<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2:329-348</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2:329-348</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="329"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καὶ γὰρ εἰ μέν τις περὶ αὐτῶν τούτων συγγένοιτο ὁτῳοῦν τῶν
<milestone n="329" unit="page"/><milestone unit="section" resp="Stephanus" n="329a"/>δημηγόρων, τάχʼ ἂν καὶ τοιούτους λόγους ἀκούσειεν ἢ Περικλέους ἢ ἄλλου τινὸς τῶν ἱκανῶν εἰπεῖν· εἰ δὲ ἐπανέροιτό τινά τι, ὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε αὐτοὶ ἐρέσθαι, ἀλλʼ ἐάν τις καὶ σμικρὸν ἐπερωτήσῃ τι τῶν ῥηθέντων, ὥσπερ τὰ χαλκία πληγέντα μακρὸν ἠχεῖ καὶ ἀποτείνει ἐὰν μὴ ἐπιλάβηταί τις, καὶ οἱ ῥήτορες οὕτω, σμικρὰ <milestone unit="section" resp="Stephanus" n="329b"/> ἐρωτηθέντες δόλιχον κατατείνουσι τοῦ λόγου. Πρωταγόρας δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς αὐτὰ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα. νῦν οὖν, ὦ Πρωταγόρα, σμικροῦ τινος ἐνδεής εἰμι πάντʼ ἔχειν, εἴ μοι ἀποκρίναιο τόδε. τὴν ἀρετὴν φῂς διδακτὸν εἶναι, καὶ ἐγὼ εἴπερ ἄλλῳ τῳ ἀνθρώπων πειθοίμην ἄν, καὶ σοὶ πείθομαι· <milestone unit="section" resp="Stephanus" n="329c"/> ὃ δʼ ἐθαύμασά σου λέγοντος, τοῦτό μοι ἐν τῇ ψυχῇ ἀποπλήρωσον. ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην καὶ τὴν αἰδῶ πέμψειε τοῖς ἀνθρώποις, καὶ αὖ πολλαχοῦ ἐν τοῖς λόγοις ἐλέγετο ὑπὸ σοῦ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης καὶ πάντα ταῦτα ὡς ἕν τι εἴη συλλήβδην, ἀρετή· ταῦτʼ οὖν αὐτὰ δίελθέ μοι ἀκριβῶς τῷ λόγῳ, πότερον ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτῆς ἐστιν ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης, ἢ ταῦτʼ ἐστὶν ἃ νυνδὴ ἐγὼ <milestone unit="section" resp="Stephanus" n="329d"/> ἔλεγον πάντα ὀνόματα τοῦ αὐτοῦ ἑνὸς ὄντος. τοῦτʼ ἐστὶν ὃ ἔτι ἐπιποθῶ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">ἀλλὰ ῥᾴδιον τοῦτό γʼ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, ἀποκρίνασθαι, ὅτι ἑνὸς ὄντος τῆς ἀρετῆς μόριά ἐστιν ἃ ἐρωτᾷς.</said>—πότερον, ἔφην, ὥσπερ προσώπου τὰ μόρια μόριά ἐστιν, στόμα τε καὶ ῥὶς καὶ ὀφθαλμοὶ καὶ ὦτα, ἢ ὥσπερ τὰ τοῦ χρυσοῦ μόρια οὐδὲν διαφέρει τὰ ἕτερα τῶν ἑτέρων, ἀλλήλων καὶ τοῦ ὅλου, ἀλλʼ ἢ μεγέθει καὶ σμικρότητι;—<said who="#Πρωταγόρας" direct="false">ἐκείνως μοι φαίνεται, ὦ <milestone unit="section" resp="Stephanus" n="329e"/> Σώκρατες, ὥσπερ τὰ τοῦ προσώπου μόρια ἔχει πρὸς τὸ ὅλον πρόσωπον.</said>—πότερον οὖν, ἦν δʼ ἐγώ, καὶ μεταλαμβάνουσιν οἱ ἄνθρωποι τούτων τῶν τῆς ἀρετῆς μορίων οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο, ἢ ἀνάγκη, ἐάνπερ τις ἓν λάβῃ, ἅπαντα ἔχειν;—<said who="#Πρωταγόρας" direct="false">οὐδαμῶς,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἐπεὶ πολλοὶ ἀνδρεῖοί εἰσιν, ἄδικοι δέ, καὶ δίκαιοι αὖ, σοφοὶ δὲ οὔ.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="330"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἔστιν γὰρ οὖν καὶ ταῦτα μόρια
<milestone n="330" unit="page"/><milestone unit="section" resp="Stephanus" n="330a"/>τῆς ἀρετῆς, ἔφην ἐγώ, σοφία τε καὶ ἀνδρεία;—<said who="#Πρωταγόρας" direct="false">πάντων μάλιστα δήπου,</said> ἔφη· <said who="#Πρωταγόρας" direct="false">καὶ μέγιστόν γε ἡ σοφία τῶν μορίων.</said>—ἕκαστον δὲ αὐτῶν ἐστιν, ἦν δʼ ἐγώ, ἄλλο, τὸ δὲ ἄλλο;—<said who="#Πρωταγόρας" direct="false">ναί.</said>—ἦ καὶ δύναμιν αὐτῶν ἕκαστον ἰδίαν ἔχει; ὥσπερ τὰ τοῦ προσώπου, οὐκ ἔστιν ὀφθαλμὸς οἷον τὰ ὦτα, οὐδʼ ἡ δύναμις αὐτοῦ ἡ αὐτή· οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν οἷον τὸ ἕτερον οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὰ ἄλλα· ἆρʼ οὖν οὕτω καὶ τὰ τῆς ἀρετῆς μόρια οὐκ ἔστιν τὸ ἕτερον οἷον τὸ <milestone unit="section" resp="Stephanus" n="330b"/> ἕτερον, οὔτε αὐτὸ οὔτε ἡ δύναμις αὐτοῦ; ἢ δῆλα δὴ ὅτι οὕτως ἔχει, εἴπερ τῷ παραδείγματί γε ἔοικε;—<said who="#Πρωταγόρας" direct="false">ἀλλʼ οὕτως,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἔχει, ὦ Σώκρατες.</said>—καὶ ἐγὼ εἶπον· οὐδὲν ἄρα ἐστὶν τῶν τῆς ἀρετῆς μορίων ἄλλο οἷον ἐπιστήμη, οὐδʼ οἷον δικαιοσύνη, οὐδʼ οἷον ἀνδρεία, οὐδʼ οἷον σωφροσύνη, οὐδʼ οἷον ὁσιότης.—οὐκ ἔφη.—φέρε δή, ἔφην ἐγώ, κοινῇ σκεψώμεθα ποῖόν τι αὐτῶν ἐστιν ἕκαστον. πρῶτον μὲν τὸ τοιόνδε· <milestone unit="section" resp="Stephanus" n="330c"/> ἡ δικαιοσύνη πρᾶγμά τί ἐστιν ἢ οὐδὲν πρᾶγμα; ἐμοὶ μὲν γὰρ δοκεῖ· τί δὲ σοί;—<said who="#Πρωταγόρας" direct="false">κἀμοί,</said> ἔφη.—τί οὖν; εἴ τις ἔροιτο ἐμέ τε καὶ σέ· <q type="emph">ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἴπετον δή μοι, τοῦτο τὸ πρᾶγμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ τοῦτο δίκαιόν ἐστιν ἢ ἄδικον;</q> ἐγὼ μὲν ἂν αὐτῷ ἀποκριναίμην ὅτι δίκαιον· σὺ δὲ τίνʼ ἂν ψῆφον θεῖο; τὴν αὐτὴν ἐμοὶ ἢ ἄλλην;—<said who="#Πρωταγόρας" direct="false">τὴν αὐτήν,</said> ἔφη.—ἔστιν ἄρα τοιοῦτον ἡ δικαιοσύνη οἷον δίκαιον εἶναι, φαίην ἂν ἔγωγε ἀποκρινόμενος τῷ <milestone unit="section" resp="Stephanus" n="330d"/> ἐρωτῶντι· οὐκοῦν καὶ σύ;—<said who="#Πρωταγόρας" direct="false">ναί,</said> ἔφη.—εἰ οὖν μετὰ τοῦτο ἡμᾶς ἔροιτο· <q type="emph">οὐκοῦν καὶ ὁσιότητά τινά φατε εἶναι;</q> φαῖμεν ἄν, ὡς ἐγᾦμαι.<said who="#Πρωταγόρας" direct="false">—ναί,</said> ἦ δʼ ὅς.—<q type="emph">οὐκοῦν φατε καὶ τοῦτο πρᾶγμά τι εἶναι;</q> φαῖμεν ἄν· ἢ οὔ;—καὶ τοῦτο συνέφη.—<q type="emph">πότερον δὲ τοῦτο αὐτὸ τὸ πρᾶγμά φατε τοιοῦτον πεφυκέναι οἷον ἀνόσιον εἶναι ἢ οἷον ὅσιον;</q> ἀγανακτήσαιμʼ ἂν ἔγωγʼ, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμʼ ἄν· εὐφήμει, ὦ ἄνθρωπε· σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή <milestone unit="section" resp="Stephanus" n="330e"/> γε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ; οὐχ οὕτως ἂν ἀποκρίναιο;—<said who="#Πρωταγόρας" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>εἰ οὖν μετὰ τοῦτο εἴποι ἐρωτῶν ἡμᾶς· <q type="emph">πῶς οὖν ὀλίγον πρότερον ἐλέγετε; ἆρʼ οὐκ ὀρθῶς ὑμῶν κατήκουσα; ἐδόξατέ μοι φάναι <add>τὰ</add> τῆς ἀρετῆς μόρια εἶναι οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς οὐκ εἶναι τὸ ἕτερον αὐτῶν οἷον τὸ ἕτερον·</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="331"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
                        εἴποιμʼ ἂν ἔγωγε ὅτι τὰ μὲν ἄλλα ὀρθῶς ἤκουσας, ὅτι δὲ καὶ ἐμὲ οἴει εἰπεῖν τοῦτο, παρήκουσας· Πρωταγόρας γὰρ
<milestone n="331" unit="page"/><milestone unit="section" resp="Stephanus" n="331a"/>ὅδε ταῦτα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων. εἰ οὖν εἴποι· <q type="emph">ἀληθῆ ὅδε λέγει, ὦ Πρωταγόρα; σὺ φῂς οὐκ εἶναι τὸ ἕτερον μόριον οἷον τὸ ἕτερον τῶν τῆς ἀρετῆς; σὸς οὗτος ὁ λόγος ἐστίν;</q> τί ἂν αὐτῷ ἀποκρίναιο;—<said who="#Πρωταγόρας" direct="false">ἀνάγκη,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, ὁμολογεῖν.</said>

