<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:467-486</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:467-486</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="467"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ
<milestone n="467" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="467a"/>τέχνην τὴν ῥητορικὴν ἀλλὰ μὴ κολακείαν, ἐμὲ ἐξελέγξας; εἰ δέ με ἐάσεις ἀνέλεγκτον, οἱ ῥήτορες οἱ ποιοῦντες ἐν ταῖς πόλεσιν ἃ δοκεῖ αὐτοῖς καὶ οἱ τύραννοι οὐδὲν ἀγαθὸν τοῦτο κεκτήσονται, ἡ δὲ δύναμίς ἐστιν, ὡς σὺ φῄς, ἀγαθόν, τὸ δὲ ποιεῖν ἄνευ νοῦ ἃ δοκεῖ καὶ σὺ ὁμολογεῖς κακὸν εἶναι· ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς ἂν οὖν οἱ ῥήτορες μέγα δύναιντο ἢ οἱ τύραννοι ἐν ταῖς πόλεσιν, ἐὰν μὴ Σωκράτης ἐξελεγχθῇ ὑπὸ Πώλου ὅτι ποιοῦσιν ἃ βούλονται;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="467b"/><label>ΠΩΛ.</label> οὗτος ἀνήρ—</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔ φημι ποιεῖν αὐτοὺς ἃ βούλονται· ἀλλά μʼ ἔλεγχε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἄρτι ὡμολόγεις ποιεῖν ἃ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι, <del>τούτου πρόσθεν</del>;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ νῦν ὁμολογῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ οὖν ποιοῦσιν ἃ βούλονται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔ φημι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ποιοῦντες ἃ δοκεῖ αὐτοῖς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημί.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σχέτλιά γε λέγεις καὶ ὑπερφυῆ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ κακηγόρει, ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε <milestone unit="section" resp="Stephanus" n="467c"/> κατὰ σέ· ἀλλʼ εἰ μὲν ἔχεις ἐμὲ ἐρωτᾶν, ἐπίδειξον ὅτι ψεύδομαι, εἰ δὲ μή, αὐτὸς ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἐθέλω ἀποκρίνεσθαι, ἵνα καὶ εἰδῶ ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν σοι δοκοῦσιν οἱ ἄνθρωποι τοῦτο βούλεσθαι ὃ ἂν πράττωσιν ἑκάστοτε, ἢ ἐκεῖνο οὗ ἕνεκα πράττουσιν τοῦθʼ ὃ πράττουσιν; οἷον οἱ τὰ φάρμακα πίνοντες παρὰ τῶν ἰατρῶν πότερόν σοι δοκοῦσιν τοῦτο βούλεσθαι ὅπερ ποιοῦσιν, πίνειν τὸ φάρμακον καὶ ἀλγεῖν, ἢ ἐκεῖνο, τὸ ὑγιαίνειν, οὗ ἕνεκα πίνουσιν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον ὅτι τὸ <milestone unit="section" resp="Stephanus" n="467d"/> ὑγιαίνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ οἱ πλέοντές τε καὶ τὸν ἄλλον χρηματισμὸν χρηματιζόμενοι οὐ τοῦτό ἐστιν ὃ βούλονται, ὃ ποιοῦσιν ἑκάστοτε (τίς γὰρ βούλεται πλεῖν τε καὶ κινδυνεύειν καὶ πράγματʼ ἔχειν;) ἀλλʼ ἐκεῖνο οἶμαι οὗ ἕνεκα πλέουσιν, πλουτεῖν· πλούτου γὰρ ἕνεκα πλέουσιν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν οὕτω καὶ περὶ πάντων; ἐάν τίς τι πράττῃ ἕνεκά του, οὐ τοῦτο βούλεται ὃ πράττει, ἀλλʼ ἐκεῖνο <milestone unit="section" resp="Stephanus" n="467e"/> οὗ ἕνεκα πράττει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἔστιν τι τῶν ὄντων ὃ οὐχὶ ἤτοι ἀγαθόν γʼ ἐστὶν ἢ κακὸν ἢ μεταξὺ τούτων, οὔτε ἀγαθὸν οὔτε κακόν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολλὴ ἀνάγκη, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν λέγεις εἶναι ἀγαθὸν μὲν σοφίαν τε καὶ ὑγίειαν καὶ πλοῦτον καὶ τἆλλα τὰ τοιαῦτα, κακὰ δὲ τἀναντία τούτων;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="468"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ μήτε ἀγαθὰ μήτε κακὰ ἆρα τοιάδε λέγεις, ἃ ἐνίοτε μὲν μετέχει τοῦ ἀγαθοῦ,
<milestone n="468" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="468a"/>ἐνίοτε δὲ τοῦ κακοῦ, ἐνίοτε δὲ οὐδετέρου, οἷον καθῆσθαι καὶ βαδίζειν καὶ τρέχειν καὶ πλεῖν, καὶ οἷον αὖ λίθους καὶ ξύλα καὶ τἆλλα τὰ τοιαῦτα; οὐ ταῦτα λέγεις; ἢ ἄλλʼ ἄττα καλεῖς τὰ μήτε ἀγαθὰ μήτε κακά;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὔκ, ἀλλὰ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν τὰ μεταξὺ ταῦτα ἕνεκα τῶν ἀγαθῶν πράττουσιν ὅταν πράττωσιν, ἢ τἀγαθὰ τῶν μεταξύ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὰ <milestone unit="section" resp="Stephanus" n="468b"/> μεταξὺ δήπου τῶν ἀγαθῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ἀγαθὸν ἄρα διώκοντες καὶ βαδίζομεν ὅταν βαδίζωμεν, οἰόμενοι βέλτιον εἶναι, καὶ τὸ ἐναντίον ἕσταμεν ὅταν ἑστῶμεν, τοῦ αὐτοῦ ἕνεκα, τοῦ ἀγαθοῦ· ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἀποκτείνυμεν, εἴ τινʼ ἀποκτείνυμεν, καὶ ἐκβάλλομεν καὶ ἀφαιρούμεθα χρήματα, οἰόμενοι ἄμεινον εἶναι ἡμῖν ταῦτα ποιεῖν ἢ μή;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕνεκʼ ἄρα τοῦ ἀγαθοῦ ἅπαντα ταῦτα ποιοῦσιν οἱ ποιοῦντες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡμολογήσαμεν, ἃ ἕνεκά του ποιοῦμεν, μὴ ἐκεῖνα βούλεσθαι, <milestone unit="section" resp="Stephanus" n="468c"/> ἀλλʼ ἐκεῖνο οὗ ἕνεκα ταῦτα ποιοῦμεν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα σφάττειν βουλόμεθα οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων οὐδὲ χρήματα ἀφαιρεῖσθαι ἁπλῶς οὕτως, ἀλλʼ ἐὰν μὲν ὠφέλιμα ᾖ ταῦτα, βουλόμεθα πράττειν αὐτά, βλαβερὰ δὲ ὄντα οὐ βουλόμεθα. τὰ γὰρ ἀγαθὰ βουλόμεθα, ὡς φῂς σύ, τὰ δὲ μήτε ἀγαθὰ μήτε κακὰ οὐ βουλόμεθα, οὐδὲ τὰ κακά. ἦ γάρ; ἀληθῆ σοι δοκῶ λέγειν, ὦ Πῶλε, ἢ οὔ; τί οὐκ ἀποκρίνῃ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="468d"/><label>ΣΩ.</label> οὐκοῦν εἴπερ ταῦτα ὁμολογοῦμεν, εἴ τις ἀποκτείνει τινὰ ἢ ἐκβάλλει ἐκ πόλεως ἢ ἀφαιρεῖται χρήματα, εἴτε τύραννος ὢν εἴτε ῥήτωρ, οἰόμενος ἄμεινον εἶναι αὐτῷ, τυγχάνει δὲ ὂν κάκιον, οὗτος δήπου ποιεῖ ἃ δοκεῖ αὐτῷ· ἦ γάρ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν καὶ ἃ βούλεται, εἴπερ τυγχάνει ταῦτα κακὰ ὄντα; τί οὐκ ἀποκρίνῃ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ οὔ μοι δοκεῖ ποιεῖν ἃ βούλεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν ὅπως ὁ τοιοῦτος <milestone unit="section" resp="Stephanus" n="468e"/> μέγα δύναται ἐν τῇ πόλει ταύτῃ, εἴπερ ἐστὶ τὸ μέγα δύνασθαι ἀγαθόν τι κατὰ τὴν σὴν ὁμολογίαν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, λέγων ὅτι ἔστιν ἄνθρωπον ποιοῦντα ἐν πόλει ἃ δοκεῖ αὐτῷ μὴ μέγα δύνασθαι μηδὲ ποιεῖν ἃ βούλεται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο ἐξεῖναί σοι ποιεῖν ὅτι δοκεῖ σοι ἐν τῇ πόλει μᾶλλον ἢ μή, οὐδὲ ζηλοῖς ὅταν ἴδῃς τινὰ ἢ ἀποκτείναντα ὃν ἔδοξεν αὐτῷ ἢ ἀφελόμενον χρήματα ἢ δήσαντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δικαίως λέγεις ἢ ἀδίκως;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="469"><p><said who="#Πῶλος"><milestone n="469" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="469a"/><label>ΠΩΛ.