<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:447-466</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:447-466</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="447"><p><said who="#Καλλίκλης"><milestone n="447" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="447a"/><label>ΚΑΛ.</label> πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.</said></p><p><said who="#Χαιρεφῶν"><milestone unit="section" resp="Stephanus" n="447b"/><label>ΧΑΙ.</label> οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν <milestone unit="section" resp="Stephanus" n="447c"/> ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τί ἔρωμαι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="447d"/><label>ΣΩ.</label> ὅστις ἐστίν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="448"><p><said who="#Γοργίας"><milestone n="448" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="448a"/><label>ΓΟΡ.</label> ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448b"/><label>ΠΩΛ.</label> τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> Ἐρώτα.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448c"/><label>ΠΩΛ.</label> δῆλον ὅτι ζωγράφον.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> νῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="448d"/><label>ΣΩ.</label> καλῶς γε, ὦ Γοργία, φαίνεται πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τί μάλιστα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι, ἀλλὰ πολὺ ἂν ἥδιον σέ. δῆλος γάρ μοι πῶλος καὶ ἐξ ὧν εἴρηκεν ὅτι τὴν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν ἢ διαλέγεσθαι.</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448e"/><label>ΠΩΛ.</label> τί δή, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ὦ Πῶλε, ἐρομένου Χαιρεφῶντος τίνος Γοργίας ἐπιστήμων τέχνης, ἐγκωμιάζεις μὲν αὐτοῦ τὴν τέχνην ὥσπερ τινὸς ψέγοντος, ἥτις δέ ἐστιν οὐκ ἀπεκρίνω.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ γὰρ ἀπεκρινάμην ὅτι εἴη ἡ καλλίστη;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="449"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα. ἀλλʼ οὐδεὶς ἐρωτᾷ ποία τις ἡ Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν· ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς <milestone n="449" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="449a"/> καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τῆς ῥητορικῆς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ῥήτορα ἄρα χρή σε καλεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ βούλομαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> κάλει δή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="449b"/><label>ΣΩ.</label> οὐκοῦν καὶ ἄλλους σε φῶμεν δυνατὸν εἶναι ποιεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἐπαγγέλλομαί γε δὴ ταῦτα οὐ μόνον ἐνθάδε ἀλλὰ καὶ ἄλλοθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐθελήσαις ἄν, ὦ Γοργία, ὥσπερ νῦν διαλεγόμεθα, διατελέσαι τὸ μὲν ἐρωτῶν, τὸ δʼ ἀποκρινόμενος, τὸ δὲ μῆκος τῶν λόγων τοῦτο, οἷον καὶ πῶλος ἤρξατο, εἰς αὖθις ἀποθέσθαι; ἀλλʼ ὅπερ ὑπισχνῇ, μὴ ψεύσῃ, ἀλλὰ ἐθέλησον κατὰ βραχὺ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> εἰσὶ μέν, ὦ Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι· οὐ μὴν ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="449c"/> πειράσομαί γε ὡς διὰ βραχυτάτων. καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτου μὴν δεῖ, ὦ Γοργία· καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης <milestone unit="section" resp="Stephanus" n="449d"/> εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα· ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; ὥσπερ ἡ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νὴ τὴν Ἥραν, ὦ Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γὰρ οἶμαι, ὦ Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη;</said></p><p><said who="#Γοργίας"><milestone unit="section" resp="Stephanus" n="449e"/><label>ΓΟΡ.</label> περὶ λόγους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποίους τούτους, ὦ Γοργία; ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ἡ ῥητορική ἐστιν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πῶς γὰρ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="450"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν,<milestone n="450" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="450a"/>ἣν νυνδὴ ἐλέγομεν, ἡ ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἡ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούς γε περὶ τὰ νοσήματα;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως <milestone unit="section" resp="Stephanus" n="450b"/> ἔχουσιν· ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἣ ἂν ᾖ περὶ λόγους;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ὅτι, ὦ Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων <milestone unit="section" resp="Stephanus" n="450c"/> ἐστίν. διὰ ταῦτʼ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν; τάχα δὲ εἴσομαι σαφέστερον. ἀλλʼ ἀπόκριναι· εἰσὶν ἡμῖν τέχναι. ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί. τὰς τοιαύτας <milestone unit="section" resp="Stephanus" n="450d"/> μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι· ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτεραι δέ γέ εἰσι τῶν τεχνῶν αἳ διὰ λόγου πᾶν περαίνουσι, καὶ ἔργου ὡς ἔπος εἰπεῖν ἢ οὐδενὸς προσδέονται ἢ βραχέος πάνυ, οἷον ἡ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ γεωμετρικὴ καὶ πεττευτική γε καὶ ἄλλαι πολλαὶ τέχναι, ὧν ἔνιαι σχεδόν τι ἴσους τοὺς λόγους ἔχουσι ταῖς πράξεσιν, αἱ δὲ πολλαὶ πλείους, καὶ τὸ παράπαν πᾶσα ἡ πρᾶξις καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="450e"/> κῦρος αὐταῖς διὰ λόγων ἐστίν. τῶν τοιούτων τινά μοι δοκεῖς λέγειν τὴν ῥητορικήν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὔτοι τούτων γε οὐδεμίαν οἶμαί σε βούλεσθαι ῥητορικὴν καλεῖν, οὐχ ὅτι τῷ ῥήματι οὕτως εἶπες, ὅτι ἡ διὰ λόγου τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν, καὶ ὑπολάβοι ἄν τις, εἰ βούλοιτο δυσχεραίνειν ἐν τοῖς λόγοις, <q>τὴν ἀριθμητικὴν ἄρα ῥητορικήν, ὦ Γοργία, λέγεις;</q> ἀλλʼ οὐκ οἶμαί σε οὔτε τὴν ἀριθμητικὴν οὔτε τὴν γεωμετρίαν ῥητορικὴν λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="451"><p><said who="#Γοργίας"><milestone n="451" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="451a"/><label>ΓΟΡ.</label> ὀρθῶς γὰρ οἴει, ὦ Σώκρατες, καὶ δικαίως ὑπολαμβάνεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι νυν καὶ σὺ τὴν ἀπόκρισιν ἣν ἠρόμην διαπέρανον. ἐπεὶ γὰρ ῥητορικὴ τυγχάνει μὲν οὖσα τούτων τις τῶν τεχνῶν τῶν τὸ πολὺ λόγῳ χρωμένων, τυγχάνουσιν δὲ καὶ ἄλλαι τοιαῦται οὖσαι, πειρῶ εἰπεῖν ἡ περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν. ὥσπερ ἂν εἴ τίς με ἔροιτο ὧν νυνδὴ ἔλεγον περὶ ἡστινοσοῦν τῶν τεχνῶν· <q>ὦ Σώκρατες, τίς <milestone unit="section" resp="Stephanus" n="451b"/> ἐστιν ἡ ἀριθμητικὴ τέχνη;</q> εἴποιμʼ ἂν αὐτῷ, ὥσπερ σὺ ἄρτι, ὅτι τῶν διὰ λόγου τις τὸ κῦρος ἐχουσῶν. καὶ εἴ με ἐπανέροιτο· <q>τῶν περὶ τί;</q> εἴποιμʼ ἂν ὅτι τῶν περὶ τὸ ἄρτιόν τε καὶ περιττὸν <del>γνῶσις</del>, ὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα. εἰ δʼ αὖ ἔροιτο· <q>τὴν δὲ λογιστικὴν τίνα καλεῖς τέχνην;</q> εἴποιμʼ ἂν ὅτι καὶ αὕτη ἐστὶν τῶν λόγῳ τὸ πᾶν κυρουμένων· καὶ εἰ ἐπανέροιτο· <q>ἡ περὶ τί;</q> εἴποιμʼ ἂν ὥσπερ οἱ ἐν τῷ δήμῳ <milestone unit="section" resp="Stephanus" n="451c"/> συγγραφόμενοι, ὅτι τὰ μὲν ἄλλα καθάπερ ἡ ἀριθμητικὴ ἡ λογιστικὴ ἔχει—περὶ τὸ αὐτὸ γάρ ἐστιν, τό τε ἄρτιον καὶ τὸ περιττόν—διαφέρει δὲ τοσοῦτον, ὅτι καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἡ λογιστική. καὶ εἴ τις τὴν ἀστρονομίαν ἀνέροιτο, ἐμοῦ λέγοντος ὅτι καὶ αὕτη λόγῳ κυροῦται τὰ πάντα, <q>οἱ δὲ λόγοι οἱ τῆς ἀστρονομίας,</q> εἰ φαίη, <q>περὶ τί εἰσιν, ὦ Σώκρατες;</q> εἴποιμʼ ἂν ὅτι περὶ τὴν τῶν ἄστρων φορὰν καὶ ἡλίου καὶ σελήνης, πῶς πρὸς ἄλληλα τάχους ἔχει.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ὀρθῶς γε λέγων σύ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="451d"/><label>ΣΩ.</label> ἴθι δὴ καὶ σύ, ὦ Γοργία. τυγχάνει μὲν γὰρ δὴ ἡ ῥητορικὴ οὖσα τῶν λόγῳ τὰ πάντα διαπραττομένων τε καὶ κυρουμένων· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ τῶν περὶ τί; <add>τί</add> ἐστι τοῦτο τῶν ὄντων, περὶ οὗ οὗτοι οἱ λόγοι εἰσὶν οἷς ἡ ῥητορικὴ χρῆται;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, ὦ Σώκρατες, καὶ ἄριστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Γοργία, ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις <milestone unit="section" resp="Stephanus" n="451e"/> καὶ οὐδέν πω σαφές. οἴομαι γάρ σε ἀκηκοέναι ἐν τοῖς συμποσίοις ᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν ᾧ καταριθμοῦνται ᾁδοντες ὅτι <quote type="paraphrase">ὑγιαίνειν μὲν ἄριστόν</quote> ἐστιν, τὸ δὲ <quote type="continued">δεύτερον καλὸν γενέσθαι, τρίτον δέ</quote>, ὥς φησιν ὁ ποιητὴς τοῦ σκολιοῦ, <quote type="continued">τὸ πλουτεῖν ἀδόλως</quote>.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀκήκοα γάρ· ἀλλὰ πρὸς τί τοῦτο λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="452"><p><said who="#Σωκράτης"><milestone n="452" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="452a"/><label>ΣΩ.</label> ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι <q>ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας· οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλʼ ἡ ἐμή</q> —εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην· σὺ δὲ τίς ὢν ταῦτα λέγεις; εἴποι ἂν ἴσως ὅτι ἰατρός. τί οὖν λέγεις; ἦ τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν; <q>πῶς γὰρ οὔ,</q> φαίη ἂν ἴσως, <q>ὦ Σώκρατες, ὑγίεια; τί δʼ ἐστὶν μεῖζον ἀγαθὸν <milestone unit="section" resp="Stephanus" n="452b"/> ἀνθρώποις ὑγιείας;</q> εἰ δʼ αὖ μετὰ τοῦτον ὁ παιδοτρίβης εἴποι ὅτι <q>θαυμάζοιμί τἄν, ὦ Σώκρατες, καὶ αὐτὸς εἴ σοι ἔχοι Γοργίας μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆς αὑτοῦ τέχνης ἢ ἐγὼ τῆς ἐμῆς·</q> εἴποιμʼ ἂν αὖ καὶ πρὸς τοῦτον· σὺ δὲ δὴ τίς εἶ, ὦ ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον; <q>παιδοτρίβης,</q> φαίη ἄν, <q>τὸ δὲ ἔργον μού ἐστιν καλούς τε καὶ ἰσχυροὺς ποιεῖν τοὺς ἀνθρώπους τὰ σώματα.</q> μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν ὁ χρηματιστής, ὡς ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων· <milestone unit="section" resp="Stephanus" n="452c"/> <q>σκόπει δῆτα, ὦ Σώκρατες, ἐάν σοι πλούτου φανῇ τι μεῖζον ἀγαθὸν ὂν ἢ παρὰ Γοργίᾳ ἢ παρʼ ἄλλῳ ὁτῳοῦν.</q> φαῖμεν ἂν οὖν πρὸς αὐτόν· τί δὲ δή; ἦ σὺ τούτου δημιουργός; φαίη ἄν. τίς ὤν; <q>χρηματιστής.</q> τί οὖν; κρίνεις σὺ μέγιστον ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον; φήσομεν. <q>πῶς γὰρ οὔκ;</q> ἐρεῖ. καὶ μὴν ἀμφισβητεῖ γε Γοργίας ὅδε τὴν παρʼ αὑτῷ τέχνην μείζονος ἀγαθοῦ αἰτίαν εἶναι ἢ τὴν σήν, φαῖμεν ἂν ἡμεῖς. δῆλον οὖν ὅτι τὸ μετὰ τοῦτο ἔροιτʼ ἄν· <q>καὶ τί ἐστιν <milestone unit="section" resp="Stephanus" n="452d"/> τοῦτο τὸ ἀγαθόν; ἀποκρινάσθω Γοργίας.</q> ἴθι οὖν νομίσας, ὦ Γοργία, ἐρωτᾶσθαι καὶ ὑπʼ ἐκείνων καὶ ὑπʼ ἐμοῦ, ἀπόκριναι τί ἐστιν τοῦτο ὃ φῂς σὺ μέγιστον ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις καὶ σὲ δημιουργὸν εἶναι αὐτοῦ.