<milestone unit="para" ed="P"/>τί οὖν, ὦ Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμολογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· <q type="emph">οὐκ ἄρα ἐστὶν ὁσιότης οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλʼ οἷον μὴ ὅσιον· ἡ δʼ ὁσιότης οἷον μὴ δίκαιον, ἀλλʼ ἄδικον <milestone unit="section" resp="Stephanus" n="331b"/> ἄρα, τὸ δὲ ἀνόσιον;</q> τί αὐτῷ ἀποκρινούμεθα; ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γʼ ἐστιν δικαιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης οἷον δικαιοσύνη. ἀλλʼ ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, ἢ καὶ σοὶ συνδοκεῖ οὕτως.—<said who="#Πρωταγόρας" direct="false">οὐ πάνυ μοι δοκεῖ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, οὕτως ἁπλοῦν <milestone unit="section" resp="Stephanus" n="331c"/> εἶναι, ὥστε συγχωρῆσαι τήν τε δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκεῖ ἐν αὐτῷ διάφορον εἶναι. ἀλλὰ τί τοῦτο διαφέρει;</said> ἔφη· <said who="#Πρωταγόρας" direct="false">εἰ γὰρ βούλει, ἔστω ἡμῖν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον.</said>—μή μοι, ἦν δʼ ἐγώ· οὐδὲν γὰρ δέομαι τὸ <q type="emph">εἰ βούλει</q> τοῦτο καὶ <q type="emph">εἴ σοι δοκεῖ</q> ἐλέγχεσθαι, ἀλλʼ ἐμέ τε καὶ σέ· τὸ δʼ <q type="emph">ἐμέ τε καὶ σέ</q> τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστʼ <milestone unit="section" resp="Stephanus" n="331d"/> ἂν ἐλέγχεσθαι, εἴ τις τὸ <q type="emph">εἴ</q> ἀφέλοι αὐτοῦ.—<said who="#Πρωταγόρας" direct="false">ἀλλὰ μέντοι,</said> ἦ δʼ ὅς, <said who="#Πρωταγόρας" direct="false">προσέοικέν τι δικαιοσύνη ὁσιότητι· καὶ γὰρ ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν. τὸ γὰρ λευκὸν τῷ μέλανι ἔστιν ὅπῃ προσέοικεν, καὶ τὸ σκληρὸν τῷ μαλακῷ, καὶ τἆλλα ἃ δοκεῖ ἐναντιώτατα εἶναι ἀλλήλοις· καὶ ἃ τότε ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, τὰ τοῦ προσώπου μόρια, ἁμῇ γέ πῃ προσέοικεν καὶ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον. ὥστε τούτῳ γε τῷ τρόπῳ <milestone unit="section" resp="Stephanus" n="331e"/> κἂν ταῦτα ἐλέγχοις, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια ἀλλήλοις. ἀλλʼ οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον καλεῖν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ σμικρὸν ἔχῃ τὸ ὅμοιον.</said>—καὶ ἐγὼ θαυμάσας εἶπον πρὸς αὐτόν· ἦ γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοις;—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="332"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> οὐ πάνυ,
<milestone n="332" unit="page"/><milestone unit="section" resp="Stephanus" n="332a"/>
                        ἔφη, <said who="#Πρωταγόρας" direct="false">οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.</said>—ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;—ἔφη.—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία;—<said who="#Πρωταγόρας" direct="false">ἔμοιγε δοκεῖ,</said> ἔφη.—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, ἢ <del>εἰ</del> τοὐναντίον <del>ἔπραττον</del>;—<said who="#Πρωταγόρας" direct="false">σωφρονεῖν,</said> ἔφη.—οὐκοῦν <milestone unit="section" resp="Stephanus" n="332b"/> σωφροσύνῃ σωφρονοῦσιν;—<said who="#Πρωταγόρας" direct="false">ἀνάγκη.</said>—οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;—<said who="#Πρωταγόρας" direct="false">συνδοκεῖ μοι,</said> ἔφη.—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;—ἔφη.—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;—ὡμολόγει.—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;—ἐδόκει.—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, <milestone unit="section" resp="Stephanus" n="332c"/> βραδέως;—ἔφη.—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;—συνέφη.—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;—συνεχώρει.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;—<said who="#Πρωταγόρας" direct="false">οὐκ ἔστιν.</said>—τί δέ; ἔστιν τι ἀγαθόν;—<said who="#Πρωταγόρας" direct="false">ἔστιν.</said>—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;—<said who="#Πρωταγόρας" direct="false">οὐκ ἔστιν.</said>—τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;—ἔφη.—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;—οὐκ ἔφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;—συνωμολόγει. <milestone unit="section" resp="Stephanus" n="332d"/> 

<milestone unit="para" ed="P"/>ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;—<said who="#Πρωταγόρας" direct="false">ὡμολογήκαμεν.</said>—τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;—ἔφη.—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;—ἔφη.—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης; <milestone unit="section" resp="Stephanus" n="332e"/> —συνεχώρει.—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;—<said who="#Πρωταγόρας" direct="false">ναί.</said>—πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;—ναί.—ἐναντίως;—πάνυ γε.—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;—<said who="#Πρωταγόρας" direct="false">ναί.</said>—ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;—<said who="#Πρωταγόρας" direct="false">φαίνεται.</said>—μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;—συνωμολόγει.—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="333"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἓν δὲ ἑνὶ μόνον ἐναντίον
<milestone n="333" unit="page"/><milestone unit="section" resp="Stephanus" n="333a"/>εἶναι;—<said who="#Πρωταγόρας" direct="false">φημί</said>.—πότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἢ ἐκεῖνον ἐν ᾧ ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ <milestone unit="section" resp="Stephanus" n="333b"/> μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται· ἦ γάρ, ὦ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πως;—ὡμολόγησεν καὶ μάλʼ ἀκόντως.—οὐκοῦν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν ἡ δικαιοσύνη καὶ ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.