</label> ὁπότερʼ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐφήμει, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλʼ ἐλεεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="469b"/><label>ΣΩ.</label> τὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧττον ἢ ὁ ἀποκτεινύς, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς δῆτα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἥκιστά γε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="469c"/><label>ΣΩ.</label> βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μακάριε, ἐμοῦ δὴ λέγοντος τῷ λόγῳ ἐπιλαβοῦ. <milestone unit="section" resp="Stephanus" n="469d"/> εἰ γὰρ ἐγὼ ἐν ἀγορᾷ πληθούσῃ λαβὼν ὑπὸ μάλης ἐγχειρίδιον λέγοιμι πρὸς σὲ ὅτι <q>ὦ Πῶλε, ἐμοὶ δύναμίς τις καὶ τυραννὶς θαυμασία ἄρτι προσγέγονεν· ἐὰν γὰρ ἄρα ἐμοὶ δόξῃ τινὰ τουτωνὶ τῶν ἀνθρώπων ὧν σὺ ὁρᾷς αὐτίκα μάλα δεῖν τεθνάναι, τεθνήξει οὗτος ὃν ἂν δόξῃ· κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν καταγῆναι δεῖν, κατεαγὼς ἔσται αὐτίκα μάλα, κἂν θοἰμάτιον διεσχίσθαι, διεσχισμένον ἔσται—οὕτω <milestone unit="section" resp="Stephanus" n="469e"/> μέγα ἐγὼ δύναμαι ἐν τῇδε τῇ πόλει,</q> εἰ οὖν ἀπιστοῦντί σοι δείξαιμι τὸ ἐγχειρίδιον, ἴσως ἂν εἴποις ἰδὼν ὅτι <q>ὦ Σώκρατες, οὕτω μὲν πάντες ἂν μέγα δύναιντο, ἐπεὶ κἂν ἐμπρησθείη οἰκία τούτῳ τῷ τρόπῳ ἥντινά σοι δοκοῖ, καὶ τά γε Ἀθηναίων νεώρια καὶ αἱ τριήρεις καὶ τὰ πλοῖα πάντα καὶ τὰ δημόσια καὶ τὰ ἴδια·</q> ἀλλʼ οὐκ ἄρα τοῦτʼ ἔστιν τὸ μέγα δύνασθαι, τὸ ποιεῖν ἃ δοκεῖ αὐτῷ· ἢ δοκεῖ σοι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα οὕτω γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="470"><p><said who="#Σωκράτης"><milestone n="470" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="470a"/><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν διʼ ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δή; λέγε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ζημιοῦσθαι οὐ κακόν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ θαυμάσιε, <del>τὸ μέγα δύνασθαι</del> πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι· εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι. <milestone unit="section" resp="Stephanus" n="470b"/> σκεψώμεθα δὲ καὶ τόδε· ἄλλο τι ὁμολογοῦμεν ἐνίοτε μὲν ἄμεινον εἶναι ταῦτα ποιεῖν ἃ νυνδὴ ἐλέγομεν, ἀποκτεινύναι τε καὶ ἐξελαύνειν ἀνθρώπους καὶ ἀφαιρεῖσθαι χρήματα, ἐνίοτε δὲ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν δή, ὡς ἔοικε, καὶ παρὰ σοῦ καὶ παρʼ ἐμοῦ ὁμολογεῖται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότε οὖν σὺ φῂς ἄμεινον εἶναι ταῦτα ποιεῖν; εἰπὲ τίνα ὅρον ὁρίζῃ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> σὺ μὲν οὖν, ὦ Σώκρατες, ἀπόκριναι <del>ταὐτὸ</del> τοῦτο.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="470c"/><label>ΣΩ.</label> ἐγὼ μὲν τοίνυν φημί, ὦ Πῶλε, εἴ σοι παρʼ ἐμοῦ ἥδιόν ἐστιν ἀκούειν, ὅταν μὲν δικαίως τις ταῦτα ποιῇ, ἄμεινον εἶναι, ὅταν δὲ ἀδίκως, κάκιον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> χαλεπόν γέ σε ἐλέγξαι, ὦ Σώκρατες· ἀλλʼ οὐχὶ κἂν παῖς σε ἐλέγξειεν ὅτι οὐκ ἀληθῆ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλὴν ἄρα ἐγὼ τῷ παιδὶ χάριν ἕξω, ἴσην δὲ καὶ σοί, ἐάν με ἐλέγξῃς καὶ ἀπαλλάξῃς φλυαρίας. ἀλλὰ μὴ κάμῃς φίλον ἄνδρα εὐεργετῶν, ἀλλʼ ἔλεγχε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, οὐδέν γέ σε δεῖ παλαιοῖς <milestone unit="section" resp="Stephanus" n="470d"/> πράγμασιν ἐλέγχειν· τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ ποῖα ταῦτα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ μή, ἀλλʼ ἀκούω γε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶδα, ὦ Πῶλε· οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="470e"/><label>ΠΩΛ.</label> τί δέ; συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ Δίʼ οὐ δῆτα.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἀληθῆ γε ἐρῶ· οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε· τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="471"><p><said who="#Πῶλος"><milestone n="471" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="471a"/><label>ΠΩΛ.</label> ἄθλιος ἄρα οὗτός ἐστιν ὁ Ἀρχέλαος κατὰ τὸν σὸν λόγον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴπερ γε, ὦ φίλε, ἄδικος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μὲν δὴ πῶς οὐκ ἄδικος; ᾧ γε προσῆκε μὲν τῆς ἀρχῆς οὐδὲν ἣν νῦν ἔχει, ὄντι ἐκ γυναικὸς ἣ ἦν δούλη Ἀλκέτου τοῦ Περδίκκου ἀδελφοῦ, καὶ κατὰ μὲν τὸ δίκαιον δοῦλος ἦν Ἀλκέτου, καὶ εἰ ἐβούλετο τὰ δίκαια ποιεῖν, ἐδούλευεν ἂν Ἀλκέτῃ καὶ ἦν εὐδαίμων κατὰ τὸν σὸν λόγον. νῦν δὲ θαυμασίως ὡς ἄθλιος γέγονεν, ἐπεὶ τὰ μέγιστα ἠδίκηκεν· <milestone unit="section" resp="Stephanus" n="471b"/> ὅς γε πρῶτον μὲν τοῦτον αὐτὸν τὸν δεσπότην καὶ θεῖον μεταπεμψάμενος ὡς ἀποδώσων τὴν ἀρχὴν ἣν Περδίκκας αὐτὸν ἀφείλετο, ξενίσας καὶ καταμεθύσας αὐτόν τε καὶ τὸν ὑὸν αὐτοῦ Ἀλέξανδρον, ἀνεψιὸν αὑτοῦ, σχεδὸν ἡλικιώτην, ἐμβαλὼν εἰς ἅμαξαν, νύκτωρ ἐξαγαγὼν ἀπέσφαξέν τε καὶ ἠφάνισεν ἀμφοτέρους. καὶ ταῦτα ἀδικήσας ἔλαθεν ἑαυτὸν ἀθλιώτατος γενόμενος καὶ οὐ μετεμέλησεν αὐτῷ, ἀλλʼ ὀλίγον <milestone unit="section" resp="Stephanus" n="471c"/> ὕστερον τὸν ἀδελφόν, τὸν γνήσιον τοῦ Περδίκκου ὑόν, παῖδα ὡς ἑπτέτη, οὗ ἡ ἀρχὴ ἐγίγνετο κατὰ τὸ δίκαιον, οὐκ ἐβουλήθη εὐδαίμων γενέσθαι δικαίως ἐκθρέψας καὶ ἀποδοὺς τὴν ἀρχὴν ἐκείνῳ, ἀλλʼ εἰς φρέαρ ἐμβαλὼν καὶ ἀποπνίξας πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν χῆνα ἔφη διώκοντα ἐμπεσεῖν καὶ ἀποθανεῖν. τοιγάρτοι νῦν, ἅτε μέγιστα ἠδικηκὼς τῶν ἐν Μακεδονίᾳ, ἀθλιώτατός ἐστιν πάντων Μακεδόνων, ἀλλʼ οὐκ εὐδαιμονέστατος, καὶ ἴσως ἔστιν ὅστις Ἀθηναίων ἀπὸ σοῦ <milestone unit="section" resp="Stephanus" n="471d"/> ἀρξάμενος δέξαιτʼ ἂν ἄλλος ὁστισοῦν Μακεδόνων γενέσθαι μᾶλλον ἢ Ἀρχέλαος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ κατʼ ἀρχὰς τῶν λόγων, ὦ Πῶλε, ἔγωγέ σε ἐπῄνεσα ὅτι μοι δοκεῖς εὖ πρὸς τὴν ῥητορικὴν πεπαιδεῦσθαι, τοῦ δὲ διαλέγεσθαι ἠμεληκέναι· καὶ νῦν ἄλλο τι οὗτός ἐστιν ὁ λόγος, ᾧ με καὶ ἂν παῖς ἐξελέγξειε, καὶ ἐγὼ ὑπὸ σοῦ νῦν, ὡς σὺ οἴει, ἐξελήλεγμαι τούτῳ τῷ λόγῳ, φάσκων τὸν ἀδικοῦντα οὐκ εὐδαίμονα εἶναι; πόθεν, ὠγαθέ; καὶ μὴν οὐδέν γέ σοι τούτων ὁμολογῶ ὧν σὺ φῄς.