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ὅπερ ἐστίν, ὦ Σώκρατες, τῇ ἀληθείᾳ μέγιστον ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν ἐλευθερίας αὐτοῖς τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν ἐν τῇ αὑτοῦ πόλει ἑκάστῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν δὴ τοῦτο λέγεις;</said></p><p><said who="#Γοργίας"><milestone unit="section" resp="Stephanus" n="452e"/><label>ΓΟΡ.</label> τὸ πείθειν ἔγωγʼ οἷόν τʼ εἶναι τοῖς λόγοις καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται. καίτοι ἐν ταύτῃ τῇ δυνάμει δοῦλον μὲν ἕξεις τὸν ἰατρόν, δοῦλον δὲ τὸν παιδοτρίβην· ὁ δὲ χρηματιστὴς οὗτος ἄλλῳ ἀναφανήσεται χρηματιζόμενος καὶ οὐχ αὑτῷ, ἀλλὰ σοὶ τῷ δυναμένῳ λέγειν καὶ πείθειν τὰ πλήθη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="453"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν μοι δοκεῖς δηλῶσαι, ὦ Γοργία, ἐγγύτατα τὴν <milestone n="453" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="453a"/>ῥητορικὴν ἥντινα τέχνην ἡγῇ εἶναι, καὶ εἴ τι ἐγὼ συνίημι, λέγεις ὅτι πειθοῦς δημιουργός ἐστιν ἡ ῥητορική, καὶ ἡ πραγματεία αὐτῆς ἅπασα καὶ τὸ κεφάλαιον εἰς τοῦτο τελευτᾷ· ἢ ἔχεις τι λέγειν ἐπὶ πλέον τὴν ῥητορικὴν δύνασθαι ἢ πειθὼ τοῖς ἀκούουσιν ἐν τῇ ψυχῇ ποιεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐδαμῶς, ὦ Σώκρατες, ἀλλά μοι δοκεῖς ἱκανῶς ὁρίζεσθαι· ἔστιν γὰρ τοῦτο τὸ κεφάλαιον αὐτῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουσον δή, ὦ Γοργία. ἐγὼ γὰρ εὖ ἴσθʼ ὅτι, ὡς <milestone unit="section" resp="Stephanus" n="453b"/> ἐμαυτὸν πείθω, εἴπερ τις ἄλλος ἄλλῳ διαλέγεται βουλόμενος εἰδέναι αὐτὸ τοῦτο περὶ ὅτου ὁ λόγος ἐστίν, καὶ ἐμὲ εἶναι τούτων ἕνα· ἀξιῶ δὲ καὶ σέ.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τί οὖν δή, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ ἐρῶ νῦν. ἐγὼ τὴν ἀπὸ τῆς ῥητορικῆς πειθώ, ἥτις ποτʼ ἐστὶν ἣν σὺ λέγεις καὶ περὶ ὧντινων πραγμάτων ἐστὶν πειθώ, σαφῶς μὲν εὖ ἴσθʼ ὅτι οὐκ οἶδα, οὐ μὴν ἀλλʼ ὑποπτεύω γε ἣν οἶμαί σε λέγειν καὶ περὶ ὧν· οὐδὲν μέντοι ἧττον ἐρήσομαί σε τίνα ποτὲ λέγεις τὴν πειθὼ τὴν ἀπὸ τῆς <milestone unit="section" resp="Stephanus" n="453c"/> ῥητορικῆς καὶ περὶ τίνων αὐτὴν εἶναι. τοῦ ἕνεκα δὴ αὐτὸς ὑποπτεύων σὲ ἐρήσομαι, ἀλλʼ οὐκ αὐτὸς λέγω; οὐ σοῦ ἕνεκα ἀλλὰ τοῦ λόγου, ἵνα οὕτω προΐῃ ὡς μάλιστʼ ἂν ἡμῖν καταφανὲς ποιοῖ περὶ ὅτου λέγεται. σκόπει γὰρ εἴ σοι δοκῶ δικαίως ἀνερωτᾶν σε· ὥσπερ ἂν εἰ ἐτύγχανόν σε ἐρωτῶν τίς ἐστιν τῶν ζωγράφων Ζεῦξις, εἴ μοι εἶπες ὅτι ὁ τὰ ζῷα γράφων, ἆρʼ οὐκ ἂν δικαίως σε ἠρόμην ὁ τὰ ποῖα τῶν ζῴων γράφων καὶ ποῦ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="453d"/><label>ΣΩ.</label> ἆρα διὰ τοῦτο, ὅτι καὶ ἄλλοι εἰσὶ ζωγράφοι γράφοντες ἄλλα πολλὰ ζῷα;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μηδεὶς ἄλλος ἢ Ζεῦξις ἔγραφε, καλῶς ἄν σοι ἀπεκέκριτο;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δὴ καὶ περὶ τῆς ῥητορικῆς εἰπέ· πότερόν σοι δοκεῖ πειθὼ ποιεῖν ἡ ῥητορικὴ μόνη ἢ καὶ ἄλλαι τέχναι; λέγω δὲ τὸ τοιόνδε· ὅστις διδάσκει ὁτιοῦν πρᾶγμα, πότερον ὃ διδάσκει πείθει ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐ δῆτα, ὦ Σώκρατες, ἀλλὰ πάντων μάλιστα πείθει.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="453e"/><label>ΣΩ.</label> πάλιν δὴ ἐπὶ τῶν αὐτῶν τεχνῶν λέγωμεν ὧνπερ νυνδή· ἡ ἀριθμητικὴ οὐ διδάσκει ἡμᾶς ὅσα ἐστὶν τὰ τοῦ ἀριθμοῦ, καὶ ὁ ἀριθμητικὸς ἄνθρωπος;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ πείθει;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πειθοῦς ἄρα δημιουργός ἐστιν καὶ ἡ ἀριθμητική;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="454"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐάν τις ἐρωτᾷ ἡμᾶς ποίας πειθοῦς καὶ περὶ τί, ἀποκρινούμεθά που αὐτῷ ὅτι τῆς διδασκαλικῆς τῆς περὶ τὸ <milestone n="454" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="454a"/>ἄρτιόν τε καὶ τὸ περιττὸν ὅσον ἐστίν· καὶ τὰς ἄλλας ἃς νυνδὴ ἐλέγομεν τέχνας ἁπάσας ἕξομεν ἀποδεῖξαι πειθοῦς δημιουργοὺς οὔσας καὶ ἧστινος καὶ περὶ ὅτι· ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ῥητορικὴ μόνη πειθοῦς ἐστιν δημιουργός.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ τοίνυν οὐ μόνη ἀπεργάζεται τοῦτο τὸ ἔργον, ἀλλὰ καὶ ἄλλαι, δικαίως ὥσπερ περὶ τοῦ ζωγράφου μετὰ τοῦτο ἐπανεροίμεθʼ ἂν τὸν λέγοντα· ποίας δὴ πειθοῦς καὶ τῆς περὶ τί πειθοῦς ἡ ῥητορική ἐστιν τέχνη; ἢ οὐ δοκεῖ σοι <milestone unit="section" resp="Stephanus" n="454b"/> δίκαιον εἶναι ἐπανερέσθαι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπόκριναι δή, ὦ Γοργία, ἐπειδή γε καὶ σοὶ δοκεῖ οὕτως.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ταύτης τοίνυν τῆς πειθοῦς λέγω, ὦ Σώκρατες, τῆς ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς ἄλλοις ὄχλοις, ὥσπερ καὶ ἄρτι ἔλεγον, καὶ περὶ τούτων ἅ ἐστι δίκαιά τε καὶ ἄδικα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐγώ τοι ὑπώπτευον ταύτην σε λέγειν τὴν πειθὼ καὶ περὶ τούτων, ὦ Γοργία· ἀλλʼ ἵνα μὴ θαυμάζῃς ἐὰν καὶ ὀλίγον ὕστερον τοιοῦτόν τί σε ἀνέρωμαι, ὃ δοκεῖ μὲν δῆλον <milestone unit="section" resp="Stephanus" n="454c"/> εἶναι, ἐγὼ δʼ ἐπανερωτῶ—ὅπερ γὰρ λέγω, τοῦ ἑξῆς ἕνεκα περαίνεσθαι τὸν λόγον ἐρωτῶ, οὐ σοῦ ἕνεκα ἀλλʼ ἵνα μὴ ἐθιζώμεθα ὑπονοοῦντες προαρπάζειν ἀλλήλων τὰ λεγόμενα, ἀλλὰ σὺ τὰ σαυτοῦ κατὰ τὴν ὑπόθεσιν ὅπως ἂν βούλῃ περαίνῃς.