<milestone unit="para" ed="P"/>ἴθι δή, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν <milestone unit="section" resp="Stephanus" n="333c"/> ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;—<said who="#Πρωταγόρας" direct="false">αἰσχυνοίμην ἂν ἔγωγʼ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων.</said>—πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, ἢ πρὸς σέ;—<said who="#Πρωταγόρας" direct="false">εἰ βούλει,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν.</said>—ἀλλʼ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτʼ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι. <milestone unit="section" resp="Stephanus" n="333d"/> 

<milestone unit="para" ed="P"/>τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν ὁ Πρωταγόρας—τὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναι—ἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.—ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι. δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;—<said who="#Πρωταγόρας" direct="false">ἔστω,</said> ἔφη.—τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;—ἔφη.—τὸ δʼ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;—<said who="#Πρωταγόρας" direct="false">ἔστω,</said> ἔφη.—πότερον, ἦν δʼ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες ἢ εἰ κακῶς;—<said who="#Πρωταγόρας" direct="false">εἰ εὖ.</said>—λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;—<said who="#Πρωταγόρας" direct="false">λέγω.</said>—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ταῦτʼ ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις; <milestone unit="section" resp="Stephanus" n="333e"/> —<said who="#Πρωταγόρας" direct="false">καὶ ναὶ μὰ Δίʼ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ᾖ, ἔγωγε καλῶ ἀγαθά.</said>—καί μοι ἐδόκει ὁ Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="334"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> πότερον, ἦν δʼ ἐγώ, λέγεις, ὦ
<milestone n="334" unit="page"/><milestone unit="section" resp="Stephanus" n="334a"/>Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς;—<said who="#Πρωταγόρας" direct="false">οὐδαμῶς,</said> ἔφη· <said who="#Πρωταγόρας" direct="false">ἀλλʼ ἔγωγε πολλὰ οἶδʼ ἃ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ· τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν· τὰ δέ γε τούτων μὲν οὐδενί, δένδροις δέ· τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἷον καὶ ἡ κόπρος πάντων <milestone unit="section" resp="Stephanus" n="334b"/> τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δʼ ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν· ἐπεὶ καὶ τὸ ἔλαιον τοῖς μὲν φυτοῖς ἅπασίν ἐστιν πάγκακον καὶ ταῖς θριξὶν πολεμιώτατον ταῖς τῶν ἄλλων ζῴων πλὴν ταῖς τοῦ ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν καὶ τῷ ἄλλῳ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ <milestone unit="section" resp="Stephanus" n="334c"/> σώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δʼ ἐντὸς ταὐτὸν τοῦτο κάκιστον· καὶ διὰ τοῦτο οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν τοῖς ἀσθενοῦσιν μὴ χρῆσθαι ἐλαίῳ ἀλλʼ ἢ ὅτι σμικροτάτῳ ἐν τούτοις οἷς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν κατασβέσαι τὴν ἐπὶ ταῖς αἰσθήσεσι ταῖς διὰ τῶν ῥινῶν γιγνομένην ἐν τοῖς σιτίοις τε καὶ ὄψοις.</said>

<milestone unit="para" ed="P"/>εἰπόντος οὖν ταῦτα αὐτοῦ οἱ παρόντες ἀνεθορύβησαν ὡς εὖ λέγοι, καὶ ἐγὼ εἶπον· ὦ Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπιλήσμων τις ὢν ἄνθρωπος, καὶ ἐάν τίς μοι μακρὰ λέγῃ, <milestone unit="section" resp="Stephanus" n="334d"/> ἐπιλανθάνομαι περὶ οὗ ἂν ᾖ ὁ λόγος. ὥσπερ οὖν εἰ ἐτύγχανον ὑπόκωφος ὤν, ᾤου ἂν χρῆναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι, μεῖζον φθέγγεσθαι ἢ πρὸς τοὺς ἄλλους, οὕτω καὶ νῦν, ἐπειδὴ ἐπιλήσμονι ἐνέτυχες, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">πῶς οὖν κελεύεις με βραχέα ἀποκρίνεσθαι; ἢ βραχύτερά σοι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἀποκρίνωμαι ἢ δεῖ;</said>

<milestone unit="para" ed="P"/>μηδαμῶς, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">ἀλλʼ ὅσα δεῖ;</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="334e"/> 

<milestone unit="para" ed="P"/>ναί, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί;</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="335"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>ἀκήκοα γοῦν, ἦν δʼ ἐγώ, ὅτι σὺ οἷός τʼ εἶ καὶ αὐτὸς καὶ ἄλλον διδάξαι περὶ τῶν αὐτῶν καὶ μακρὰ λέγειν, ἐὰν βούλῃ, οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπεῖν, καὶ αὖ βραχέα
<milestone n="335" unit="page"/><milestone unit="section" resp="Stephanus" n="335a"/>οὕτως ὥστε μηδένα σοῦ ἐν βραχυτέροις εἰπεῖν· εἰ οὖν μέλλεις ἐμοὶ διαλέξεσθαι, τῷ ἑτέρῳ χρῶ τρόπῳ πρός με, τῇ βραχυλογίᾳ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἐγὼ πολλοῖς ἤδη εἰς ἀγῶνα λόγων ἀφικόμην ἀνθρώποις, καὶ εἰ τοῦτο ἐποίουν ὃ σὺ κελεύεις, ὡς ὁ ἀντιλέγων ἐκέλευέν με διαλέγεσθαι, οὕτω διελεγόμην, οὐδενὸς ἂν βελτίων ἐφαινόμην οὐδʼ ἂν ἐγένετο Πρωταγόρου ὄνομα ἐν τοῖς Ἕλλησιν.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγώ—ἔγνων γὰρ ὅτι οὐκ ἤρεσεν αὐτὸς αὑτῷ ταῖς <milestone unit="section" resp="Stephanus" n="335b"/> ἀποκρίσεσιν ταῖς ἔμπροσθεν, καὶ ὅτι οὐκ ἐθελήσοι ἑκὼν εἶναι ἀποκρινόμενος διαλέγεσθαι—ἡγησάμενος οὐκέτι ἐμὸν ἔργον εἶναι παρεῖναι ἐν ταῖς συνουσίαις, ἀλλά τοι, ἔφην, ὦ Πρωταγόρα, οὐδʼ ἐγὼ λιπαρῶς ἔχω παρὰ τὰ σοὶ δοκοῦντα τὴν συνουσίαν ἡμῖν γίγνεσθαι, ἀλλʼ ἐπειδὰν σὺ βούλῃ διαλέγεσθαι ὡς ἐγὼ δύναμαι ἕπεσθαι, τότε σοι διαλέξομαι. σὺ μὲν γάρ, ὡς λέγεται περὶ σοῦ, φῂς δὲ καὶ αὐτός, καὶ ἐν μακρολογίᾳ καὶ ἐν βραχυλογίᾳ οἷός τʼ εἶ συνουσίας ποιεῖσθαι <milestone unit="section" resp="Stephanus" n="335c"/> —σοφὸς γὰρ εἶ—ἐγὼ δὲ τὰ μακρὰ ταῦτα ἀδύνατος, ἐπεὶ ἐβουλόμην ἂν οἷός τʼ εἶναι. ἀλλὰ σὲ ἐχρῆν ἡμῖν συγχωρεῖν τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο· νῦν δὲ ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἷός τʼ εἴην σοι παραμεῖναι ἀποτείνοντι μακροὺς λόγους—ἐλθεῖν γάρ ποί με δεῖ—εἶμι· ἐπεὶ καὶ ταῦτʼ ἂν ἴσως οὐκ ἀηδῶς σου ἤκουον.

    <milestone unit="para" ed="P"/>καὶ ἅμα ταῦτʼ εἰπὼν ἀνιστάμην ὡς ἀπιών· καί μου ἀνισταμένου ἐπιλαμβάνεται ὁ Καλλίας τῆς χειρὸς τῇ δεξιᾷ, <milestone unit="section" resp="Stephanus" n="335d"/> τῇ δʼ ἀριστερᾷ ἀντελάβετο τοῦ τρίβωνος τουτουΐ, καὶ εἶπεν· <said who="#Καλλίας" direct="false">οὐκ ἀφήσομέν σε, ὦ Σώκρατες· ἐὰν γὰρ σὺ ἐξέλθῃς, οὐχ ὁμοίως ἡμῖν ἔσονται οἱ διάλογοι. δέομαι οὖν σου παραμεῖναι ἡμῖν· ὡς ἐγὼ οὐδʼ ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἢ σοῦ τε καὶ Πρωταγόρου διαλεγομένων. ἀλλὰ χάρισαι ἡμῖν πᾶσιν.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον—ἤδη δὲ ἀνειστήκη ὡς ἐξιών—ὦ παῖ Ἱππονίκου, ἀεὶ μὲν ἔγωγέ σου τὴν φιλοσοφίαν ἄγαμαι, ἀτὰρ <milestone unit="section" resp="Stephanus" n="335e"/> καὶ νῦν ἐπαινῶ καὶ φιλῶ, ὥστε βουλοίμην ἂν χαρίζεσθαί σοι, εἴ μου δυνατὰ δέοιο·</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="336"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
νῦν δʼ ἐστὶν ὥσπερ ἂν εἰ δέοιό μου Κρίσωνι τῷ Ἱμεραίῳ δρομεῖ ἀκμάζοντι ἕπεσθαι, ἢ τῶν δολιχοδρόμων τῳ ἢ τῶν ἡμεροδρόμων διαθεῖν τε καὶ ἕπεσθαι,
<milestone n="336" unit="page"/><milestone unit="section" resp="Stephanus" n="336a"/>εἴποιμι ἄν σοι ὅτι πολὺ σοῦ μᾶλλον ἐγὼ ἐμαυτοῦ δέομαι θέουσιν τούτοις ἀκολουθεῖν, ἀλλʼ οὐ γὰρ δύναμαι, ἀλλʼ εἴ τι δέῃ θεάσασθαι ἐν τῷ αὐτῷ ἐμέ τε καὶ Κρίσωνα θέοντας, τούτου δέου συγκαθεῖναι· ἐγὼ μὲν γὰρ οὐ δύναμαι ταχὺ θεῖν, οὗτος δὲ δύναται βραδέως. εἰ οὖν ἐπιθυμεῖς ἐμοῦ καὶ Πρωταγόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρῶτόν μοι ἀπεκρίνατο διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νῦν ἀποκρίνεσθαι· <milestone unit="section" resp="Stephanus" n="336b"/> εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τῶν διαλόγων; χωρὶς γὰρ ἔγωγʼ ᾤμην εἶναι τὸ συνεῖναί τε ἀλλήλοις διαλεγομένους καὶ τὸ δημηγορεῖν.