</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="471e"/><label>ΠΩΛ.</label> οὐ γὰρ ἐθέλεις, ἐπεὶ δοκεῖ γέ σοι ὡς ἐγὼ λέγω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="472"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μακάριε, ῥητορικῶς γάρ με ἐπιχειρεῖς ἐλέγχειν, ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἡγούμενοι ἐλέγχειν. καὶ γὰρ ἐκεῖ οἱ ἕτεροι τοὺς ἑτέρους δοκοῦσιν ἐλέγχειν, ἐπειδὰν τῶν λόγων ὧν ἂν λέγωσι μάρτυρας πολλοὺς παρέχωνται καὶ εὐδοκίμους, ὁ δὲ τἀναντία λέγων ἕνα τινὰ παρέχηται ἢ μηδένα. οὗτος δὲ ὁ ἔλεγχος οὐδενὸς ἄξιός ἐστιν πρὸς τὴν
<milestone n="472" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="472a"/>ἀλήθειαν· ἐνίοτε γὰρ ἂν καὶ καταψευδομαρτυρηθείη τις ὑπὸ πολλῶν καὶ δοκούντων εἶναί τι. καὶ νῦν περὶ ὧν σὺ λέγεις ὀλίγου σοι πάντες συμφήσουσιν ταὐτὰ Ἀθηναῖοι καὶ οἱ ξένοι, ἐὰν βούλῃ κατʼ ἐμοῦ μάρτυρας παρασχέσθαι ὡς οὐκ ἀληθῆ λέγω· μαρτυρήσουσί σοι, ἐὰν μὲν βούλῃ, Νικίας ὁ Νικηράτου καὶ οἱ ἀδελφοὶ μετʼ αὐτοῦ, ὧν οἱ τρίποδες οἱ ἐφεξῆς ἑστῶτές εἰσιν ἐν τῷ Διονυσίῳ, ἐὰν δὲ βούλῃ, Ἀριστοκράτης <milestone unit="section" resp="Stephanus" n="472b"/> ὁ Σκελλίου, οὗ αὖ ἐστιν ἐν Πυθίου τοῦτο τὸ καλὸν ἀνάθημα, ἐὰν δὲ βούλῃ, ἡ Περικλέους ὅλη οἰκία ἢ ἄλλη συγγένεια ἥντινα ἂν βούλῃ τῶν ἐνθάδε ἐκλέξασθαι. ἀλλʼ ἐγώ σοι εἷς ὢν οὐχ ὁμολογῶ· οὐ γάρ με σὺ ἀναγκάζεις, ἀλλὰ ψευδομάρτυρας πολλοὺς κατʼ ἐμοῦ παρασχόμενος ἐπιχειρεῖς ἐκβάλλειν με ἐκ τῆς οὐσίας καὶ τοῦ ἀληθοῦς. ἐγὼ δὲ ἂν μὴ σὲ αὐτὸν ἕνα ὄντα μάρτυρα παράσχωμαι ὁμολογοῦντα περὶ ὧν λέγω, οὐδὲν οἶμαι ἄξιον λόγου μοι πεπεράνθαι περὶ ὧν ἂν <milestone unit="section" resp="Stephanus" n="472c"/> ἡμῖν ὁ λόγος ᾖ· οἶμαι δὲ οὐδὲ σοί, ἐὰν μὴ ἐγώ σοι μαρτυρῶ εἷς ὢν μόνος, τοὺς δʼ ἄλλους πάντας τούτους χαίρειν ἐᾷς. ἔστιν μὲν οὖν οὗτός τις τρόπος ἐλέγχου, ὡς σύ τε οἴει καὶ ἄλλοι πολλοί· ἔστιν δὲ καὶ ἄλλος, ὃν ἐγὼ αὖ οἶμαι. παραβαλόντες οὖν παρʼ ἀλλήλους σκεψώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ καὶ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ σχεδόν τι ταῦτα περὶ ὧν εἰδέναι τε κάλλιστον μὴ εἰδέναι τε αἴσχιστον· τὸ γὰρ κεφάλαιον αὐτῶν ἐστιν ἢ γιγνώσκειν ἢ ἀγνοεῖν ὅστις τε εὐδαίμων ἐστὶν καὶ <milestone unit="section" resp="Stephanus" n="472d"/> ὅστις μή. αὐτίκα πρῶτον, περὶ οὗ νῦν ὁ λόγος ἐστίν, σὺ ἡγῇ οἷόν τε εἶναι μακάριον ἄνδρα ἀδικοῦντά τε καὶ ἄδικον ὄντα, εἴπερ Ἀρχέλαον ἄδικον μὲν ἡγῇ εἶναι, εὐδαίμονα δέ. ἄλλο τι ὡς οὕτω σου νομίζοντος διανοώμεθα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δέ φημι ἀδύνατον. ἓν μὲν τουτὶ ἀμφισβητοῦμεν. εἶεν· ἀδικῶν δὲ δὴ εὐδαίμων ἔσται ἆρʼ, ἂν τυγχάνῃ δίκης τε καὶ τιμωρίας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἥκιστά γε, ἐπεὶ οὕτω γʼ ἂν ἀθλιώτατος εἴη.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="472e"/><label>ΣΩ.</label> ἀλλʼ ἐὰν ἄρα μὴ τυγχάνῃ δίκης ὁ ἀδικῶν, κατὰ τὸν σὸν λόγον εὐδαίμων ἔσται;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ δέ γε τὴν ἐμὴν δόξαν, ὦ Πῶλε, ὁ ἀδικῶν τε καὶ ὁ ἄδικος πάντως μὲν ἄθλιος, ἀθλιώτερος μέντοι ἐὰν μὴ διδῷ δίκην μηδὲ τυγχάνῃ τιμωρίας ἀδικῶν, ἧττον δὲ ἄθλιος ἐὰν διδῷ δίκην καὶ τυγχάνῃ δίκης ὑπὸ θεῶν τε καὶ ἀνθρώπων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="473"><p><said who="#Πῶλος"><milestone n="473" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="473a"/><label>ΠΩΛ.</label> ἄτοπά γε, ὦ Σώκρατες, ἐπιχειρεῖς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πειράσομαι δέ γε καὶ σὲ ποιῆσαι, ὦ ἑταῖρε, ταὐτὰ ἐμοὶ λέγειν· φίλον γάρ σε ἡγοῦμαι. νῦν μὲν οὖν ἃ διαφερόμεθα ταῦτʼ ἐστιν· σκόπει δὲ καὶ σύ. εἶπον ἐγώ που ἐν τοῖς ἔμπροσθεν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δὲ τὸ ἀδικεῖσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοὺς ἀδικοῦντας ἀθλίους ἔφην εἶναι ἐγώ, καὶ ἐξηλέγχθην ὑπὸ σοῦ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναὶ μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="473b"/><label>ΣΩ.</label> ὡς σύ γε οἴει, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀληθῆ γε οἰόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως. σὺ δέ γε εὐδαίμονας αὖ τοὺς ἀδικοῦντας, ἐὰν μὴ διδῶσι δίκην.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δέ γε αὐτοὺς ἀθλιωτάτους φημί, τοὺς δὲ διδόντας δίκην ἧττον. βούλει καὶ τοῦτο ἐλέγχειν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔτι τοῦτʼ ἐκείνου χαλεπώτερόν ἐστιν, ὦ Σώκρατες, ἐξελέγξαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ δῆτα, ὦ Πῶλε, ἀλλʼ ἀδύνατον· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς λέγεις; ἐὰν ἀδικῶν ἄνθρωπος ληφθῇ τυραννίδι <milestone unit="section" resp="Stephanus" n="473c"/> ἐπιβουλεύων, καὶ ληφθεὶς στρεβλῶται καὶ ἐκτέμνηται καὶ τοὺς ὀφθαλμοὺς ἐκκάηται, καὶ ἄλλας πολλὰς καὶ μεγάλας καὶ παντοδαπὰς λώβας αὐτός τε λωβηθεὶς καὶ τοὺς αὑτοῦ ἐπιδὼν παῖδάς τε καὶ γυναῖκα τὸ ἔσχατον ἀνασταυρωθῇ ἢ καταπιττωθῇ, οὗτος εὐδαιμονέστερος ἔσται ἢ ἐὰν διαφυγὼν τύραννος καταστῇ καὶ ἄρχων ἐν τῇ πόλει διαβιῷ ποιῶν ὅτι ἂν βούληται, ζηλωτὸς ὢν καὶ εὐδαιμονιζόμενος ὑπὸ τῶν <milestone unit="section" resp="Stephanus" n="473d"/> πολιτῶν καὶ τῶν ἄλλων ξένων; ταῦτα λέγεις