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> καὶ ὀρθῶς γέ μοι δοκεῖς ποιεῖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δὴ καὶ τόδε ἐπισκεψώμεθα. καλεῖς τι μεμαθηκέναι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> καλῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; πεπιστευκέναι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label><milestone unit="section" resp="Stephanus" n="454d"/> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ταὐτὸν δοκεῖ σοι εἶναι μεμαθηκέναι καὶ πεπιστευκέναι, καὶ μάθησις καὶ πίστις, ἢ ἄλλο τι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οἴομαι μὲν ἔγωγε, ὦ Σώκρατες, ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς γὰρ οἴει· γνώσῃ δὲ ἐνθένδε. εἰ γάρ τίς σε ἔροιτο· <q>ἆρʼ ἔστιν τις, ὦ Γοργία, πίστις ψευδὴς καὶ ἀληθής;</q> φαίης ἄν, ὡς ἐγὼ οἶμαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἐπιστήμη ἐστὶν ψευδὴς καὶ ἀληθής;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δῆλον ἄρʼ αὖ ὅτι οὐ ταὐτόν ἐστιν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><milestone unit="section" resp="Stephanus" n="454e"/> ἀλλὰ μὴν οἵ τέ γε μεμαθηκότες πεπεισμένοι εἰσὶν καὶ οἱ πεπιστευκότες.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν δύο εἴδη θῶμεν πειθοῦς, τὸ μὲν πίστιν παρεχόμενον ἄνευ τοῦ εἰδέναι, τὸ δʼ ἐπιστήμην;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποτέραν οὖν ἡ ῥητορικὴ πειθὼ ποιεῖ ἐν δικαστηρίοις τε καὶ τοῖς ἄλλοις ὄχλοις περὶ τῶν δικαίων τε καὶ ἀδίκων; ἐξ ἧς πιστεύειν γίγνεται ἄνευ τοῦ εἰδέναι ἢ ἐξ ἧς τὸ εἰδέναι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> δῆλον δήπου, ὦ Σώκρατες, ὅτι ἐξ ἧς τὸ πιστεύειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="455"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς <milestone n="455" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="455a"/>δημιουργός ἐστιν πιστευτικῆς ἀλλʼ οὐ διδασκαλικῆς περὶ τὸ δίκαιόν τε καὶ ἄδικον.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα διδασκαλικὸς ὁ ῥήτωρ ἐστὶν δικαστηρίων τε καὶ τῶν ἄλλων ὄχλων δικαίων τε πέρι καὶ ἀδίκων, ἀλλὰ πιστικὸς μόνον· οὐ γὰρ δήπου ὄχλον γʼ ἂν δύναιτο τοσοῦτον ἐν ὀλίγῳ χρόνῳ διδάξαι οὕτω μεγάλα πράγματα.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, ἴδωμεν τί ποτε καὶ λέγομεν περὶ τῆς <milestone unit="section" resp="Stephanus" n="455b"/> ῥητορικῆς· ἐγὼ μὲν γάρ τοι οὐδʼ αὐτός πω δύναμαι κατανοῆσαι ὅτι λέγω. ὅταν περὶ ἰατρῶν αἱρέσεως ᾖ τῇ πόλει σύλλογος ἢ περὶ ναυπηγῶν ἢ περὶ ἄλλου τινὸς δημιουργικοῦ ἔθνους, ἄλλο τι ἢ τότε ὁ ῥητορικὸς οὐ συμβουλεύσει; δῆλον γὰρ ὅτι ἐν ἑκάστῃ αἱρέσει τὸν τεχνικώτατον δεῖ αἱρεῖσθαι. οὐδʼ ὅταν τειχῶν περὶ οἰκοδομήσεως ἢ λιμένων κατασκευῆς ἢ νεωρίων, ἀλλʼ οἱ ἀρχιτέκτονες· οὐδʼ αὖ ὅταν στρατηγῶν αἱρέσεως πέρι ἢ τάξεώς τινος πρὸς πολεμίους ἢ χωρίων <milestone unit="section" resp="Stephanus" n="455c"/> καταλήψεως συμβουλὴ ᾖ, ἀλλʼ οἱ στρατηγικοὶ τότε συμβουλεύσουσιν, οἱ ῥητορικοὶ δὲ οὔ· ἢ πῶς λέγεις, ὦ Γοργία, τὰ τοιαῦτα; ἐπειδὴ γὰρ αὐτός τε φῂς ῥήτωρ εἶναι καὶ ἄλλους ποιεῖν ῥητορικούς, εὖ ἔχει τὰ τῆς σῆς τέχνης παρὰ σοῦ πυνθάνεσθαι. καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν· ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύνοιντʼ ἄν σε ἀνερέσθαι. ὑπʼ <milestone unit="section" resp="Stephanus" n="455d"/> ἐμοῦ οὖν ἀνερωτώμενος νόμισον καὶ ὑπʼ ἐκείνων ἀνερωτᾶσθαι· <q>τί ἡμῖν, ὦ Γοργία, ἔσται, ἐάν σοι συνῶμεν; περὶ τίνων τῇ πόλει συμβουλεύειν οἷοί τε ἐσόμεθα; πότερον περὶ δικαίου μόνον καὶ ἀδίκου ἢ καὶ περὶ ὧν νυνδὴ Σωκράτης ἔλεγεν;</q> πειρῶ οὖν αὐτοῖς ἀποκρίνεσθαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλʼ ἐγώ σοι πειράσομαι, ὦ Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν· αὐτὸς γὰρ καλῶς ὑφηγήσω. οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα <milestone unit="section" resp="Stephanus" n="455e"/> καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δʼ ἐκ τῆς Περικλέους ἀλλʼ οὐκ ἐκ τῶν δημιουργῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους· Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="456"><p><said who="#Γοργίας"><milestone n="456" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="456a"/><label>ΓΟΡ.</label> καὶ ὅταν γέ τις αἵρεσις ᾖ ὧν νυνδὴ σὺ ἔλεγες, ὦ Σώκρατες, ὁρᾷς ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νικῶντες τὰς γνώμας περὶ τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα καὶ θαυμάζων, ὦ Γοργία, πάλαι ἐρωτῶ τίς ποτε ἡ δύναμίς ἐστιν τῆς ῥητορικῆς. δαιμονία γάρ τις ἔμοιγε καταφαίνεται τὸ μέγεθος οὕτω σκοποῦντι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> εἰ πάντα γε εἰδείης, ὦ Σώκρατες, ὅτι ὡς ἔπος εἰπεῖν ἁπάσας τὰς δυνάμεις συλλαβοῦσα ὑφʼ αὑτῇ ἔχει. <milestone unit="section" resp="Stephanus" n="456b"/> μέγα δέ σοι τεκμήριον ἐρῶ· πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ καὶ μετὰ τῶν ἄλλων ἰατρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῷ ἰατρῷ, οὐ δυναμένου τοῦ ἰατροῦ πεῖσαι, ἐγὼ ἔπεισα, οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ. φημὶ δὲ καὶ εἰς πόλιν ὅπῃ βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰατρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰατρόν, οὐδαμοῦ <milestone unit="section" resp="Stephanus" n="456c"/> ἂν φανῆναι τὸν ἰατρόν, ἀλλʼ αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο. καὶ εἰ πρὸς ἄλλον γε δημιουργὸν ὁντιναοῦν ἀγωνίζοιτο, πείσειεν ἂν αὑτὸν ἑλέσθαι ὁ ῥητορικὸς μᾶλλον ἢ ἄλλος ὁστισοῦν· οὐ γὰρ ἔστιν περὶ ὅτου οὐκ ἂν πιθανώτερον εἴποι ὁ ῥητορικὸς ἢ ἄλλος ὁστισοῦν τῶν δημιουργῶν ἐν πλήθει. ἡ μὲν οὖν δύναμις τοσαύτη ἐστὶν καὶ τοιαύτη τῆς τέχνης· δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι ὥσπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ. καὶ γὰρ <milestone unit="section" resp="Stephanus" n="456d"/> τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους, ὅτι ἔμαθεν πυκτεύειν τε καὶ παγκρατιάζειν καὶ ἐν ὅπλοις μάχεσθαι, ὥστε κρείττων εἶναι καὶ φίλων καὶ ἐχθρῶν, οὐ τούτου ἕνεκα τοὺς φίλους δεῖ τύπτειν οὐδὲ κεντεῖν τε καὶ ἀποκτεινύναι. οὐδέ γε μὰ Δία ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς <milestone unit="section" resp="Stephanus" n="456e"/> παιδοτρίβας καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνοι μὲν γὰρ παρέδοσαν ἐπὶ τῷ δικαίως χρῆσθαι τούτοις πρὸς τοὺς πολεμίους καὶ τοὺς ἀδικοῦντας, ἀμυνομένους, μὴ ὑπάρχοντας·