    <milestone unit="para" ed="P"/><said who="#Καλλίας" direct="false">ἀλλʼ—ὁρᾷς;</said> —ἔφη, <said who="#Καλλίας" direct="false">ὦ Σώκρατες, δίκαια δοκεῖ λέγειν Πρωταγόρας ἀξιῶν αὑτῷ τε ἐξεῖναι διαλέγεσθαι ὅπως βούλεται, καὶ σὺ ὅπως ἂν αὖ σὺ βούλῃ.</said>

    <milestone unit="para" ed="P"/>ὑπολαβὼν οὖν ὁ Ἀλκιβιάδης, <said who="#Ἀλκιβιάδης" direct="false">οὐ καλῶς λέγεις,</said> ἔφη, <said who="#Ἀλκιβιάδης" direct="false">ὦ Καλλία· Σωκράτης μὲν γὰρ ὅδε ὁμολογεῖ μὴ μετεῖναί οἱ μακρολογίας καὶ παραχωρεῖ Πρωταγόρᾳ, τοῦ δὲ διαλέγεσθαι <milestone unit="section" resp="Stephanus" n="336c"/> οἷός τʼ εἶναι καὶ ἐπίστασθαι λόγον τε δοῦναι καὶ δέξασθαι θαυμάζοιμʼ ἂν εἴ τῳ ἀνθρώπων παραχωρεῖ. εἰ μὲν οὖν καὶ Πρωταγόρας ὁμολογεῖ φαυλότερος εἶναι Σωκράτους διαλεχθῆναι, ἐξαρκεῖ Σωκράτει· εἰ δὲ ἀντιποιεῖται, διαλεγέσθω ἐρωτῶν τε καὶ ἀποκρινόμενος, μὴ ἐφʼ ἑκάστῃ ἐρωτήσει μακρὸν λόγον ἀποτείνων, ἐκκρούων τοὺς λόγους καὶ οὐκ ἐθέλων <milestone unit="section" resp="Stephanus" n="336d"/> διδόναι λόγον, ἀλλʼ ἀπομηκύνων ἕως ἂν ἐπιλάθωνται περὶ ὅτου τὸ ἐρώτημα ἦν οἱ πολλοὶ τῶν ἀκουόντων· ἐπεὶ Σωκράτη γε ἐγὼ ἐγγυῶμαι μὴ ἐπιλήσεσθαι, οὐχ ὅτι παίζει καί φησιν ἐπιλήσμων εἶναι. ἐμοὶ μὲν οὖν δοκεῖ ἐπιεικέστερα Σωκράτης λέγειν· χρὴ γὰρ ἕκαστον τὴν ἑαυτοῦ γνώμην ἀποφαίνεσθαι.</said>

    <milestone unit="para" ed="P"/>μετὰ δὲ τὸν Ἀλκιβιάδην, ὡς ἐγᾦμαι, Κριτίας ἦν ὁ εἰπών· <said who="#Κριτίας" direct="false">ὦ Πρόδικε καὶ Ἱππία, Καλλίας μὲν δοκεῖ μοι μάλα πρὸς <milestone unit="section" resp="Stephanus" n="336e"/> Πρωταγόρου εἶναι, Ἀλκιβιάδης δὲ ἀεὶ φιλόνικός ἐστι πρὸς ὃ ἂν ὁρμήσῃ· ἡμᾶς δὲ οὐδὲν δεῖ συμφιλονικεῖν οὔτε Σωκράτει οὔτε Πρωταγόρᾳ, ἀλλὰ κοινῇ ἀμφοτέρων δεῖσθαι μὴ μεταξὺ διαλῦσαι τὴν συνουσίαν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="337"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="337" unit="page"/><milestone unit="section" resp="Stephanus" n="337a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος, <said who="#Πρόδικος" direct="false">καλῶς μοι,</said> ἔφη, <said who="#Πρόδικος" direct="false">δοκεῖς λέγειν, ὦ Κριτία· χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή—ἔστιν γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον. ἐγὼ μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς συγχωρεῖν καὶ ἀλλήλοις περὶ τῶν λόγων ἀμφισβητεῖν μέν, <milestone unit="section" resp="Stephanus" n="337b"/> ἐρίζειν δὲ μή—ἀμφισβητοῦσι μὲν γὰρ καὶ διʼ εὔνοιαν οἱ φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοις—καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο· ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστʼ ἂν οὕτως ἐν ἡμῖν τοῖς ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε—εὐδοκιμεῖν μὲν γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης, ἐπαινεῖσθαι δὲ ἐν λόγῳ πολλάκις παρὰ δόξαν ψευδομένων— <milestone unit="section" resp="Stephanus" n="337c"/> ἡμεῖς τʼ αὖ οἱ ἀκούοντες μάλιστʼ ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεσθα—εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι.</said>