ἀδύνατον εἶναι ἐξελέγχειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μορμολύττῃ αὖ, ὦ γενναῖε Πῶλε, καὶ οὐκ ἐλέγχεις· ἄρτι δὲ ἐμαρτύρου. ὅμως δὲ ὑπόμνησόν με σμικρόν. ἐὰν ἀδίκως ἐπιβουλεύων τυραννίδι, εἶπες;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐδαιμονέστερος μὲν τοίνυν οὐδέποτε ἔσται οὐδέτερος αὐτῶν, οὔτε ὁ κατειργασμένος τὴν τυραννίδα ἀδίκως οὔτε ὁ διδοὺς δίκην—δυοῖν γὰρ ἀθλίοιν εὐδαιμονέστερος μὲν <milestone unit="section" resp="Stephanus" n="473e"/> οὐκ ἂν εἴη—ἀθλιώτερος μέντοι ὁ διαφεύγων καὶ τυραννεύσας. τί τοῦτο, ὦ Πῶλε; γελᾷς; ἄλλο αὖ τοῦτο εἶδος ἐλέγχου ἐστίν, ἐπειδάν τίς τι εἴπῃ, καταγελᾶν, ἐλέγχειν δὲ μή;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ οἴει ἐξεληλέγχθαι, ὦ Σώκρατες, ὅταν τοιαῦτα λέγῃς ἃ οὐδεὶς ἂν φήσειεν ἀνθρώπων; ἐπεὶ ἐροῦ τινα τουτωνί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="474"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Πῶλε, οὐκ εἰμὶ τῶν πολιτικῶν, καὶ πέρυσι βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, <milestone n="474" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="474a"/>γέλωτα παρεῖχον καὶ οὐκ ἠπιστάμην ἐπιψηφίζειν. μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας, ἀλλʼ εἰ μὴ ἔχεις τούτων βελτίω ἔλεγχον, ὅπερ νυνδὴ ἐγὼ ἔλεγον, ἐμοὶ ἐν τῷ μέρει παράδος, καὶ πείρασαι τοῦ ἐλέγχου οἷον ἐγὼ οἶμαι δεῖν εἶναι. ἐγὼ γὰρ ὧν ἂν λέγω ἕνα μὲν παρασχέσθαι μάρτυρα ἐπίσταμαι, αὐτὸν πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν, καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι, τοῖς δὲ <milestone unit="section" resp="Stephanus" n="474b"/> πολλοῖς οὐδὲ διαλέγομαι. ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα. ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ δέ γε οὔτʼ ἐμὲ οὔτʼ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαιʼ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γʼ ἂν καὶ οἱ ἄλλοι πάντες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολλοῦ γε δεῖ, ἀλλʼ οὔτʼ ἐγὼ οὔτε σὺ οὔτʼ ἄλλος οὐδείς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="474c"/><label>ΣΩ.</label> οὔκουν ἀποκρινῇ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν· καὶ γὰρ ἐπιθυμῶ εἰδέναι ὅτι ποτʼ ἐρεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ἵνʼ εἰδῇς, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς σε ἠρώτων· πότερον δοκεῖ σοι, ὦ Πῶλε, κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖσθαι ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; αἴσχιον πότερον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ κάκιον, εἴπερ αἴσχιον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἥκιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνω· οὐ <milestone unit="section" resp="Stephanus" n="474d"/> ταὐτὸν ἡγῇ σύ, ὡς ἔοικας, καλόν τε καὶ ἀγαθὸν καὶ κακὸν καὶ αἰσχρόν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τόδε; τὰ καλὰ πάντα, οἷον καὶ σώματα καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ ἐπιτηδεύματα, εἰς οὐδὲν ἀποβλέπων καλεῖς ἑκάστοτε καλά; οἷον πρῶτον τὰ σώματα τὰ καλὰ οὐχὶ ἤτοι κατὰ τὴν χρείαν λέγεις καλὰ εἶναι, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο, ἢ κατὰ ἡδονήν τινα, ἐὰν ἐν τῷ θεωρεῖσθαι χαίρειν ποιῇ τοὺς θεωροῦντας; ἔχεις τι ἐκτὸς τούτων λέγειν περὶ σώματος κάλλους;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="474e"/><label>ΠΩΛ.</label> οὐκ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τἆλλα πάντα οὕτω καὶ σχήματα καὶ χρώματα ἢ διὰ ἡδονήν τινα ἢ διὰ ὠφελίαν ἢ διʼ ἀμφότερα καλὰ προσαγορεύεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ τὰς φωνὰς καὶ τὰ κατὰ τὴν μουσικὴν πάντα ὡσαύτως;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τά γε κατὰ τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα οὐ δήπου ἐκτὸς τούτων ἐστίν, τὰ καλά, τοῦ ἢ ὠφέλιμα εἶναι ἢ ἡδέα ἢ ἀμφότερα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="475"><p><said who="#Πῶλος"><milestone n="475" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="475a"/><label>ΠΩΛ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ <milestone unit="section" resp="Stephanus" n="475b"/> ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔλεγον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον <milestone unit="section" resp="Stephanus" n="475c"/> μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα λύπῃ γε ὑπερέχει.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ ἑτέρῳ λείπεται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ κακῷ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δὴ ὅτι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="475d"/><label>ΣΩ.</label> ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γε κάκιον ἐφάνη.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ <milestone unit="section" resp="Stephanus" n="475e"/> φάθι ἢ μὴ ἃ ἐρωτῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλος δέ τις ἀνθρώπων;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="476"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν <milestone n="476" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="476a"/>μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω· μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην.<milestone unit="para" ed="P"/>σκοπώμεθα δὲ τῇδε· τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="476b"/><label>ΣΩ.</label> ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθʼ ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ καὶ τόδε· ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε· εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ <milestone unit="section" resp="Stephanus" n="476c"/> τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον <milestone unit="section" resp="Stephanus" n="476d"/> τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ὁμολογῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη, ὦ Σώκρατες, πάσχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὑπό τινος ποιοῦντος;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ ὀρθῶς κολάζων <milestone unit="section" resp="Stephanus" n="476e"/> δικαίως κολάζει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαια ποιῶν ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δίκαια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="477"><p><said who="#Σωκράτης"><milestone n="477" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="477a"/><label>ΣΩ.