<milestone n="457" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="457a"/>οἱ δὲ μεταστρέψαντες χρῶνται τῇ ἰσχύϊ καὶ τῇ τέχνῃ οὐκ ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="457"><p><said who="#Γοργίας" rend="merge"><label>ΓΟΡ.</label> οὔκουν οἱ διδάξαντες πονηροί, οὐδὲ ἡ τέχνη οὔτε αἰτία οὔτε πονηρὰ τούτου ἕνεκά ἐστιν, ἀλλʼ οἱ μὴ χρώμενοι οἶμαι ὀρθῶς. ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς ῥητορικῆς. δυνατὸς μὲν γὰρ πρὸς ἅπαντάς ἐστιν ὁ ῥήτωρ καὶ περὶ παντὸς λέγειν, ὥστε πιθανώτερος εἶναι ἐν τοῖς πλήθεσιν <milestone unit="section" resp="Stephanus" n="457b"/> ἔμβραχυ περὶ ὅτου ἂν βούληται· ἀλλʼ οὐδέν τι μᾶλλον τούτου ἕνεκα δεῖ οὔτε τοὺς ἰατροὺς τὴν δόξαν ἀφαιρεῖσθαι— ὅτι δύναιτο ἂν τοῦτο ποιῆσαι—οὔτε τοὺς ἄλλους δημιουργούς, ἀλλὰ δικαίως καὶ τῇ ῥητορικῇ χρῆσθαι, ὥσπερ καὶ τῇ ἀγωνίᾳ. ἐὰν δὲ οἶμαι ῥητορικὸς γενόμενός τις κᾆτα ταύτῃ τῇ δυνάμει καὶ τῇ τέχνῃ ἀδικῇ, οὐ τὸν διδάξαντα δεῖ μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων. ἐκεῖνος μὲν γὰρ ἐπὶ <milestone unit="section" resp="Stephanus" n="457c"/> δικαίου χρείᾳ παρέδωκεν, ὁ δʼ ἐναντίως χρῆται. τὸν οὖν οὐκ ὀρθῶς χρώμενον μισεῖν δίκαιον καὶ ἐκβάλλειν καὶ ἀποκτεινύναι ἀλλʼ οὐ τὸν διδάξαντα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶμαι, ὦ Γοργία, καὶ σὲ ἔμπειρον εἶναι πολλῶν λόγων καὶ καθεωρακέναι ἐν αὐτοῖς τὸ τοιόνδε, ὅτι οὐ ῥᾳδίως δύνανται περὶ ὧν ἂν ἐπιχειρήσωσιν διαλέγεσθαι διορισάμενοι πρὸς ἀλλήλους καὶ μαθόντες καὶ διδάξαντες ἑαυτούς, <milestone unit="section" resp="Stephanus" n="457d"/> οὕτω διαλύεσθαι τὰς συνουσίας, ἀλλʼ ἐὰν περί του ἀμφισβητήσωσιν καὶ μὴ φῇ ὁ ἕτερος τὸν ἕτερον ὀρθῶς λέγειν ἢ μὴ σαφῶς, χαλεπαίνουσί τε καὶ κατὰ φθόνον οἴονται τὸν ἑαυτῶν λέγειν, φιλονικοῦντας ἀλλʼ οὐ ζητοῦντας τὸ προκείμενον ἐν τῷ λόγῳ· καὶ ἔνιοί γε τελευτῶντες αἴσχιστα ἀπαλλάττονται, λοιδορηθέντες τε καὶ εἰπόντες καὶ ἀκούσαντες περὶ σφῶν αὐτῶν τοιαῦτα οἷα καὶ τοὺς παρόντας ἄχθεσθαι ὑπὲρ σφῶν αὐτῶν, ὅτι τοιούτων ἀνθρώπων ἠξίωσαν <milestone unit="section" resp="Stephanus" n="457e"/> ἀκροαταὶ γενέσθαι. τοῦ δὴ ἕνεκα λέγω ταῦτα; ὅτι νῦν ἐμοὶ δοκεῖς σὺ οὐ πάνυ ἀκόλουθα λέγειν οὐδὲ σύμφωνα οἷς τὸ πρῶτον ἔλεγες περὶ τῆς ῥητορικῆς· φοβοῦμαι οὖν διελέγχειν σε, μή με ὑπολάβῃς οὐ πρὸς τὸ πρᾶγμα φιλονικοῦντα λέγειν τοῦ καταφανὲς γενέσθαι, ἀλλὰ πρὸς σέ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="458"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="458" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="458a"/><label>ΣΩ.</label> ἐγὼ οὖν, εἰ μὲν καὶ σὺ εἶ τῶν ἀνθρώπων ὧνπερ καὶ ἐγώ, ἡδέως ἄν σε διερωτῴην· εἰ δὲ μή, ἐῴην ἄν. ἐγὼ δὲ τίνων εἰμί; τῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων εἴ τι μὴ ἀληθὲς λέγω, ἡδέως δʼ ἂν ἐλεγξάντων εἴ τίς τι μὴ ἀληθὲς λέγοι, οὐκ ἀηδέστερον μεντἂν ἐλεγχθέντων ἢ ἐλεγξάντων· μεῖζον γὰρ αὐτὸ ἀγαθὸν ἡγοῦμαι, ὅσῳπερ μεῖζον ἀγαθόν ἐστιν αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ μεγίστου ἢ ἄλλον ἀπαλλάξαι. οὐδὲν γὰρ οἶμαι τοσοῦτον κακὸν εἶναι ἀνθρώπῳ, ὅσον δόξα <milestone unit="section" resp="Stephanus" n="458b"/> ψευδὴς περὶ ὧν τυγχάνει νῦν ἡμῖν ὁ λόγος ὤν. εἰ μὲν οὖν καὶ σὺ φῂς τοιοῦτος εἶναι, διαλεγώμεθα· εἰ δὲ καὶ δοκεῖ χρῆναι ἐᾶν, ἐῶμεν ἤδη χαίρειν καὶ διαλύωμεν τὸν λόγον.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ φημὶ μὲν ἔγωγε, ὦ Σώκρατες, καὶ αὐτὸς τοιοῦτος εἶναι οἷον σὺ ὑφηγῇ· ἴσως μέντοι χρῆν ἐννοεῖν καὶ τὸ τῶν παρόντων. πάλαι γάρ τοι, πρὶν καὶ ὑμᾶς ἐλθεῖν, ἐγὼ τοῖς παροῦσι πολλὰ ἐπεδειξάμην, καὶ νῦν ἴσως πόρρω ἀποτενοῦμεν, <milestone unit="section" resp="Stephanus" n="458c"/> ἢν διαλεγώμεθα. σκοπεῖν οὖν χρὴ καὶ τὸ τούτων, μή τινας αὐτῶν κατέχομεν βουλομένους τι καὶ ἄλλο πράττειν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τοῦ μὲν θορύβου, ὦ Γοργία τε καὶ Σώκρατες, αὐτοὶ ἀκούετε τούτων τῶν ἀνδρῶν βουλομένων ἀκούειν ἐάν τι λέγητε· ἐμοὶ δʼ οὖν καὶ αὐτῷ μὴ γένοιτο τοσαύτη ἀσχολία, ὥστε τοιούτων λόγων καὶ οὕτω λεγομένων ἀφεμένῳ προὐργιαίτερόν τι γενέσθαι ἄλλο πράττειν.</said></p><p><said who="#Καλλίκλης"><milestone unit="section" resp="Stephanus" n="458d"/><label>ΚΑΛ.</label> νὴ τοὺς θεούς, ὦ Χαιρεφῶν, καὶ μὲν δὴ καὶ αὐτὸς πολλοῖς ἤδη λόγοις παραγενόμενος οὐκ οἶδʼ εἰ πώποτε ἥσθην οὕτως ὥσπερ νυνί· ὥστʼ ἔμοιγε, κἂν τὴν ἡμέραν ὅλην ἐθέλητε διαλέγεσθαι, χαριεῖσθε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μήν, ὦ Καλλίκλεις, τό γʼ ἐμὸν οὐδὲν κωλύει, εἴπερ ἐθέλει Γοργίας.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> αἰσχρὸν δὴ τὸ λοιπόν, ὦ Σώκρατες, γίγνεται ἐμέ γε μὴ ἐθέλειν, αὐτὸν ἐπαγγειλάμενον ἐρωτᾶν ὅτι τις βούλεται. <milestone unit="section" resp="Stephanus" n="458e"/> ἀλλʼ εἰ δοκεῖ τουτοισί, διαλέγου τε καὶ ἐρώτα ὅτι βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουε δή, ὦ Γοργία, ἃ θαυμάζω ἐν τοῖς λεγομένοις ὑπὸ σοῦ· ἴσως γάρ τοι σοῦ ὀρθῶς λέγοντος ἐγὼ οὐκ ὀρθῶς ὑπολαμβάνω. ῥητορικὸν φῂς ποιεῖν οἷός τʼ εἶναι, ἐάν τις βούληται παρὰ σοῦ μανθάνειν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="459"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν περὶ πάντων ὥστʼ ἐν ὄχλῳ πιθανὸν εἶναι, οὐ διδάσκοντα ἀλλὰ