                                <milestone unit="para" ed="P"/>ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν παρόντων ἀπεδέξαντο· μετὰ δὲ τὸν πρόδικον Ἱππίας ὁ σοφὸς εἶπεν, <said who="#Ἱππίας" direct="false">ὦ ἄνδρες,</said> ἔφη, <said who="#Ἱππίας" direct="false">οἱ παρόντες, ἡγοῦμαι ἐγὼ ὑμᾶς συγγενεῖς τε καὶ οἰκείους καὶ πολίτας ἅπαντας εἶναι— <milestone unit="section" resp="Stephanus" n="337d"/> φύσει, οὐ νόμῳ· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ φύσει συγγενές ἐστιν, ὁ δὲ νόμος, τύραννος ὢν τῶν ἀνθρώπων, πολλὰ παρὰ τὴν φύσιν βιάζεται—ἡμᾶς οὖν αἰσχρὸν τὴν μὲν φύσιν τῶν πραγμάτων εἰδέναι, σοφωτάτους δὲ ὄντας τῶν Ἑλλήνων, καὶ κατʼ αὐτὸ τοῦτο νῦν συνεληλυθότας τῆς τε Ἑλλάδος εἰς αὐτὸ τὸ πρυτανεῖον τῆς σοφίας καὶ αὐτῆς τῆς πόλεως εἰς τὸν μέγιστον καὶ ὀλβιώτατον οἶκον τόνδε, μηδὲν τούτου τοῦ <milestone unit="section" resp="Stephanus" n="337e"/> ἀξιώματος ἄξιον ἀποφήνασθαι, ἀλλʼ ὥσπερ τοὺς φαυλοτάτους τῶν ἀνθρώπων διαφέρεσθαι ἀλλήλοις.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="338"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Ἱππίας" direct="false" rend="merge">ἐγὼ μὲν οὖν καὶ δέομαι καὶ συμβουλεύω, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, συμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων
<milestone n="338" unit="page"/><milestone unit="section" resp="Stephanus" n="338a"/>εἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς τοῦτο εἶδος τῶν διαλόγων ζητεῖν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρᾳ, ἀλλʼ ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας τοῖς λόγοις, ἵνα μεγαλοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμῖν φαίνωνται, μήτʼ αὖ Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρίᾳ ἐφέντα, φεύγειν εἰς τὸ πέλαγος τῶν λόγων ἀποκρύψαντα γῆν, ἀλλὰ μέσον τι ἀμφοτέρους τεμεῖν. ὣς οὖν ποιήσετε, καὶ πείθεσθέ μοι ῥαβδοῦχον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμῖν <milestone unit="section" resp="Stephanus" n="338b"/> φυλάξει τὸ μέτριον μῆκος τῶν λόγων ἑκατέρου.</said><milestone unit="para" ed="P"/>ταῦτα ἤρεσε τοῖς παροῦσι, καὶ πάντες ἐπῄνεσαν, καὶ ἐμέ τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην. εἶπον οὖν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τῶν λόγων. εἴτε γὰρ χείρων ἔσται ἡμῶν ὁ αἱρεθείς, οὐκ ὀρθῶς ἂν ἔχοι τὸν χείρω τῶν βελτιόνων ἐπιστατεῖν, εἴτε ὅμοιος, οὐδʼ οὕτως ὀρθῶς· ὁ γὰρ ὅμοιος ἡμῖν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ <milestone unit="section" resp="Stephanus" n="338c"/> περιττοῦ ᾑρήσεται. ἀλλὰ δὴ βελτίονα ἡμῶν αἱρήσεσθε. τῇ μὲν ἀληθείᾳ, ὡς ἐγᾦμαι, ἀδύνατον ὑμῖν ὥστε Πρωταγόρου τοῦδε σοφώτερόν τινα ἑλέσθαι· εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ τοῦτο τῷδε γίγνεται, ὥσπερ φαύλῳ ἀνθρώπῳ ἐπιστάτην αἱρεῖσθαι, ἐπεὶ τό γʼ ἐμὸν οὐδέν μοι διαφέρει. ἀλλʼ οὑτωσὶ ἐθέλω ποιῆσαι, ἵνʼ ὃ προθυμεῖσθε συνουσία τε καὶ διάλογοι ἡμῖν γίγνωνται· εἰ μὴ βούλεται <milestone unit="section" resp="Stephanus" n="338d"/> Πρωταγόρας ἀποκρίνεσθαι, οὗτος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ ἅμα πειράσομαι αὐτῷ δεῖξαι ὡς ἐγώ φημι χρῆναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι· ἐπειδὰν δὲ ἐγὼ ἀποκρίνωμαι ὁπόσʼ ἂν οὗτος βούληται ἐρωτᾶν, πάλιν οὗτος ἐμοὶ λόγον ὑποσχέτω ὁμοίως. ἐὰν οὖν μὴ δοκῇ πρόθυμος εἶναι πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμεῖς κοινῇ δεησόμεθα αὐτοῦ ἅπερ ὑμεῖς ἐμοῦ, μὴ διαφθείρειν τὴν συνουσίαν· <milestone unit="section" resp="Stephanus" n="338e"/> καὶ οὐδὲν δεῖ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι, ἀλλὰ πάντες κοινῇ ἐπιστατήσετε. ἐδόκει πᾶσιν οὕτω ποιητέον εἶναι· καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως δὲ ἠναγκάσθη ὁμολογῆσαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανῶς ἐρωτήσῃ, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="339"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>ἤρξατο οὖν ἐρωτᾶν οὑτωσί πως· —<said who="#Πρωταγόρας" direct="false">ἡγοῦμαι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, ἐγὼ ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν
<milestone n="339" unit="page"/><milestone unit="section" resp="Stephanus" n="339a"/>δεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τʼ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι. καὶ δὴ καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον δʼ εἰς ποίησιν· τοσοῦτον μόνον διοίσει. λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι— <milestone unit="section" resp="Stephanus" n="339b"/> <cit><quote type="verse"><l met="u">ἄνδρʼ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν,</l><l>χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου</l><l>τετυγμένον.</l></quote><bibl>Simonides Fr. 37.1.1</bibl></cit> τοῦτο ἐπίστασαι τὸ ᾆσμα, ἢ πᾶν σοι διεξέλθω;</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον ὅτι οὐδὲν δεῖ· ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς τοῦ ᾄσματος.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">εὖ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">λέγεις. πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι καὶ ὀρθῶς, ἢ οὔ;</said>—πάνυ, ἔφην ἐγώ, <add>καλῶς</add> τε καὶ ὀρθῶς.—<said who="#Πρωταγόρας" direct="false">δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτῷ ὁ ποιητής;</said>—οὐ καλῶς, ἦν δʼ ἐγώ.—<said who="#Πρωταγόρας" direct="false">ὅρα δή,</said> ἔφη, <milestone unit="section" resp="Stephanus" n="339c"/> <said who="#Πρωταγόρας" direct="false">βέλτιον.</said>—ἀλλʼ, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς.—<said who="#Πρωταγόρας" direct="false">οἶσθα οὖν,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὅτι προιόντος τοῦ ᾄσματος λέγει που—<cit><quote type="verse"><l met="u">οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται,</l><l>καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον· χαλεπὸν φάτʼ ἐσθλὸν</l><l>ἔμμεναι.</l></quote><bibl>Simonides Fr. 37.1.11</bibl></cit> ἐννοεῖς ὅτι ὁ αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν;</said>—οἶδα, ἦν δʼ ἐγώ.—<said who="#Πρωταγόρας" direct="false">δοκεῖ οὖν σοι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ταῦτα ἐκείνοις ὁμολογεῖσθαι;</said>—φαίνεται ἔμοιγε (καὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοι) ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται;—<said who="#Πρωταγόρας" direct="false">πῶς γὰρ ἂν <milestone unit="section" resp="Stephanus" n="339d"/> φαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ὁ ταῦτα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτῷ, ὅτι <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>, τοῦτον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ λέγοντος; καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται, δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ ὕστερον οὐκ ὀρθῶς λέγει.</said>

<milestone unit="para" ed="P"/>εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον <milestone unit="section" resp="Stephanus" n="339e"/> τῶν ἀκουόντων· καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων· ἔπειτα—ὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί λέγοι ὁ ποιητής—τρέπομαι πρὸς τὸν πρόδικον, καὶ καλέσας αὐτόν, ὦ Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης·
    <milestone n="340" unit="page"/><milestone unit="section" resp="Stephanus" n="340a"/>δίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="340"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> δοκῶ οὖν μοι ἐγὼ παρακαλεῖν σέ· ὥσπερ ἔφη Ὅμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ τοῦ Ἀχιλλέως τὸν Σιμόεντα παρακαλεῖν, εἰπόντα—<quote type="verse"><l met="dactylic">φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ</l><l>σχῶμεν,  <gap reason="lost"/> </l></quote><bibl n="Hom. Il. 21.308">ηομ. ιλ. 21.308</bibl>ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν ὁ Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρσῃ. καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ᾗ τό τε βούλεσθαι καὶ <milestone unit="section" resp="Stephanus" n="340b"/> ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἶπες πολλά τε καὶ καλά. καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί. οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης. σὺ γάρ, ὦ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην· ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἢ ἄλλο;—<said who="#Πρόδικος" direct="false">ἄλλο νὴ Δίʼ,</said> ἔφη ὁ Πρόδικος.—οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα <milestone unit="section" resp="Stephanus" n="340c"/> ἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη;—<said who="#Πρόδικος" direct="false">ἀληθῆ λέγεις,</said> ἔφη ὁ Πρόδικος.—τὸν δέ γε Πιττακόν, ἦν δʼ ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλʼ ἄλλο. οὐ γὰρ τοῦτο ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, <term>γενέσθαι</term>
ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδης, ἀλλὰ τὸ <term>ἔμμεναι</term>· ἔστιν δὲ οὐ ταὐτόν, ὦ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι, οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτῷ. καὶ ἴσως ἂν
     <milestone unit="section" resp="Stephanus" n="340d"/>φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθʼ Ἡσίοδον γενέσθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναι—τῆς γὰρ <quote>ἀρετῆς ἔμπροσθεν</quote><bibl n="Hes. WD 289">Hes. WD 289</bibl> τοὺς θεοὺς <quote>ἱδρῶτα</quote><bibl n="Hes. WD 289">Hes. WD 289</bibl> θεῖναι—ὅταν δέ τις αὐτῆς <quote>εἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσαν</quote><bibl n="Hes. WD 289">ηες. ωδ 289</bibl>, ἐκτῆσθαι.

<milestone unit="para" ed="P"/>ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ Πρωταγόρας, <said who="#Πρωταγόρας" direct="false">τὸ ἐπανόρθωμά σοι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, μεῖζον ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ <milestone unit="section" resp="Stephanus" n="340e"/> Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">ἀλλʼ οὕτως ἔχει,</said> ἔφη.

<milestone unit="para" ed="P"/>πῶς δή; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">πολλὴ ἄν,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλεπώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="341"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ
<milestone n="341" unit="page"/><milestone unit="section" resp="Stephanus" n="341a"/>Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ· καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ <q type="emph">χαλεπὸν</q> τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλʼ ὥσπερ περὶ τοῦ <q type="emph">δεινοῦ</q> Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ <milestone unit="section" resp="Stephanus" n="341b"/> εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε <q type="emph">δεινοῦ πλούτου</q> οὐδὲ <q type="emph">δεινῆς εἰρήνης</q> οὐδὲ <q type="emph">δεινῆς ὑγιείας,</q> ἀλλὰ <q type="emph">δεινῆς νόσου</q> καὶ <q type="emph">δεινοῦ πολέμου</q> καὶ <q type="emph">δεινῆς πενίας,</q> ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ <q type="emph">χαλεπὸν</q> αὖ οἱ Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν πρόδικον—δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν—τί ἔλεγεν, ὦ Πρόδικε, τὸ <milestone unit="section" resp="Stephanus" n="341c"/> <q type="emph">χαλεπὸν</q> Σιμωνίδης;

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">κακόν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>διὰ ταῦτʼ ἄρα καὶ μέμφεται, ἦν δʼ ἐγώ, ὦ Πρόδικε, τὸν Πιττακὸν λέγοντα <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>, ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν <quote type="prose">ἐσθλὸν ἔμμεναι</quote>.

<milestone unit="para" ed="P"/><said who="#Πρωταγόρας" direct="false">ἀλλὰ τί οἴει,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος;</said>

<milestone unit="para" ed="P"/>ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε. <milestone unit="section" resp="Stephanus" n="341d"/> ἔχεις τι πρὸς ταῦτα λέγειν;

<milestone unit="para" ed="P"/>καὶ ὁ Πρωταγόρας, <said who="#Πρωταγόρας" direct="false">πολλοῦ γε δεῖ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">οὕτως ἔχειν, ὦ Πρόδικε· ἀλλʼ ἐγὼ εὖ οἶδʼ ὅτι καὶ Σιμωνίδης τὸ <q type="emph">χαλεπὸν</q> ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλʼ ὃ ἂν μὴ ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται.</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τʼ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν <milestone unit="section" resp="Stephanus" n="341e"/> κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα· λέγει γὰρ ὅτι—<cit><quote type="verse"><l met="u">θεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας,</l></quote><bibl>Simonides Fr. 37.1.14</bibl></cit>οὐ δήπου τοῦτό γε λέγων, κακὸν <quote type="prose">ἐσθλὸν ἔμμεναι</quote>, εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="342"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
                        ἀλλʼ ἅ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾁσματι, ἐθέλω σοι εἰπεῖν,
<milestone n="342" unit="page"/><milestone unit="section" resp="Stephanus" n="342a"/>εἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν· ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι.

<milestone unit="para" ed="P"/>ὁ μὲν οὖν Πρωταγόρας ἀκούσας μου ταῦτα λέγοντος, <said who="#Πρωταγόρας" direct="false">εἰ σὺ βούλει,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες· ὁ δὲ Πρόδικός τε καὶ ὁ Ἱππίας ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι.</said>

                        <milestone unit="para" ed="P"/>ἐγὼ τοίνυν, ἦν δʼ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν. φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ <milestone unit="section" resp="Stephanus" n="342b"/> ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλʼ ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατάδηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχεσθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι <milestone unit="section" resp="Stephanus" n="342c"/> αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρʼ αὑτοῖς συγγενέσθαι σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενηλασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων <milestone unit="section" resp="Stephanus" n="342d"/> εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦντες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δʼ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρήσει <milestone unit="section" resp="Stephanus" n="342e"/> αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="343"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τοῦτο οὖν αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμναστεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τʼ εἶναι ῥήματα φθέγγεσθαι
<milestone n="343" unit="page"/><milestone unit="section" resp="Stephanus" n="343a"/>τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελθόντες <milestone unit="section" resp="Stephanus" n="343b"/> ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες ὑμνοῦσιν, <quote type="prose">γνῶθι σαυτόν</quote> καὶ <quote type="prose">μηδὲν ἄγαν</quote>. τοῦ δὴ ἕνεκα ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν, τὸ <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>. ὁ οὖν Σιμωνίδης, <milestone unit="section" resp="Stephanus" n="343c"/> ἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ, αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις. εἰς τοῦτο οὖν τὸ ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται.

<milestone unit="para" ed="P"/>ἐπισκεψώμεθα δὴ αὐτὸ κοινῇ ἅπαντες, εἰ ἄρα ἐγὼ ἀληθῆ λέγω. εὐθὺς γὰρ τὸ πρῶτον τοῦ ᾄσματος μανικὸν ἂν φανείη, εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν, <milestone unit="section" resp="Stephanus" n="343d"/> ἔπειτα ἐνέβαλε τὸ <term>μέν</term>. τοῦτο γὰρ οὐδὲ πρὸς ἕνα λόγον φαίνεται ἐμβεβλῆσθαι, ἐὰν μή τις ὑπολάβῃ πρὸς τὸ τοῦ Πιττακοῦ ῥῆμα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην· λέγοντος τοῦ Πιττακοῦ ὅτι <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>, ἀμφισβητοῦντα εἰπεῖν ὅτι οὔκ, ἀλλὰ <quote type="prose">γενέσθαι μὲν χαλεπὸν</quote>
                        ἄνδρα ἀγαθόν ἐστιν, ὦ Πιττακέ, ὡς ἀληθῶς—οὐκ ἀληθείᾳ ἀγαθόν, οὐκ ἐπὶ τούτῳ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινῶν <milestone unit="section" resp="Stephanus" n="343e"/> τῶν μὲν ὡς ἀληθῶς ἀγαθῶν, τῶν δὲ ἀγαθῶν μέν, οὐ μέντοι ἀληθῶς—εὔηθες γὰρ τοῦτό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="344"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλʼ ὑπερβατὸν δεῖ θεῖναι ἐν τῷ ᾁσματι τὸ <term>ἀλαθέως</term>, οὑτωσί πως ὑπειπόντα τὸ τοῦ Πιττακοῦ, ὥσπερ ἂν εἰ θεῖμεν αὐτὸν λέγοντα τὸν Πιττακὸν καὶ Σιμωνίδην ἀποκρινόμενον εἰπόντα· ὦ ἄνθρωποι, <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>, τὸν δὲ
<milestone n="344" unit="page"/><milestone unit="section" resp="Stephanus" n="344a"/>ἀποκρινόμενον ὅτι ὦ Πιττακέ, οὐκ ἀληθῆ λέγεις· οὐ γὰρ εἶναι ἀλλὰ γενέσθαι μέν ἐστιν ἄνδρα <quote type="prose">ἀγαθὸν χερσί τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυγμένον, χαλεπὸν ἀλαθέως</quote>. οὕτω φαίνεται <del>τὸ</del> πρὸς λόγον τὸ <term>μέν</term> ἐμβεβλημένον καὶ τὸ <term>ἀλαθέως</term> ὀρθῶς ἐπʼ ἐσχάτῳ κείμενον· καὶ τὰ ἐπιόντα πάντα τούτῳ μαρτυρεῖ, ὅτι οὕτως εἴρηται. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν <milestone unit="section" resp="Stephanus" n="344b"/> ἐν τῷ ᾁσματι εἰρημένων ἀποδεῖξαι ὡς εὖ πεποίηται—πάνυ γὰρ χαριέντως καὶ μεμελημένως ἔχει—ἀλλὰ μακρὸν ἂν εἴη αὐτὸ οὕτω διελθεῖν· ἀλλὰ τὸν τύπον αὐτοῦ τὸν ὅλον διεξέλθωμεν καὶ τὴν βούλησιν, ὅτι παντὸς μᾶλλον ἔλεγχός ἐστιν τοῦ Πιττακείου ῥήματος διὰ παντὸς τοῦ ᾄσματος.