</label> οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὠφελεῖται ἄρα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται <milestone unit="section" resp="Stephanus" n="477b"/> κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὔκ, ἀλλὰ πενίαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν χρημάτων <milestone unit="section" resp="Stephanus" n="477c"/> καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὴ αἰσχίστη, καὶ κακίστη;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς, ὦ Σώκρατες, λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ <milestone unit="section" resp="Stephanus" n="477d"/> ὡμολόγηται ἡμῖν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὡμολόγηται γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα <milestone unit="section" resp="Stephanus" n="477e"/> τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ νόσου; οὐκ ἰατρική;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="478"><p><said who="#Πῶλος"><milestone n="478" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="478a"/><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> παρὰ τοὺς δικαστὰς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν δίκην δώσοντας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, <milestone unit="section" resp="Stephanus" n="478b"/> ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν τούτων κάλλιστόν ἐστιν <del>ὧν λέγεις</del>;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίνων λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χρηματιστικῆς, ἰατρικῆς, δίκης.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label><milestone unit="section" resp="Stephanus" n="478c"/> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον ὅτι μηδὲ κάμνων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="478d"/><label>ΣΩ.</label> τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἦν γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο <milestone unit="section" resp="Stephanus" n="478e"/> μέγιστον τῶν κακῶν ἐφάνη.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κάκιστα ἄρα ζῇ ὁ ἔχων <del>ἀδικίαν</del> καὶ μὴ ἀπαλλαττόμενος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="479"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν καὶ χρώμενος μεγίστῃ ἀδικίᾳ διαπράξηται ὥστε μήτε νουθετεῖσθαι <milestone n="479" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="479a"/>μήτε κολάζεσθαι μήτε δίκην διδόναι, ὥσπερ σὺ φῂς Ἀρχέλαον παρεσκευάσθαι καὶ τοὺς ἄλλους τυράννους καὶ ῥήτορας καὶ δυνάστας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχεδὸν γάρ που οὗτοι, ὦ ἄριστε, τὸ αὐτὸ διαπεπραγμένοι εἰσὶν ὥσπερ ἂν εἴ τις τοῖς μεγίστοις νοσήμασιν συνισχόμενος διαπράξαιτο μὴ διδόναι δίκην τῶν περὶ τὸ σῶμα ἁμαρτημάτων τοῖς ἰατροῖς μηδὲ ἰατρεύεσθαι, φοβούμενος ὡσπερανεὶ παῖς τὸ κάεσθαι καὶ τὸ τέμνεσθαι, ὅτι <milestone unit="section" resp="Stephanus" n="479b"/> ἀλγεινόν. ἢ οὐ δοκεῖ καὶ σοὶ οὕτω;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος. κινδυνεύουσι γὰρ ἐκ τῶν νῦν ἡμῖν ὡμολογημένων τοιοῦτόν τι ποιεῖν καὶ οἱ τὴν δίκην φεύγοντες, ὦ Πῶλε, τὸ ἀλγεινὸν αὐτοῦ καθορᾶν, πρὸς δὲ τὸ ὠφέλιμον τυφλῶς ἔχειν καὶ ἀγνοεῖν ὅσῳ ἀθλιώτερόν ἐστι μὴ ὑγιοῦς σώματος μὴ ὑγιεῖ ψυχῇ συνοικεῖν, ἀλλὰ σαθρᾷ καὶ ἀδίκῳ <milestone unit="section" resp="Stephanus" n="479c"/> καὶ ἀνοσίῳ, ὅθεν καὶ πᾶν ποιοῦσιν ὥστε δίκην μὴ διδόναι μηδʼ ἀπαλλάττεσθαι τοῦ μεγίστου κακοῦ, καὶ χρήματα παρασκευαζόμενοι καὶ φίλους καὶ ὅπως ἂν ὦσιν ὡς πιθανώτατοι λέγειν· εἰ δὲ ἡμεῖς ἀληθῆ ὡμολογήκαμεν, ὦ Πῶλε, ἆρʼ αἰσθάνῃ τὰ συμβαίνοντα ἐκ τοῦ λόγου; ἢ βούλει συλλογισώμεθα αὐτά;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> εἰ σοί γε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν συμβαίνει μέγιστον κακὸν ἡ ἀδικία καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="479d"/> ἀδικεῖν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἀπαλλαγή γε ἐφάνη τούτου τοῦ κακοῦ τὸ δίκην διδόναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δέ γε μὴ διδόναι ἐμμονὴ τοῦ κακοῦ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερον ἄρα ἐστὶν τῶν κακῶν μεγέθει τὸ ἀδικεῖν· τὸ δὲ ἀδικοῦντα μὴ διδόναι δίκην πάντων μέγιστόν τε καὶ πρῶτον κακῶν πέφυκεν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ περὶ τούτου, ὦ φίλε, ἠμφεσβητήσαμεν, σὺ μὲν τὸν Ἀρχέλαον εὐδαιμονίζων τὸν τὰ μέγιστα ἀδικοῦντα <milestone unit="section" resp="Stephanus" n="479e"/> δίκην οὐδεμίαν διδόντα, ἐγὼ δὲ τοὐναντίον οἰόμενος, εἴτε Ἀρχέλαος εἴτʼ ἄλλος ἀνθρώπων ὁστισοῦν μὴ δίδωσι δίκην ἀδικῶν, τούτῳ προσήκειν ἀθλίῳ εἶναι διαφερόντως τῶν ἄλλων ἀνθρώπων, καὶ ἀεὶ τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου ἀθλιώτερον εἶναι καὶ τὸν μὴ διδόντα δίκην τοῦ διδόντος; οὐ ταῦτʼ ἦν τὰ ὑπʼ ἐμοῦ λεγόμενα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀποδέδεικται ὅτι ἀληθῆ ἐλέγετο;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="480"><p><said who="#Σωκράτης"><milestone n="480" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="480a"/><label>ΣΩ.