<milestone n="459" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="459a"/>πείθοντα;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔλεγές τοι νυνδὴ ὅτι καὶ περὶ τοῦ ὑγιεινοῦ τοῦ ἰατροῦ πιθανώτερος ἔσται ὁ ῥήτωρ.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> καὶ γὰρ ἔλεγον, ἔν γε ὄχλῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ ἐν ὄχλῳ τοῦτό ἐστιν, ἐν τοῖς μὴ εἰδόσιν; οὐ γὰρ δήπου ἔν γε τοῖς εἰδόσι τοῦ ἰατροῦ πιθανώτερος ἔσται.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ τοῦ ἰατροῦ πιθανώτερος ἔσται, τοῦ εἰδότος πιθανώτερος γίγνεται;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ <milestone unit="section" resp="Stephanus" n="459b"/> γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἰατρός γε ὤν· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ μὴ ἰατρός γε δήπου ἀνεπιστήμων ὧν ὁ ἰατρὸς ἐπιστήμων.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> δῆλον ὅτι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ οὐκ εἰδὼς ἄρα τοῦ εἰδότος ἐν οὐκ εἰδόσι πιθανώτερος ἔσται, ὅταν ὁ ῥήτωρ τοῦ ἰατροῦ πιθανώτερος ᾖ. τοῦτο συμβαίνει ἢ ἄλλο τι;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τοῦτο ἐνταῦθά γε συμβαίνει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας ὡσαύτως ἔχει ὁ ῥήτωρ καὶ ἡ ῥητορική· αὐτὰ μὲν τὰ πράγματα οὐδὲν δεῖ αὐτὴν εἰδέναι ὅπως ἔχει, μηχανὴν <milestone unit="section" resp="Stephanus" n="459c"/> δέ τινα πειθοῦς ηὑρηκέναι ὥστε φαίνεσθαι τοῖς οὐκ εἰδόσι μᾶλλον εἰδέναι τῶν εἰδότων.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐκοῦν πολλὴ ῥᾳστώνη, ὦ Σώκρατες, γίγνεται, μὴ μαθόντα τὰς ἄλλας τέχνας ἀλλὰ μίαν ταύτην, μηδὲν ἐλαττοῦσθαι τῶν δημιουργῶν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ μὲν ἐλαττοῦται ἢ μὴ ἐλαττοῦται ὁ ῥήτωρ τῶν ἄλλων διὰ τὸ οὕτως ἔχειν, αὐτίκα ἐπισκεψόμεθα, ἐάν τι ἡμῖν πρὸς λόγου ᾖ· νῦν δὲ τόδε πρότερον σκεψώμεθα, ἆρα <milestone unit="section" resp="Stephanus" n="459d"/> τυγχάνει περὶ τὸ δίκαιον καὶ τὸ ἄδικον καὶ τὸ αἰσχρὸν καὶ τὸ καλὸν καὶ ἀγαθὸν καὶ κακὸν οὕτως ἔχων ὁ ῥητορικὸς ὡς περὶ τὸ ὑγιεινὸν καὶ περὶ τὰ ἄλλα ὧν αἱ ἄλλαι τέχναι, αὐτὰ μὲν οὐκ εἰδώς, τί ἀγαθὸν ἢ τί κακόν ἐστιν ἢ τί καλὸν ἢ τί αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον, πειθὼ δὲ περὶ αὐτῶν μεμηχανημένος ὥστε δοκεῖν εἰδέναι οὐκ εἰδὼς ἐν οὐκ εἰδόσιν <milestone unit="section" resp="Stephanus" n="459e"/> μᾶλλον τοῦ εἰδότος; ἢ ἀνάγκη εἰδέναι, καὶ δεῖ προεπιστάμενον ταῦτα ἀφικέσθαι παρὰ σὲ τὸν μέλλοντα μαθήσεσθαι τὴν ῥητορικήν; εἰ δὲ μή, σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος τούτων μὲν οὐδὲν διδάξεις τὸν ἀφικνούμενον—οὐ γὰρ σὸν ἔργον —ποιήσεις δʼ ἐν τοῖς πολλοῖς δοκεῖν εἰδέναι αὐτὸν τὰ τοιαῦτα οὐκ εἰδότα καὶ δοκεῖν ἀγαθὸν εἶναι οὐκ ὄντα; ἢ τὸ παράπαν οὐχ οἷός τε ἔσῃ αὐτὸν διδάξαι τὴν ῥητορικήν, ἐὰν μὴ προειδῇ περὶ τούτων τὴν ἀλήθειαν; ἢ πῶς τὰ τοιαῦτα ἔχει, ὦ Γοργία; <milestone n="460" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="460a"/>καὶ πρὸς Διός, ὥσπερ ἄρτι εἶπες, ἀποκαλύψας τῆς ῥητορικῆς εἰπὲ τίς ποθʼ ἡ δύναμίς ἐστιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="460"><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλʼ ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, ἐὰν τύχῃ μὴ εἰδώς, καὶ ταῦτα παρʼ ἐμοῦ μαθήσεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε δή· καλῶς γὰρ λέγεις. ἐάνπερ ῥητορικὸν σύ τινα ποιήσῃς, ἀνάγκη αὐτὸν εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα ἤτοι πρότερόν γε ἢ ὕστερον μαθόντα παρὰ σοῦ.</said></p><p><said who="#Γοργίας"><milestone unit="section" resp="Stephanus" n="460b"/><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὁ τὰ τεκτονικὰ μεμαθηκὼς τεκτονικός, ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὁ τὰ μουσικὰ μουσικός;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὁ τὰ ἰατρικὰ ἰατρικός; καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον, ὁ μεμαθηκὼς ἕκαστα τοιοῦτός ἐστιν οἷον ἡ ἐπιστήμη ἕκαστον ἀπεργάζεται;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κατὰ τοῦτον τὸν λόγον καὶ ὁ τὰ δίκαια μεμαθηκὼς δίκαιος;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ δίκαιος δίκαιά που πράττει.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="460c"/><label>ΣΩ.</label> οὐκοῦν ἀνάγκη τὸν ῥητορικὸν δίκαιον εἶναι, τὸν δὲ δίκαιον βούλεσθαι δίκαια πράττειν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέποτε ἄρα βουλήσεται ὅ γε δίκαιος ἀδικεῖν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ ῥητορικὸν ἀνάγκη ἐκ τοῦ λόγου δίκαιον εἶναι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέποτε ἄρα βουλήσεται ὁ ῥητορικὸς ἀδικεῖν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐ φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς <milestone unit="section" resp="Stephanus" n="460d"/> παιδοτρίβαις ἐγκαλεῖν οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ, ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδʼ ἐξελαύνειν ἐκ τῆς πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ ῥητορικῇ; ἐρρήθη ταῦτα ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἐρρήθη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν <milestone unit="section" resp="Stephanus" n="460e"/> δέ γε ὁ αὐτὸς οὗτος φαίνεται, ὁ ῥητορικός, οὐκ ἄν ποτε ἀδικήσας. ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐν τοῖς πρώτοις γε, ὦ Γοργία, λόγοις ἐλέγετο ὅτι ἡ ῥητορικὴ περὶ λόγους εἴη οὐ τοὺς τοῦ ἀρτίου καὶ περιττοῦ, ἀλλὰ τοὺς τοῦ δικαίου καὶ ἀδίκου· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="461"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ τοίνυν σου τότε ταῦτα λέγοντος ὑπέλαβον ὡς οὐδέποτʼ ἂν εἴη ἡ ῥητορικὴ ἄδικον πρᾶγμα, ὅ γʼ ἀεὶ περὶ δικαιοσύνης τοὺς λόγους ποιεῖται· ἐπειδὴ δὲ ὀλίγον ὕστερον ἔλεγες ὅτι ὁ ῥήτωρ <milestone n="461" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="461a"/>τῇ ῥητορικῇ κἂν ἀδίκως χρῷτο, οὕτω θαυμάσας καὶ ἡγησάμενος οὐ συνᾴδειν τὰ λεγόμενα ἐκείνους εἶπον τοὺς λόγους, ὅτι εἰ μὲν κέρδος ἡγοῖο εἶναι τὸ ἐλέγχεσθαι ὥσπερ ἐγώ, ἄξιον εἴη διαλέγεσθαι, εἰ δὲ μή, ἐᾶν χαίρειν. ὕστερον δὲ ἡμῶν ἐπισκοπουμένων ὁρᾷς δὴ καὶ αὐτὸς ὅτι αὖ ὁμολογεῖται τὸν ῥητορικὸν ἀδύνατον εἶναι ἀδίκως χρῆσθαι τῇ ῥητορικῇ καὶ ἐθέλειν ἀδικεῖν. ταῦτα οὖν ὅπῃ ποτὲ ἔχει, μὰ τὸν <milestone unit="section" resp="Stephanus" n="461b"/> κύνα, ὦ Γοργία, οὐκ ὀλίγης συνουσίας ἐστὶν ὥστε ἱκανῶς διασκέψασθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ, ὦ Σώκρατες; οὕτω καὶ σὺ περὶ τῆς ῥητορικῆς δοξάζεις ὥσπερ νῦν λέγεις; ἢ οἴει—ὅτι Γοργίας ᾐσχύνθη σοι μὴ προσομολογῆσαι τὸν ῥητορικὸν ἄνδρα μὴ οὐχὶ καὶ τὰ δίκαια εἰδέναι καὶ τὰ καλὰ καὶ τὰ ἀγαθά, καὶ ἐὰν μὴ ἔλθῃ ταῦτα εἰδὼς παρʼ αὐτόν, αὐτὸς διδάξειν, ἔπειτα ἐκ ταύτης ἴσως τῆς ὁμολογίας ἐναντίον τι συνέβη ἐν τοῖς <milestone unit="section" resp="Stephanus" n="461c"/> λόγοις—τοῦτο <add>ὃ</add> δὴ ἀγαπᾷς, αὐτὸς ἀγαγὼν ἐπὶ τοιαῦτα ἐρωτήματα—ἐπεὶ τίνα οἴει ἀπαρνήσεσθαι μὴ οὐχὶ καὶ αὐτὸν ἐπίστασθαι τὰ δίκαια καὶ ἄλλους διδάξειν; —ἀλλʼ εἰς τὰ τοιαῦτα ἄγειν πολλὴ ἀγροικία ἐστὶν τοὺς λόγους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ κάλλιστε Πῶλε, ἀλλά τοι ἐξεπίτηδες κτώμεθα ἑταίρους καὶ ὑεῖς, ἵνα ἐπειδὰν αὐτοὶ πρεσβύτεροι γενόμενοι σφαλλώμεθα, παρόντες ὑμεῖς οἱ νεώτεροι ἐπανορθῶτε ἡμῶν τὸν βίον καὶ ἐν ἔργοις καὶ ἐν λόγοις. καὶ νῦν εἴ τι ἐγὼ καὶ <milestone unit="section" resp="Stephanus" n="461d"/> Γοργίας ἐν τοῖς λόγοις σφαλλόμεθα, σὺ παρὼν ἐπανόρθου— δίκαιος δʼ εἶ—καὶ ἐγὼ ἐθέλω τῶν ὡμολογημένων εἴ τί σοι δοκεῖ μὴ καλῶς ὡμολογῆσθαι, ἀναθέσθαι ὅτι ἂν σὺ βούλῃ, ἐάν μοι ἓν μόνον φυλάττῃς.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν μακρολογίαν, ὦ Πῶλε, ἢν καθέρξῃς, ᾗ τὸ πρῶτον ἐπεχείρησας χρῆσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὐκ ἐξέσται μοι λέγειν ὁπόσα ἂν βούλωμαι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="461e"/><label>ΣΩ.</label> δεινὰ μεντἂν πάθοις, ὦ βέλτιστε, εἰ Ἀθήναζε ἀφικόμενος, οὗ τῆς Ἑλλάδος πλείστη ἐστὶν ἐξουσία τοῦ λέγειν, ἔπειτα σὺ ἐνταῦθα τούτου μόνος ἀτυχήσαις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="462"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται <milestone n="462" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="462a"/>μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="462b"/><label>ΣΩ.</label> καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι <milestone unit="section" resp="Stephanus" n="462c"/> ὃ ἐγὼ ἔναγχος ἀνέγνων.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐμπειρίαν ἔγωγέ τινα.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίνος ἐμπειρία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ <milestone unit="section" resp="Stephanus" n="462d"/> αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδεμία, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ τί; φάθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημὶ δή, ἐμπειρία τις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίς; φάθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημὶ δή, χάριτος καὶ ἡδονῆς <milestone unit="section" resp="Stephanus" n="462e"/> ἀπεργασίας, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίνος λέγεις ταύτης;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="463"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ ἀγροικότερον ᾖ τὸ ἀληθὲς εἰπεῖν· ὀκνῶ γὰρ Γοργίου ἕνεκα λέγειν, μὴ οἴηταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα. ἐγὼ δέ, εἰ μὲν τοῦτό ἐστιν ἡ ῥητορικὴ ἣν Γοργίας
<milestone n="463" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="463a"/>ἐπιτηδεύει, οὐκ οἶδα—καὶ γὰρ ἄρτι ἐκ τοῦ λόγου οὐδὲν ἡμῖν καταφανὲς ἐγένετο τί ποτε οὗτος ἡγεῖται—ὃ δʼ ἐγὼ καλῶ τὴν ῥητορικήν, πράγματός τινός ἐστι μόριον οὐδενὸς τῶν καλῶν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τίνος, ὦ Σώκρατες; εἰπέ· μηδὲν ἐμὲ αἰσχυνθῇς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικὸν μὲν οὔ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις· καλῶ δὲ αὐτοῦ <milestone unit="section" resp="Stephanus" n="463b"/> ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιική· ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δὲ ὁ ἐμὸς λόγος, οὐκ ἔστιν τέχνη ἀλλʼ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικήν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσιν πράγμασιν. εἰ οὖν βούλεται πῶλος πυνθάνεσθαι, πυνθανέσθω· οὐ γάρ <milestone unit="section" resp="Stephanus" n="463c"/> πω πέπυσται ὁποῖόν φημι ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικήν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος, ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε καλὸν εἴτε αἰσχρὸν ἡγοῦμαι εἶναι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅτι ἐστίν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε· ἀλλʼ εἴπερ βούλει πυθέσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ δή, καὶ ἀπόκριναι ὁποῖον μόριον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="463d"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστιν γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἰσχρὸν ἔγωγε—τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ—ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ἃ ἐγὼ λέγω.