<milestone unit="para" ed="P"/>λέγει γὰρ μετὰ τοῦτο ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέως, οἷόν τε μέντοι ἐπί γε χρόνον τινά· γενόμενον δὲ διαμένειν
     <milestone unit="section" resp="Stephanus" n="344c"/>ἐν ταύτῃ τῇ ἕξει καὶ εἶναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεις, ὦ Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος τοῦτο ἔχοι τὸ γέρας,<cit><quote type="verse"><l met="u">ἄνδρα δʼ οὐκ</l><l>ἔστι μὴ οὐ κακὸν ἔμμεναι,</l><l>ὃν <del>ἂν</del> ἀμήχανος συμφορὰ καθέλῃ.</l></quote><bibl>Simonides 37.1.14-16</bibl></cit>τίνα οὖν ἀμήχανος συμφορὰ καθαιρεῖ ἐν πλοίου ἀρχῇ; δῆλον ὅτι οὐ τὸν ἰδιώτην· ὁ μὲν γὰρ ἰδιώτης ἀεὶ καθῄρηται. ὥσπερ οὖν οὐ τὸν κείμενόν τις ἂν καταβάλοι, ἀλλὰ τὸν μὲν ἑστῶτά ποτε καταβάλοι ἄν τις ὥστε κείμενον ποιῆσαι, τὸν δὲ κείμενον <milestone unit="section" resp="Stephanus" n="344d"/> οὔ, οὕτω καὶ τὸν εὐμήχανον ὄντα ποτὲ ἀμήχανος ἂν συμφορὰ καθέλοι, τὸν δὲ ἀεὶ ἀμήχανον ὄντα οὔ, καὶ τὸν κυβερνήτην μέγας χειμὼν ἐπιπεσὼν ἀμήχανον ἂν ποιήσειεν, καὶ γεωργὸν χαλεπὴ ὥρα ἐπελθοῦσα ἀμήχανον ἂν θείη, καὶ ἰατρὸν ταὐτὰ ταῦτα. τῷ μὲν γὰρ ἐσθλῷ ἐγχωρεῖ κακῷ γενέσθαι, ὥσπερ καὶ παρʼ ἄλλου ποιητοῦ μαρτυρεῖται τοῦ εἰπόντος—<quote type="verse"><l met="dactylic">αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δʼ ἐσθλός·</l></quote><bibl>Unknown</bibl>
     <milestone unit="section" resp="Stephanus" n="344e"/>τῷ δὲ κακῷ οὐκ ἐγχωρεῖ γενέσθαι, ἀλλʼ ἀεὶ εἶναι ἀνάγκη. ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν ἀμήχανος συμφορὰ καθέλῃ, <quote type="prose">οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι</quote>· σὺ δὲ φῄς, ὦ Πιττακέ, <quote type="prose">χαλεπὸν ἐσθλὸν ἔμμεναι</quote>· τὸ δʼ ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν, ἔμμεναι δὲ ἀδύνατον·<cit><quote type="verse"><l met="u">πράξας μὲν γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός,</l><l>κακὸς δʼ εἰ κακῶς.</l></quote><bibl>Simonides Fr. 37.1.17</bibl></cit></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="345"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone n="345" unit="page"/><milestone unit="section" resp="Stephanus" n="345a"/>τίς οὖν εἰς γράμματα ἀγαθὴ πρᾶξίς ἐστιν, καὶ τίς ἄνδρα ἀγαθὸν ποιεῖ εἰς γράμματα; δῆλον ὅτι ἡ τούτων μάθησις. τίς δὲ εὐπραγία ἀγαθὸν ἰατρὸν ποιεῖ; δῆλον ὅτι ἡ τῶν καμνόντων τῆς θεραπείας μάθησις. <quote type="verse">κακὸς δὲ κακῶς</quote>· τίς οὖν ἂν κακὸς ἰατρὸς γένοιτο; δῆλον ὅτι ᾧ πρῶτον μὲν ὑπάρχει ἰατρῷ εἶναι, ἔπειτα ἀγαθῷ ἰατρῷ—οὗτος γὰρ ἂν καὶ κακὸς γένοιτο—ἡμεῖς δὲ οἱ ἰατρικῆς ἰδιῶται οὐκ ἄν ποτε γενοίμεθα κακῶς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε <milestone unit="section" resp="Stephanus" n="345b"/> ἄλλο οὐδὲν τῶν τοιούτων· ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο κακῶς πράξας, δῆλον ὅτι οὐδὲ κακὸς ἰατρός. οὕτω καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ γένοιτʼ ἄν ποτε καὶ κακὸς ἢ ὑπὸ χρόνου ἢ ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸς περιπτώματος— αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξις, ἐπιστήμης στερηθῆναι—ὁ δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακός—ἔστιν γὰρ ἀεί— ἀλλʼ εἰ μέλλει κακὸς γενέσθαι, δεῖ αὐτὸν πρότερον ἀγαθὸν γενέσθαι. ὥστε καὶ τοῦτο τοῦ ᾄσματος πρὸς τοῦτο τείνει, <milestone unit="section" resp="Stephanus" n="345c"/> ὅτι εἶναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἷόν τε, διατελοῦντα ἀγαθόν, γενέσθαι δὲ ἀγαθὸν οἷόν τε, καὶ κακόν γε τὸν αὐτὸν τοῦτον· <quote type="verse">ἐπὶ πλεῖστον δὲ καὶ ἄριστοί εἰσιν οὓς ἂν οἱ θεοὶ φιλῶσιν.</quote><bibl>Simonides Fr. 37.1.19</bibl>ταῦτά τε οὖν πάντα πρὸς τὸν Πιττακὸν εἴρηται, καὶ τὰ ἐπιόντα γε τοῦ ᾄσματος ἔτι μᾶλλον δηλοῖ. φησὶ γάρ—<cit><quote type="verse"><l met="u">τοὔνεκεν οὔ ποτʼ ἐγὼ τὸ μὴ γενέσθαι</l><l>δυνατὸν διζήμενος κενεὰν ἐς ἄ-</l><l>πρακτον ἐλπίδα μοῖραν αἰῶνος βαλέω,</l><l>πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι</l><l>καρπὸν αἰνύμεθα χθονός·</l><l>ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω,</l></quote><bibl>Simonides Fr.37.1.22ff.</bibl></cit> <milestone unit="section" resp="Stephanus" n="345d"/> φησίν—οὕτω σφόδρα καὶ διʼ ὅλου τοῦ ᾄσματος ἐπεξέρχεται τῷ τοῦ Πιττακοῦ ῥήματι—<cit><quote type="verse"><l met="u">πάντας δʼ ἐπαίνημι καὶ φιλέω</l><l>ἑκὼν ὅστις ἕρδῃ</l><l>μηδὲν αἰσχρόν· ἀνάγκῃ δʼ οὐδὲ θεοὶ μάχονται·</l></quote><bibl>Simonides Fr. 37.1.27ff.</bibl></cit>καὶ τοῦτʼ ἐστὶ πρὸς τὸ αὐτὸ τοῦτο εἰρημένον. οὐ γὰρ οὕτως ἀπαίδευτος ἦν Σιμωνίδης, ὥστε τούτους φάναι ἐπαινεῖν, ὃς ἂν ἑκὼν μηδὲν κακὸν ποιῇ, ὡς ὄντων τινῶν οἳ ἑκόντες κακὰ ποιοῦσιν. ἐγὼ γὰρ σχεδόν τι οἶμαι τοῦτο, ὅτι οὐδεὶς τῶν <milestone unit="section" resp="Stephanus" n="345e"/> σοφῶν ἀνδρῶν ἡγεῖται οὐδένα ἀνθρώπων ἑκόντα ἐξαμαρτάνειν οὐδὲ αἰσχρά τε καὶ κακὰ ἑκόντα ἐργάζεσθαι, ἀλλʼ εὖ ἴσασιν ὅτι πάντες οἱ τὰ αἰσχρὰ καὶ τὰ κακὰ ποιοῦντες ἄκοντες ποιοῦσιν· καὶ δὴ καὶ ὁ Σιμωνίδης οὐχ ὃς ἂν μὴ κακὰ ποιῇ ἑκών, τούτων φησὶν ἐπαινέτης εἶναι, ἀλλὰ περὶ ἑαυτοῦ λέγει τοῦτο τὸ <term>ἑκών</term>.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="346"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
                        ἡγεῖτο γὰρ ἄνδρα καλὸν κἀγαθὸν πολλάκις αὑτὸν ἐπαναγκάζειν φίλον τινὶ γίγνεσθαι καὶ ἐπαινέτην
<milestone n="346" unit="page"/><milestone unit="section" resp="Stephanus" n="346a"/><del>φιλεῖν καὶ ἐπαινεῖν</del>, οἷον ἀνδρὶ πολλάκις συμβῆναι μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τῶν τοιούτων. τοὺς μὲν οὖν πονηρούς, ὅταν τοιοῦτόν τι αὐτοῖς συμβῇ, ὥσπερ ἁσμένους ὁρᾶν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ κατηγορεῖν τὴν πονηρίαν τῶν γονέων ἢ πατρίδος, ἵνα αὐτοῖς ἀμελοῦσιν αὐτῶν μὴ ἐγκαλῶσιν οἱ ἄνθρωποι μηδʼ ὀνειδίζωσιν ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας <milestone unit="section" resp="Stephanus" n="346b"/> ἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι· τοὺς δʼ ἀγαθοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυτοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας ἑαυτοὺς φιλεῖν τοὺς ἑαυτῶν καὶ ἐπαινεῖν. πολλάκις δὲ οἶμαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον τινὰ τῶν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλʼ ἀναγκαζόμενος. ταῦτα δὴ καὶ τῷ Πιττακῷ λέγει ὅτι ἐγώ, <milestone unit="section" resp="Stephanus" n="346c"/> ὦ Πιττακέ, οὐ διὰ ταῦτά σε ψέγω, ὅτι εἰμὶ φιλόψογος, ἐπεὶ—<cit><quote type="verse"><l met="u">ἔμοιγʼ ἐξαρκεῖ</l><l>ὃς ἂν μὴ κακὸς ᾖ μηδʼ ἄγαν ἀπάλαμνος, εἰ-</l><l>δώς τʼ ὀνησίπολιν δίκαν</l><l> ὑγιὴς ἀνήρ· οὔ μιν ἐγὼ</l><l>μωμήσομαι—</l></quote><bibl>Simonides Fr. 37.1.33ff.</bibl></cit>οὐ γάρ εἰμι φιλόμωμος—<cit><quote type="verse"><l met="c">τῶν γὰρ ἠλιθίων ἀπείρων γενέθλα,</l></quote><quote type="verse"><l met="continued">πάντα τοι καλά, τοῖσί τʼ αἰσχρὰ μὴ μέμεικται.</l></quote></cit> <milestone unit="section" resp="Stephanus" n="346d"/> οὐ τοῦτο λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἷς μέλανα μὴ μέμεικται—γελοῖον γὰρ ἂν εἴη πολλαχῇ—ἀλλʼ ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν. καὶ οὐ ζητῶ, ἔφη, <quote type="prose">πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω</quote>· ὥστε τούτου γʼ ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά μοι ἐξαρκεῖ ἂν ᾖ μέσος καὶ μηδὲν κακὸν ποιῇ, ὡς ἐγὼ πάντας <quote type="prose">φιλέω καὶ ἐπαίνημι</quote>—καὶ τῇ φωνῇ ἐνταῦθα κέχρηται τῇ <milestone unit="section" resp="Stephanus" n="346e"/> τῶν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ <quote type="prose">πάντας δὲ ἐπαίνημι καὶ φιλέω ἑκών</quote>—ἐνταῦθα δεῖ ἐν τῷ <term>ἑκών</term> διαλαβεῖν λέγοντα—<quote type="prose">ὅστις ἕρδῃ μηδὲν αἰσχρόν</quote>, ἄκων δʼ ἔστιν οὓς ἐγὼ ἐπαινῶ καὶ φιλῶ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="347"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> σὲ οὖν, καὶ εἰ μέσως
<milestone n="347" unit="page"/><milestone unit="section" resp="Stephanus" n="347a"/>ἔλεγες ἐπιεικῆ καὶ ἀληθῆ, ὦ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον· νῦν δὲ σφόδρα γὰρ καὶ περὶ τῶν μεγίστων ψευδόμενος δοκεῖς ἀληθῆ λέγειν, διὰ ταῦτά σε ἐγὼ ψέγω. ταῦτά μοι δοκεῖ, ὦ Πρόδικε καὶ Πρωταγόρα, ἦν δʼ ἐγώ, Σιμωνίδης διανοούμενος πεποιηκέναι τοῦτο τὸ ᾆσμα.