</label> εἶεν· εἰ οὖν δὴ ταῦτα ἀληθῆ, ὦ Πῶλε, τίς ἡ μεγάλη χρεία ἐστὶν τῆς ῥητορικῆς; δεῖ μὲν γὰρ δὴ ἐκ τῶν νῦν ὡμολογημένων αὐτὸν ἑαυτὸν μάλιστα φυλάττειν ὅπως μὴ ἀδικήσει, ὡς ἱκανὸν κακὸν ἕξοντα. οὐ γάρ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐὰν δέ γε ἀδικήσῃ ἢ αὐτὸς ἢ ἄλλος τις ὧν ἂν κήδηται, αὐτὸν ἑκόντα ἰέναι ἐκεῖσε ὅπου ὡς τάχιστα δώσει δίκην, παρὰ τὸν δικαστὴν ὥσπερ παρὰ τὸν ἰατρόν, <milestone unit="section" resp="Stephanus" n="480b"/> σπεύδοντα ὅπως μὴ ἐγχρονισθὲν τὸ νόσημα τῆς ἀδικίας ὕπουλον τὴν ψυχὴν ποιήσει καὶ ἀνίατον· ἢ πῶς λέγομεν, ὦ Πῶλε, εἴπερ τὰ πρότερον μένει ἡμῖν ὁμολογήματα; οὐκ ἀνάγκη ταῦτα ἐκείνοις οὕτω μὲν συμφωνεῖν, ἄλλως δὲ μή;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί γὰρ δὴ φῶμεν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπὶ μὲν ἄρα τὸ ἀπολογεῖσθαι ὑπὲρ τῆς ἀδικίας τῆς αὑτοῦ ἢ γονέων ἢ ἑταίρων ἢ παίδων ἢ πατρίδος ἀδικούσης οὐ χρήσιμος οὐδὲν ἡ ῥητορικὴ ἡμῖν, ὦ Πῶλε, εἰ μὴ εἴ τις <milestone unit="section" resp="Stephanus" n="480c"/> ὑπολάβοι ἐπὶ τοὐναντίον—κατηγορεῖν δεῖν μάλιστα μὲν ἑαυτοῦ, ἔπειτα δὲ καὶ τῶν οἰκείων καὶ τῶν ἄλλων ὃς ἂν ἀεὶ τῶν φίλων τυγχάνῃ ἀδικῶν, καὶ μὴ ἀποκρύπτεσθαι ἀλλʼ εἰς τὸ φανερὸν ἄγειν τὸ ἀδίκημα, ἵνα δῷ δίκην καὶ ὑγιὴς γένηται, ἀναγκάζειν τε αὑτὸν καὶ τοὺς ἄλλους μὴ ἀποδειλιᾶν ἀλλὰ παρέχειν μύσαντα εὖ καὶ ἀνδρείως ὥσπερ τέμνειν καὶ κάειν ἰατρῷ, τὸ ἀγαθὸν καὶ καλὸν διώκοντα, μὴ ὑπολογιζόμενον τὸ ἀλγεινόν, ἐὰν μέν γε πληγῶν ἄξια ἠδικηκὼς <milestone unit="section" resp="Stephanus" n="480d"/> ᾖ, τύπτειν παρέχοντα, ἐὰν δὲ δεσμοῦ, δεῖν, ἐὰν δὲ ζημίας, ἀποτίνοντα, ἐὰν δὲ φυγῆς, φεύγοντα, ἐὰν δὲ θανάτου, ἀποθνῄσκοντα, αὐτὸν πρῶτον ὄντα κατήγορον καὶ αὑτοῦ καὶ τῶν ἄλλων οἰκείων καὶ ἐπὶ τοῦτο χρώμενον τῇ ῥητορικῇ, ὅπως ἂν καταδήλων τῶν ἀδικημάτων γιγνομένων ἀπαλλάττωνται τοῦ μεγίστου κακοῦ, ἀδικίας. φῶμεν οὕτως ἢ μὴ φῶμεν, ὦ Πῶλε;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="480e"/><label>ΠΩΛ.</label> ἄτοπα μέν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ, τοῖς μέντοι ἔμπροσθεν ἴσως σοι ὁμολογεῖται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἢ κἀκεῖνα λυτέον ἢ τάδε ἀνάγκη συμβαίνειν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί, τοῦτό γε οὕτως ἔχει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="481"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὐναντίον δέ γε αὖ μεταβαλόντα, εἰ ἄρα δεῖ τινα κακῶς ποιεῖν, εἴτʼ ἐχθρὸν εἴτε ὁντινοῦν, ἐὰν μόνον μὴ αὐτὸς ἀδικῆται ὑπὸ τοῦ ἐχθροῦ—τοῦτο μὲν γὰρ εὐλαβητέον—ἐὰν δὲ ἄλλον ἀδικῇ ὁ ἐχθρός, παντὶ τρόπῳ παρασκευαστέον, καὶ
<milestone n="481" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="481a"/>πράττοντα καὶ λέγοντα, ὅπως μὴ δῷ δίκην μηδὲ ἔλθῃ παρὰ τὸν δικαστήν· ἐὰν δὲ ἔλθῃ, μηχανητέον ὅπως ἂν διαφύγῃ καὶ μὴ δῷ δίκην ὁ ἐχθρός, ἀλλʼ ἐάντε χρυσίον <add>ᾖ</add> ἡρπακὼς πολύ, μὴ ἀποδιδῷ τοῦτο ἀλλʼ ἔχων ἀναλίσκῃ καὶ εἰς ἑαυτὸν καὶ εἰς τοὺς ἑαυτοῦ ἀδίκως καὶ ἀθέως, ἐάντε αὖ θανάτου ἄξια ἠδικηκὼς ᾖ, ὅπως μὴ ἀποθανεῖται, μάλιστα μὲν μηδέποτε, ἀλλʼ ἀθάνατος ἔσται πονηρὸς ὤν, εἰ δὲ μή, ὅπως ὡς <milestone unit="section" resp="Stephanus" n="481b"/> πλεῖστον χρόνον βιώσεται τοιοῦτος ὤν. ἐπὶ τὰ τοιαῦτα ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ἡ ῥητορικὴ χρήσιμος εἶναι, ἐπεὶ τῷ γε μὴ μέλλοντι ἀδικεῖν οὐ μεγάλη τίς μοι δοκεῖ ἡ χρεία αὐτῆς εἶναι, εἰ δὴ καὶ ἔστιν τις χρεία, ὡς ἔν γε τοῖς πρόσθεν οὐδαμῇ ἐφάνη οὖσα.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> εἰπέ μοι, ὦ Χαιρεφῶν, σπουδάζει ταῦτα Σωκράτης ἢ παίζει;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐμοὶ μὲν δοκεῖ, ὦ Καλλίκλεις, ὑπερφυῶς σπουδάζειν· οὐδὲν μέντοι οἷον τὸ αὐτὸν ἐρωτᾶν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> νὴ τοὺς θεοὺς ἀλλʼ ἐπιθυμῶ. εἰπέ μοι, ὦ Σώκρατες, <milestone unit="section" resp="Stephanus" n="481c"/> πότερόν σε θῶμεν νυνὶ σπουδάζοντα ἢ παίζοντα; εἰ μὲν γὰρ σπουδάζεις τε καὶ τυγχάνει ταῦτα ἀληθῆ ὄντα ἃ λέγεις, ἄλλο τι ἢ ἡμῶν ὁ βίος ἀνατετραμμένος ἂν εἴη τῶν ἀνθρώπων καὶ πάντα τὰ ἐναντία πράττομεν, ὡς ἔοικεν, ἢ ἃ δεῖ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Καλλίκλεις, εἰ μή τι ἦν τοῖς ἀνθρώποις πάθος, τοῖς μὲν ἄλλο τι, τοῖς δὲ ἄλλο τι <del>ἢ</del> τὸ αὐτό, ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχεν πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον <milestone unit="section" resp="Stephanus" n="481d"/> ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα. λέγω δʼ ἐννοήσας ὅτι ἐγώ τε καὶ σὺ νῦν τυγχάνομεν ταὐτόν τι πεπονθότες, ἐρῶντε δύο ὄντε δυοῖν ἑκάτερος, ἐγὼ μὲν Ἀλκιβιάδου τε τοῦ Κλεινίου καὶ φιλοσοφίας, σὺ δὲ δυοῖν, τοῦ τε Ἀθηναίων δήμου καὶ τοῦ Πυριλάμπους. αἰσθάνομαι οὖν σου ἑκάστοτε, καίπερ ὄντος δεινοῦ, ὅτι ἂν φῇ σου τὰ παιδικὰ καὶ ὅπως ἂν φῇ ἔχειν, οὐ δυναμένου ἀντιλέγειν, ἀλλʼ ἄνω <milestone unit="section" resp="Stephanus" n="481e"/> καὶ κάτω μεταβαλλομένου· ἔν τε τῇ ἐκκλησίᾳ, ἐάν τι σοῦ λέγοντος ὁ δῆμος ὁ Ἀθηναίων μὴ φῇ οὕτως ἔχειν, μεταβαλλόμενος λέγεις ἃ ἐκεῖνος βούλεται, καὶ πρὸς τὸν Πυριλάμπους νεανίαν τὸν καλὸν τοῦτον τοιαῦτα ἕτερα πέπονθας.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="482"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τοῖς γὰρ τῶν παιδικῶν βουλεύμασίν τε καὶ λόγοις οὐχ οἷός τʼ εἶ ἐναντιοῦσθαι, ὥστε, εἴ τίς σου λέγοντος ἑκάστοτε ἃ διὰ τούτους λέγεις θαυμάζοι ὡς ἄτοπά ἐστιν, ἴσως εἴποις ἂν αὐτῷ, εἰ βούλοιο τἀληθῆ λέγειν, ὅτι εἰ μή τις παύσει τὰ
<milestone n="482" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="482a"/>σὰ παιδικὰ τούτων τῶν λόγων, οὐδὲ σὺ παύσῃ ποτὲ ταῦτα λέγων. νόμιζε τοίνυν καὶ παρʼ ἐμοῦ χρῆναι ἕτερα τοιαῦτα ἀκούειν, καὶ μὴ θαύμαζε ὅτι ἐγὼ ταῦτα λέγω, ἀλλὰ τὴν φιλοσοφίαν, τὰ ἐμὰ παιδικά, παῦσον ταῦτα λέγουσαν. λέγει γάρ, ὦ φίλε ἑταῖρε, ἃ νῦν ἐμοῦ ἀκούεις, καί μοί ἐστιν τῶν ἑτέρων παιδικῶν πολὺ ἧττον ἔμπληκτος· ὁ μὲν γὰρ Κλεινίειος οὗτος ἄλλοτε ἄλλων ἐστὶ λόγων, ἡ δὲ φιλοσοφία ἀεὶ <milestone unit="section" resp="Stephanus" n="482b"/> τῶν αὐτῶν, λέγει δὲ ἃ σὺ νῦν θαυμάζεις, παρῆσθα δὲ καὶ αὐτὸς λεγομένοις. ἢ οὖν ἐκείνην ἐξέλεγξον, ὅπερ ἄρτι ἔλεγον, ὡς οὐ τὸ ἀδικεῖν ἐστιν καὶ ἀδικοῦντα δίκην μὴ διδόναι ἁπάντων ἔσχατον κακῶν· ἢ εἰ τοῦτο ἐάσεις ἀνέλεγκτον, μὰ τὸν κύνα τὸν Αἰγυπτίων θεόν, οὔ σοι ὁμολογήσει Καλλικλῆς, ὦ Καλλίκλεις, ἀλλὰ διαφωνήσει ἐν ἅπαντι τῷ βίῳ. καίτοι ἔγωγε οἶμαι, ὦ βέλτιστε, καὶ τὴν λύραν μοι κρεῖττον εἶναι ἀνάρμοστόν τε καὶ διαφωνεῖν, καὶ χορὸν ᾧ χορηγοίην, <milestone unit="section" resp="Stephanus" n="482c"/> καὶ πλείστους ἀνθρώπους μὴ ὁμολογεῖν μοι ἀλλʼ ἐναντία λέγειν μᾶλλον ἢ ἕνα ὄντα ἐμὲ ἐμαυτῷ ἀσύμφωνον εἶναι καὶ ἐναντία λέγειν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> ὦ Σώκρατες, δοκεῖς νεανιεύεσθαι ἐν τοῖς λόγοις ὡς ἀληθῶς δημηγόρος ὤν· καὶ νῦν ταῦτα δημηγορεῖς ταὐτὸν παθόντος Πώλου πάθος ὅπερ Γοργίου κατηγόρει πρὸς σὲ παθεῖν. ἔφη γάρ που Γοργίαν ἐρωτώμενον ὑπὸ σοῦ, ἐὰν ἀφίκηται παρʼ αὐτὸν μὴ ἐπιστάμενος τὰ δίκαια ὁ τὴν ῥητορικὴν <milestone unit="section" resp="Stephanus" n="482d"/> βουλόμενος μαθεῖν, εἰ διδάξοι αὐτὸν ὁ Γοργίας, αἰσχυνθῆναι αὐτὸν καὶ φάναι διδάξειν διὰ τὸ ἔθος τῶν ἀνθρώπων, ὅτι ἀγανακτοῖεν ἂν εἴ τις μὴ φαίη—διὰ δὴ ταύτην τὴν ὁμολογίαν ἀναγκασθῆναι ἐναντία αὐτὸν αὑτῷ εἰπεῖν, σὲ δὲ αὐτὸ τοῦτο ἀγαπᾶν—καί σου καταγελᾶν, ὥς γέ μοι δοκεῖν ὀρθῶς, τότε· νῦν δὲ πάλιν αὐτὸς ταὐτὸν τοῦτο ἔπαθεν. καὶ ἔγωγε κατʼ αὐτὸ τοῦτο οὐκ ἄγαμαι Πῶλον, ὅτι σοι συνεχώρησεν τὸ ἀδικεῖν αἴσχιον εἶναι τοῦ ἀδικεῖσθαι· ἐκ <milestone unit="section" resp="Stephanus" n="482e"/> ταύτης γὰρ αὖ τῆς ὁμολογίας αὐτὸς ὑπὸ σοῦ συμποδισθεὶς ἐν τοῖς λόγοις ἐπεστομίσθη, αἰσχυνθεὶς ἃ ἐνόει εἰπεῖν. σὺ γὰρ τῷ ὄντι, ὦ Σώκρατες, εἰς τοιαῦτα ἄγεις φορτικὰ καὶ δημηγορικά, φάσκων τὴν ἀλήθειαν διώκειν, ἃ φύσει μὲν οὐκ ἔστιν καλά, νόμῳ δέ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="483"><p><said who="#Καλλίκλης" rend="merge"><label>ΚΑΛ.</label> ὡς τὰ πολλὰ δὲ ταῦτα ἐναντίʼ ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος· ἐὰν οὖν τις αἰσχύνηται <milestone n="483" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="483a"/>καὶ μὴ τολμᾷ λέγειν ἅπερ νοεῖ, ἀναγκάζεται ἐναντία λέγειν. ὃ δὴ καὶ σὺ τοῦτο τὸ σοφὸν κατανενοηκὼς κακουργεῖς ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ νόμον λέγῃ, κατὰ φύσιν ὑπερωτῶν, ἐὰν δὲ τὰ τῆς φύσεως, τὰ τοῦ νόμου. ὥσπερ αὐτίκα ἐν τούτοις, τῷ ἀδικεῖν τε καὶ τῷ ἀδικεῖσθαι, Πώλου τὸ κατὰ νόμον αἴσχιον λέγοντος, σὺ τὸν λόγον ἐδιώκαθες κατὰ φύσιν. φύσει μὲν γὰρ πᾶν αἴσχιόν ἐστιν ὅπερ καὶ κάκιον, τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν. οὐδὲ <milestone unit="section" resp="Stephanus" n="483b"/> γὰρ ἀνδρὸς τοῦτό γʼ ἐστὶν τὸ πάθημα, τὸ ἀδικεῖσθαι, ἀλλʼ ἀνδραπόδου τινὸς ᾧ κρεῖττόν ἐστιν τεθνάναι ἢ ζῆν, ὅστις ἀδικούμενος καὶ προπηλακιζόμενος μὴ οἷός τέ ἐστιν αὐτὸς αὑτῷ βοηθεῖν μηδὲ ἄλλῳ οὗ ἂν κήδηται. ἀλλʼ οἶμαι οἱ τιθέμενοι τοὺς νόμους οἱ ἀσθενεῖς ἄνθρωποί εἰσιν καὶ οἱ πολλοί. πρὸς αὑτοὺς οὖν καὶ τὸ αὑτοῖς συμφέρον τούς τε νόμους τίθενται καὶ τοὺς ἐπαίνους ἐπαινοῦσιν καὶ τοὺς <milestone unit="section" resp="Stephanus" n="483c"/> ψόγους ψέγουσιν· ἐκφοβοῦντες τοὺς ἐρρωμενεστέρους τῶν ἀνθρώπων καὶ δυνατοὺς ὄντας πλέον ἔχειν, ἵνα μὴ αὐτῶν πλέον ἔχωσιν, λέγουσιν ὡς αἰσχρὸν καὶ ἄδικον τὸ πλεονεκτεῖν, καὶ τοῦτό ἐστιν τὸ ἀδικεῖν, τὸ πλέον τῶν ἄλλων ζητεῖν ἔχειν· ἀγαπῶσι γὰρ οἶμαι αὐτοὶ ἂν τὸ ἴσον ἔχωσιν φαυλότεροι ὄντες. διὰ ταῦτα δὴ νόμῳ μὲν τοῦτο ἄδικον καὶ αἰσχρὸν λέγεται, τὸ πλέον ζητεῖν ἔχειν τῶν πολλῶν, καὶ ἀδικεῖν αὐτὸ καλοῦσιν· ἡ δέ γε οἶμαι φύσις αὐτὴ ἀποφαίνει <milestone unit="section" resp="Stephanus" n="483d"/> αὐτό, ὅτι δίκαιόν ἐστιν τὸν ἀμείνω τοῦ χείρονος πλέον ἔχειν καὶ τὸν δυνατώτερον τοῦ ἀδυνατωτέρου. δηλοῖ δὲ ταῦτα πολλαχοῦ ὅτι οὕτως ἔχει, καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ τῶν ἀνθρώπων ἐν ὅλαις ταῖς πόλεσι καὶ τοῖς γένεσιν, ὅτι οὕτω τὸ δίκαιον κέκριται, τὸν κρείττω τοῦ ἥττονος ἄρχειν καὶ πλέον ἔχειν. ἐπεὶ ποίῳ δικαίῳ χρώμενος Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν ἢ ὁ πατὴρ αὐτοῦ ἐπὶ Σκύθας; ἢ <milestone unit="section" resp="Stephanus" n="483e"/> ἄλλα μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν. ἀλλʼ οἶμαι οὗτοι κατὰ φύσιν τὴν τοῦ δικαίου ταῦτα πράττουσιν, καὶ ναὶ μὰ Δία κατὰ νόμον γε τὸν τῆς φύσεως, οὐ μέντοι ἴσως κατὰ τοῦτον ὃν ἡμεῖς τιθέμεθα·</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="484"><p><said who="#Καλλίκλης" rend="merge"><label>ΚΑΛ.</label> πλάττοντες τοὺς βελτίστους καὶ ἐρρωμενεστάτους ἡμῶν αὐτῶν, ἐκ νέων λαμβάνοντες, ὥσπερ λέοντας, κατεπᾴδοντές τε καὶ γοητεύοντες καταδουλούμεθα <milestone n="484" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="484a"/>λέγοντες ὡς τὸ ἴσον χρὴ ἔχειν καὶ τοῦτό ἐστιν τὸ καλὸν καὶ τὸ δίκαιον. ἐὰν δέ γε οἶμαι φύσιν ἱκανὴν γένηται ἔχων ἀνήρ, πάντα ταῦτα ἀποσεισάμενος καὶ διαρρήξας καὶ διαφυγών, καταπατήσας τὰ ἡμέτερα γράμματα καὶ μαγγανεύματα καὶ ἐπῳδὰς καὶ νόμους τοὺς παρὰ φύσιν ἅπαντας, ἐπαναστὰς ἀνεφάνη δεσπότης ἡμέτερος ὁ δοῦλος, καὶ ἐνταῦθα <milestone unit="section" resp="Stephanus" n="484b"/> ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον. δοκεῖ δέ μοι καὶ Πίνδαρος ἅπερ ἐγὼ λέγω ἐνδείκνυσθαι ἐν τῷ ᾁσματι ἐν ᾧ λέγει ὅτι—<cit><quote type="verse"><l met="u">νόμος ὁ πάντων βασιλεὺς</l><l>θνατῶν τε καὶ ἀθανάτων·</l></quote><bibl>Pind. fr. 169</bibl></cit> οὗτος δὲ δή, φησίν,—<cit><quote type="verse"><l met="u">ἄγει δικαιῶν τὸ βιαιότατον</l><l>ὑπερτάτᾳ χειρί· τεκμαίρομαι</l><l>ἔργοισιν Ἡρακλέος, ἐπεὶ—ἀπριάτας—</l></quote><bibl>Pind. fr.   169</bibl></cit> λέγει οὕτω πως—τὸ γὰρ ᾆσμα οὐκ ἐπίσταμαι—λέγει δʼ ὅτι οὔτε πριάμενος οὔτε δόντος τοῦ Γηρυόνου ἠλάσατο τὰς βοῦς, <milestone unit="section" resp="Stephanus" n="484c"/> ὡς τούτου ὄντος τοῦ δικαίου φύσει, καὶ βοῦς καὶ τἆλλα κτήματα εἶναι πάντα τοῦ βελτίονός τε καὶ κρείττονος τὰ τῶν χειρόνων τε καὶ ἡττόνων.