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἐγὼ οὐδὲ αὐτὸς συνίημι ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="463e"/><label>ΣΩ.</label> εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σαφὲς λέγω, πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δʼ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="464"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, πῶλος ὅδε <milestone n="464" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="464a"/>ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, <milestone unit="section" resp="Stephanus" n="464b"/> ἔχει δὲ οὐδὲν μᾶλλον.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή σοι, ἐὰν δύνωμαι, σαφέστερον ἐπιδείξω ὃ λέγω. δυοῖν ὄντοιν τοῖν πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δὲ ἰατρικήν· τῆς δὲ πολιτικῆς ἀντὶ μὲν τῆς γυμναστικῆς τὴν νομοθετικήν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. <milestone unit="section" resp="Stephanus" n="464c"/> ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις, ἅτε περὶ τὸ αὐτὸ οὖσαι, ἑκάτεραι τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ· ὅμως δὲ διαφέρουσίν τι ἀλλήλων. τεττάρων δὴ τούτων οὐσῶν, καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχήν, ἡ κολακευτικὴ αἰσθομένη —οὐ γνοῦσα λέγω ἀλλὰ στοχασαμένη—τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ὑπὸ ἕκαστον τῶν μορίων, προσποιεῖται <milestone unit="section" resp="Stephanus" n="464d"/> εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἀεὶ ἡδίστῳ θηρεύεται τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖ πλείστου ἀξία εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκεν, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρόν, ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ <milestone unit="section" resp="Stephanus" n="464e"/> πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιός, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="465"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> κολακείαν μὲν οὖν αὐτὸ καλῶ, καὶ αἰσχρόν φημι
<milestone n="465" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="465a"/>εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε—τοῦτο γὰρ πρὸς σὲ λέγω—ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου· τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει ἃ προσφέρει ὁποῖʼ ἄττα τὴν φύσιν ἐστίν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν. ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα· τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. <milestone unit="section" resp="Stephanus" n="465b"/> <milestone unit="para" ed="P"/>τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται· τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἡ κομμωτική, κακοῦργός τε καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασιν καὶ χρώμασιν καὶ λειότητι καὶ ἐσθῆσιν ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένους τοῦ οἰκείου τοῦ διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνʼ οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι—ἤδη γὰρ <milestone unit="section" resp="Stephanus" n="465c"/> ἂν ἴσως ἀκολουθήσαις—ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικήν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικήν, καὶ ὅτι ὃ ὀψοποιικὴ πρὸς ἰατρικήν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην. ὅπερ μέντοι λέγω, διέστηκε μὲν οὕτω φύσει, ἅτε δʼ ἐγγὺς ὄντων φύρονται ἐν τῷ αὐτῷ καὶ περὶ ταὐτὰ σοφισταὶ καὶ ῥήτορες, καὶ οὐκ ἔχουσιν ὅτι χρήσονται οὔτε αὐτοὶ ἑαυτοῖς οὔτε οἱ ἄλλοι ἄνθρωποι τούτοις. καὶ γὰρ ἄν, εἰ μὴ ἡ ψυχὴ τῷ σώματι <milestone unit="section" resp="Stephanus" n="465d"/> ἐπεστάτει, ἀλλʼ αὐτὸ αὑτῷ, καὶ μὴ ὑπὸ ταύτης κατεθεωρεῖτο καὶ διεκρίνετο ἥ τε ὀψοποιικὴ καὶ ἡ ἰατρική, ἀλλʼ αὐτὸ τὸ σῶμα ἔκρινε σταθμώμενον ταῖς χάρισι ταῖς πρὸς αὑτό, τὸ τοῦ Ἀναξαγόρου ἂν πολὺ ἦν, ὦ φίλε Πῶλε—σὺ γὰρ τούτων ἔμπειρος—ὁμοῦ ἂν πάντα χρήματα ἐφύρετο ἐν τῷ αὐτῷ, ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν. ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας· ἀντίστροφον <milestone unit="section" resp="Stephanus" n="465e"/> ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι. ἴσως μὲν οὖν ἄτοπον πεποίηκα, ὅτι σε οὐκ ἐῶν μακροὺς λόγους λέγειν αὐτὸς συχνὸν λόγον ἀποτέτακα. ἄξιον μὲν οὖν ἐμοὶ συγγνώμην ἔχειν ἐστίν· λέγοντος γάρ μου βραχέα οὐκ ἐμάνθανες, οὐδὲ χρῆσθαι τῇ ἀποκρίσει ἥν σοι ἀπεκρινάμην οὐδὲν οἷός τʼ ἦσθα, ἀλλʼ ἐδέου διηγήσεως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="466"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἐὰν μὲν οὖν καὶ <milestone n="466" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="466a"/>ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="466b"/><label>ΣΩ.</label> ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μὴν λέγω γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε <milestone unit="section" resp="Stephanus" n="466c"/> ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς δύο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρτι οὕτω πως ἔλεγες· <q>ἦ οὐχὶ ἀποκτεινύασιν <milestone unit="section" resp="Stephanus" n="466d"/> οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</q></said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον· οὐδὲν <milestone unit="section" resp="Stephanus" n="466e"/> γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔχ, ὥς γέ φησιν πῶλος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔγωγε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>