stephanus" n="89c"/> ἆρα μαθήσει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως νὴ Δία· ἀλλὰ μὴ τοῦτο οὐ καλῶς ὡμολογήσαμεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ μὴν ἐδόκει γε ἄρτι καλῶς λέγεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴ οὐκ ἐν τῷ ἄρτι μόνον δέῃ αὐτὸ δοκεῖν καλῶς λέγεσθαι, ἀλλὰ καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ ἔπειτα, εἰ μέλλει τι αὐτοῦ ὑγιὲς εἶναι.</said></p><p><said who="#Μένων"><milestone unit="section" resp="Stephanus" n="89d"/><label>ΜΕΝ.</label> τί οὖν δή; πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ, ὦ Μένων. τὸ μὲν γὰρ διδακτὸν αὐτὸ εἶναι, εἴπερ ἐπιστήμη ἐστίν, οὐκ ἀνατίθεμαι μὴ οὐ καλῶς λέγεσθαι· ὅτι δὲ οὐκ ἔστιν ἐπιστήμη, σκέψαι ἐάν σοι δοκῶ εἰκότως ἀπιστεῖν. τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="89e"/><label>ΣΩ.</label> οὐκοῦν τοὐναντίον αὖ, οὗ μήτε διδάσκαλοι μήτε μαθηταὶ εἶεν, καλῶς ἂν αὐτὸ εἰκάζοντες εἰκάζοιμεν μὴ διδακτὸν εἶναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔστι ταῦτα· ἀλλʼ ἀρετῆς διδάσκαλοι οὐ δοκοῦσί σοι εἶναι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>