<milestone unit="para" ed="P"/>τὸ μὲν οὖν ἀληθὲς οὕτως ἔχει, γνώσῃ δέ, ἂν ἐπὶ τὰ μείζω ἔλθῃς ἐάσας ἤδη φιλοσοφίαν. φιλοσοφία γάρ τοί ἐστιν, ὦ Σώκρατες, χαρίεν, ἄν τις αὐτοῦ μετρίως ἅψηται ἐν τῇ ἡλικίᾳ· ἐὰν δὲ περαιτέρω τοῦ δέοντος ἐνδιατρίψῃ, διαφθορὰ τῶν ἀνθρώπων. ἐὰν γὰρ καὶ πάνυ εὐφυὴς ᾖ καὶ πόρρω τῆς ἡλικίας φιλοσοφῇ, ἀνάγκη πάντων ἄπειρον γεγονέναι <milestone unit="section" resp="Stephanus" n="484d"/> ἐστὶν ὧν χρὴ ἔμπειρον εἶναι τὸν μέλλοντα καλὸν κἀγαθὸν καὶ εὐδόκιμον ἔσεσθαι ἄνδρα. καὶ γὰρ τῶν νόμων ἄπειροι γίγνονται τῶν κατὰ τὴν πόλιν, καὶ τῶν λόγων οἷς δεῖ χρώμενον ὁμιλεῖν ἐν τοῖς συμβολαίοις τοῖς ἀνθρώποις καὶ ἰδίᾳ καὶ δημοσίᾳ, καὶ τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν τῶν ἀνθρωπείων, καὶ συλλήβδην τῶν ἠθῶν παντάπασιν ἄπειροι γίγνονται. ἐπειδὰν οὖν ἔλθωσιν εἴς τινα ἰδίαν ἢ πολιτικὴν <milestone unit="section" resp="Stephanus" n="484e"/> πρᾶξιν, καταγέλαστοι γίγνονται, ὥσπερ γε οἶμαι οἱ πολιτικοί, ἐπειδὰν αὖ εἰς τὰς ὑμετέρας διατριβὰς ἔλθωσιν καὶ τοὺς λόγους, καταγέλαστοί εἰσιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="485"><p><said who="#Καλλίκλης" rend="merge"><label>ΚΑΛ.</label> συμβαίνει γὰρ τὸ τοῦ Εὐριπίδου· <quote type="paraphrase">λαμπρός</quote><bibl>Eur. fr. Antiope</bibl> τέ ἐστιν <quote type="continued">ἕκαστος</quote> ἐν τούτῳ, <quote type="continued">καὶ ἐπὶ τοῦτʼ ἐπείγεται</quote>,<quote type="verse"><l met="iambic">νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,</l><l>ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν·</l></quote><bibl>Eur. fr. Antiope</bibl> <milestone n="485" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="485a"/>ὅπου δʼ ἂν φαῦλος ᾖ, ἐντεῦθεν φεύγει καὶ λοιδορεῖ τοῦτο, τὸ δʼ ἕτερον ἐπαινεῖ, εὐνοίᾳ τῇ ἑαυτοῦ, ἡγούμενος οὕτως αὐτὸς ἑαυτὸν ἐπαινεῖν. ἀλλʼ οἶμαι τὸ ὀρθότατόν ἐστιν ἀμφοτέρων μετασχεῖν. φιλοσοφίας μὲν ὅσον παιδείας χάριν καλὸν μετέχειν, καὶ οὐκ αἰσχρὸν μειρακίῳ ὄντι φιλοσοφεῖν· ἐπειδὰν δὲ ἤδη πρεσβύτερος ὢν ἄνθρωπος ἔτι φιλοσοφῇ, καταγέλαστον, ὦ Σώκρατες, τὸ χρῆμα γίγνεται, καὶ ἔγωγε <milestone unit="section" resp="Stephanus" n="485b"/> ὁμοιότατον πάσχω πρὸς τοὺς φιλοσοφοῦντας ὥσπερ πρὸς τοὺς ψελλιζομένους καὶ παίζοντας. ὅταν μὲν γὰρ παιδίον ἴδω, ᾧ ἔτι προσήκει διαλέγεσθαι οὕτω, ψελλιζόμενον καὶ παῖζον, χαίρω τε καὶ χαρίεν μοι φαίνεται καὶ ἐλευθέριον καὶ πρέπον τῇ τοῦ παιδίου ἡλικίᾳ, ὅταν δὲ σαφῶς διαλεγομένου παιδαρίου ἀκούσω, πικρόν τί μοι δοκεῖ χρῆμα εἶναι καὶ ἀνιᾷ μου τὰ ὦτα καί μοι δοκεῖ δουλοπρεπές τι εἶναι· ὅταν δὲ <milestone unit="section" resp="Stephanus" n="485c"/> ἀνδρὸς ἀκούσῃ τις ψελλιζομένου ἢ παίζοντα ὁρᾷ, καταγέλαστον φαίνεται καὶ ἄνανδρον καὶ πληγῶν ἄξιον. ταὐτὸν οὖν ἔγωγε τοῦτο πάσχω καὶ πρὸς τοὺς φιλοσοφοῦντας. παρὰ νέῳ μὲν γὰρ μειρακίῳ ὁρῶν φιλοσοφίαν ἄγαμαι, καὶ πρέπειν μοι δοκεῖ, καὶ ἡγοῦμαι ἐλεύθερόν τινα εἶναι τοῦτον τὸν ἄνθρωπον, τὸν δὲ μὴ φιλοσοφοῦντα ἀνελεύθερον καὶ οὐδέποτε οὐδενὸς ἀξιώσοντα ἑαυτὸν οὔτε καλοῦ οὔτε γενναίου <milestone unit="section" resp="Stephanus" n="485d"/> πράγματος· ὅταν δὲ δὴ πρεσβύτερον ἴδω ἔτι φιλοσοφοῦντα καὶ μὴ ἀπαλλαττόμενον, πληγῶν μοι δοκεῖ ἤδη δεῖσθαι, ὦ Σώκρατες, οὗτος ὁ ἀνήρ. ὃ γὰρ νυνδὴ ἔλεγον, ὑπάρχει τούτῳ τῷ ἀνθρώπῳ, κἂν πάνυ εὐφυὴς ᾖ, ἀνάνδρῳ γενέσθαι φεύγοντι τὰ μέσα τῆς πόλεως καὶ τὰς ἀγοράς, ἐν αἷς ἔφη ὁ ποιητὴς τοὺς ἄνδρας ἀριπρεπεῖς γίγνεσθαι, καταδεδυκότι δὲ τὸν λοιπὸν βίον βιῶναι μετὰ μειρακίων ἐν γωνίᾳ τριῶν ἢ <milestone unit="section" resp="Stephanus" n="485e"/> τεττάρων ψιθυρίζοντα, ἐλεύθερον δὲ καὶ μέγα καὶ ἱκανὸν μηδέποτε φθέγξασθαι. ἐγὼ δέ, ὦ Σώκρατες, πρὸς σὲ ἐπιεικῶς ἔχω φιλικῶς· κινδυνεύω οὖν πεπονθέναι νῦν ὅπερ ὁ Ζῆθος πρὸς τὸν Ἀμφίονα ὁ Εὐριπίδου, οὗπερ ἐμνήσθην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="486"><p><said who="#Καλλίκλης" rend="merge"><label>ΚΑΛ.</label> καὶ γὰρ ἐμοὶ τοιαῦτʼ ἄττα ἐπέρχεται πρὸς σὲ λέγειν, οἷάπερ ἐκεῖνος πρὸς τὸν ἀδελφόν, ὅτι <q>ἀμελεῖς, ὦ Σώκρατες, ὧν δεῖ σε ἐπιμελεῖσθαι, καὶ φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει <milestone n="486" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="486a"/>τινὶ διατρέπεις μορφώματι, καὶ οὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν ὀρθῶς λόγον, οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν ἂν λάβοις, οὔθʼ ὑπὲρ ἄλλου νεανικὸν βούλευμα βουλεύσαιο.</q> καίτοι, ὦ φίλε Σώκρατες—καί μοι μηδὲν ἀχθεσθῇς· εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ—οὐκ αἰσχρὸν δοκεῖ σοι εἶναι οὕτως ἔχειν ὡς ἐγὼ σὲ οἶμαι ἔχειν καὶ τοὺς ἄλλους τοὺς πόρρω ἀεὶ φιλοσοφίας ἐλαύνοντας; νῦν γὰρ εἴ τις σοῦ λαβόμενος ἢ ἄλλου ὁτουοῦν τῶν τοιούτων εἰς τὸ δεσμωτήριον ἀπάγοι, φάσκων ἀδικεῖν μηδὲν ἀδικοῦντα, οἶσθʼ ὅτι οὐκ ἂν ἔχοις ὅτι <milestone unit="section" resp="Stephanus" n="486b"/> χρήσαιο σαυτῷ, ἀλλʼ ἰλιγγιῴης ἂν καὶ χασμῷο οὐκ ἔχων ὅτι εἴποις, καὶ εἰς τὸ δικαστήριον ἀναβάς, κατηγόρου τυχὼν πάνυ φαύλου καὶ μοχθηροῦ, ἀποθάνοις ἄν, εἰ βούλοιτο θανάτου σοι τιμᾶσθαι. καίτοι πῶς σοφὸν τοῦτό ἐστιν, ὦ Σώκρατες, <quote type="prose">ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα</quote>, μήτε αὐτὸν αὑτῷ δυνάμενον βοηθεῖν μηδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων μήτε ἑαυτὸν μήτε ἄλλον μηδένα, ὑπὸ δὲ <milestone unit="section" resp="Stephanus" n="486c"/> τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει; τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην. ἀλλʼ ὠγαθέ, ἐμοὶ πείθου, <quote type="prose">παῦσαι δὲ ἐλέγχων, πραγμάτων δʼ εὐμουσίαν ἄσκει</quote>, καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, <quote type="prose">ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς</quote>, εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, <quote type="prose">ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις</quote>· ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ <milestone unit="section" resp="Stephanus" n="486d"/> ταῦτα, ἀλλʼ οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἅσμενον εὑρεῖν τούτων τινὰ τῶν λίθων ᾗ βασανίζουσιν τὸν χρυσόν, τὴν ἀρίστην, πρὸς ἥντινα ἔμελλον προσαγαγὼν αὐτήν, εἴ μοι ὁμολογήσειεν ἐκείνη καλῶς τεθεραπεῦσθαι τὴν ψυχήν, εὖ εἴσεσθαι ὅτι ἱκανῶς ἔχω καὶ οὐδέν με δεῖ ἄλλης βασάνου;</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="486e"/><label>ΚΑΛ.</label> πρὸς τί δὴ τοῦτο ἐρωτᾷς, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγώ σοι ἐρῶ· νῦν οἶμαι ἐγὼ σοὶ ἐντετυχηκὼς τοιούτῳ ἑρμαίῳ ἐντετυχηκέναι.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί δή;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>