 <milestone unit="para" ed="P"/>καὶ ὁ Ἱππίας, <said who="#Ἱππίας" direct="false">εὖ μέν μοι δοκεῖς,</said> ἔφη, <said who="#Ἱππίας" direct="false">ὦ Σώκρατες, καὶ σὺ περὶ τοῦ ᾄσματος διεληλυθέναι· ἔστιν μέντοι, ἔφη, καὶ <milestone unit="section" resp="Stephanus" n="347b"/> ἐμοὶ λόγος περὶ αὐτοῦ εὖ ἔχων, ὃν ὑμῖν ἐπιδείξω, ἂν βούλησθε.</said>

  <milestone unit="para" ed="P"/>καὶ ὁ Ἀλκιβιάδης, <said who="#Ἀλκιβιάδης" direct="false">ναί,</said> ἔφη, <said who="#Ἀλκιβιάδης" direct="false">ὦ Ἱππία, εἰς αὖθίς γε· νῦν δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας καὶ Σωκράτης, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτᾶν, ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρίνεσθαι, ἐρωτᾶν τὸν ἕτερον.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· Ἐπιτρέπω μὲν ἔγωγε Πρωταγόρᾳ ὁπότερον αὐτῷ ἥδιον· εἰ δὲ βούλεται, περὶ μὲν ᾀσμάτων τε καὶ ἐπῶν <milestone unit="section" resp="Stephanus" n="347c"/> ἐάσωμεν, περὶ δὲ ὧν τὸ πρῶτον ἐγώ σε ἠρώτησα, ὦ Πρωταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σοῦ σκοπούμενος. καὶ γὰρ δοκεῖ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι <milestone unit="section" resp="Stephanus" n="347d"/> τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις σύνεισιν· ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτʼ αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλὰ αὐτοὺς αὑτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς αὑτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ <milestone unit="section" resp="Stephanus" n="347e"/> πολὺν οἶνον πίωσιν. οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν μὲν λάβωνται ἀνδρῶν οἷοίπερ ἡμῶν οἱ πολλοί φασιν εἶναι, οὐδὲν δέονται ἀλλοτρίας φωνῆς οὐδὲ ποιητῶν, οὓς οὔτε ἀνερέσθαι οἷόν τʼ ἐστὶν περὶ ὧν λέγουσιν, ἐπαγόμενοί τε αὐτοὺς οἱ πολλοὶ ἐν τοῖς λόγοις οἱ μὲν ταῦτά φασιν τὸν ποιητὴν νοεῖν, οἱ δʼ ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ ἀδυνατοῦσι ἐξελέγξαι·</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="348"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίας
<milestone n="348" unit="page"/><milestone unit="section" resp="Stephanus" n="348a"/>ἐῶσιν χαίρειν, αὐτοὶ δʼ ἑαυτοῖς σύνεισιν διʼ ἑαυτῶν, ἐν τοῖς ἑαυτῶν λόγοις πεῖραν ἀλλήλων λαμβάνοντες καὶ διδόντες. τοὺς τοιούτους μοι δοκεῖ χρῆναι μᾶλλον μιμεῖσθαι ἐμέ τε καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς διʼ ἡμῶν αὐτῶν πρὸς ἀλλήλους τοὺς λόγους ποιεῖσθαι, τῆς ἀληθείας καὶ ἡμῶν αὐτῶν πεῖραν λαμβάνοντας· κἂν μὲν βούλῃ ἔτι ἐρωτᾶν, ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενος· ἐὰν δὲ βούλῃ, σὺ ἐμοὶ παράσχες, περὶ ὧν μεταξὺ ἐπαυσάμεθα διεξιόντες, τούτοις τέλος ἐπιθεῖναι. <milestone unit="section" resp="Stephanus" n="348b"/> 

<milestone unit="para" ed="P"/>λέγοντος οὖν ἐμοῦ ταῦτα καὶ τοιαῦτα ἄλλα οὐδὲν ἀπεσάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι. εἶπεν οὖν ὁ Ἀλκιβιάδης πρὸς τὸν Καλλίαν βλέψας, <said who="#Ἀλκιβιάδης" direct="false">ὦ Καλλία, δοκεῖ σοι,</said> ἔφη, <said who="#Ἀλκιβιάδης" direct="false">καὶ νῦν καλῶς Πρωταγόρας ποιεῖν, οὐκ ἐθέλων εἴτε δώσει λόγον εἴτε μὴ διασαφεῖν; ἐμοὶ γὰρ οὐ δοκεῖ· ἀλλʼ ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα τούτῳ μὲν ταῦτα συνειδῶμεν, Σωκράτης δὲ ἄλλῳ τῳ διαλέγηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλῳ.</said> <milestone unit="section" resp="Stephanus" n="348c"/> 

<milestone unit="para" ed="P"/>καὶ ὁ Πρωταγόρας αἰσχυνθείς, ὥς γέ μοι ἔδοξεν, τοῦ τε Ἀλκιβιάδου ταῦτα λέγοντος καὶ τοῦ Καλλίου δεομένου καὶ τῶν ἄλλων σχεδόν τι τῶν παρόντων, μόγις προυτράπετο εἰς τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτᾶν αὑτὸν ὡς ἀποκρινούμενος.

<milestone unit="para" ed="P"/>εἶπον δὴ ἐγώ· ὦ Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορῶ ἑκάστοτε, ταῦτα διασκέψασθαι. ἡγοῦμαι γὰρ πάνυ λέγειν τι τὸν Ὅμηρον τὸ—
     <milestone unit="section" resp="Stephanus" n="348d"/><quote type="verse"><l met="dactylic">σύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν.</l></quote><bibl n="Hom. Il. 10.224">ηομ. ιλ. 10.224</bibl>εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα· <quote type="prose">μοῦνος δʼ εἴπερ τε νοήσῃ</quote>, αὐτίκα περιιὼν ζητεῖ ὅτῳ ἐπιδείξηται καὶ μεθʼ ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχῃ. ὥσπερ καὶ ἐγὼ ἕνεκα τούτου σοὶ ἡδέως διαλέγομαι μᾶλλον ἢ ἄλλῳ τινί, ἡγούμενός σε βέλτιστʼ ἂν ἐπισκέψασθαι καὶ περὶ τῶν ἄλλων <milestone unit="section" resp="Stephanus" n="348e"/> περὶ ὧν εἰκὸς σκοπεῖσθαι τὸν ἐπιεικῆ, καὶ δὴ καὶ περὶ ἀρετῆς. τίνα γὰρ ἄλλον ἢ σέ; ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιεῖν·</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>