<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:274-290</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:274-290</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="274"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> εἰ δὲ νῦν ἀληθῶς ταύτην τὴν ἐπιστήμην ἔχετον, ἵλεω εἶτον—ἀτεχνῶς γὰρ ἔγωγε σφὼ ὥσπερ θεὼ προσαγορεύω, συγγνώμην <milestone n="274" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="274a"/> δεόμενος ἔχειν μοι τῶν ἔμπροσθεν εἰρημένων. ἀλλʼ ὁρᾶτον, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, εἰ ἀληθῆ λέγετον· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ ἐπαγγέλματος οὐδὲν θαυμαστὸν ἀπιστεῖν.

					<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">ἀλλʼ εὖ ἴσθι, ὦ Σώκρατες,</said> <del>ἔφατον,</del> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">τοῦτο οὕτως ἔχον.</said>

<milestone unit="para" ed="P"/> μακαρίζω ἄρʼ ὑμᾶς ἔγωγε τοῦ κτήματος πολὺ μᾶλλον ἢ μέγαν βασιλέα τῆς ἀρχῆς· τοσόνδε δέ μοι εἴπετον, εἰ ἐν νῷ ἔχετον ἐπιδεικνύναι ταύτην τὴν σοφίαν, ἢ πῶς σφῷν βεβούλευται.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">ἐπʼ αὐτό γε τοῦτο πάρεσμεν, ὦ Σώκρατες, ὡς ἐπιδείξοντε <milestone unit="section" resp="Stephanus" n="274b"/> καὶ διδάξοντε, ἐάν τις ἐθέλῃ μανθάνειν.</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ὅτι μὲν ἐθελήσουσιν ἅπαντες οἱ μὴ ἔχοντες, ἐγὼ ὑμῖν ἐγγυῶμαι, πρῶτος μὲν ἐγώ, ἔπειτα δὲ Κλεινίας οὑτοσί, πρὸς δʼ ἡμῖν Κτήσιππός τε ὅδε καὶ οἱ ἄλλοι οὗτοι, ἦν δʼ ἐγὼ δεικνὺς αὐτῷ τοὺς ἐραστὰς τοὺς Κλεινίου· οἱ δὲ ἐτύγχανον ἡμᾶς ἤδη περιιστάμενοι. ὁ γὰρ Κτήσιππος ἔτυχε πόρρω καθεζόμενος τοῦ Κλεινίου—κἀμοὶ δοκεῖν ὡς ἐτύγχανεν ὁ Εὐθύδημος ἐμοὶ διαλεγόμενος προνενευκὼς εἰς τὸ πρόσθεν, <milestone unit="section" resp="Stephanus" n="274c"/> ἐν μέσῳ ὄντος ἡμῶν τοῦ Κλεινίου ἐπεσκότει τῷ Κτησίππῳ τῆς θέας—βουλόμενός τε οὖν θεάσασθαι ὁ Κτήσιππος τὰ παιδικὰ καὶ ἅμα φιλήκοος ὢν ἀναπηδήσας πρῶτος προσέστη ἡμῖν ἐν τῷ καταντικρύ· οὕτως οὖν καὶ οἱ ἄλλοι ἐκεῖνον ἰδόντες περιέστησαν ἡμᾶς, οἵ τε τοῦ Κλεινίου ἐρασταὶ καὶ οἱ τοῦ Εὐθυδήμου τε καὶ Διονυσοδώρου ἑταῖροι. τούτους δὴ ἐγὼ δεικνὺς ἔλεγον τῷ Εὐθυδήμῳ ὅτι πάντες ἕτοιμοι εἶεν <milestone unit="section" resp="Stephanus" n="274d"/> μανθάνειν· ὅ τε οὖν Κτήσιππος συνέφη μάλα προθύμως καὶ οἱ ἄλλοι, καὶ ἐκέλευον αὐτὼ κοινῇ πάντες ἐπιδείξασθαι τὴν δύναμιν τῆς σοφίας.

<milestone unit="para" ed="P"/> εἶπον οὖν ἐγώ· ὦ Εὐθύδημε καὶ Διονυσόδωρε, πάνυ μὲν οὖν παντὶ τρόπῳ καὶ τούτοις χαρίσασθον καὶ ἐμοῦ ἕνεκα ἐπιδείξασθον. τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι· τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρʼ ὑμῶν μανθάνειν δύναισθʼ ἂν ἀγαθὸν ποιῆσαι <milestone unit="section" resp="Stephanus" n="274e"/> ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω; φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρʼ ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ταύτης μὲν οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τῆς αὐτῆς, ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="275"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ὑμεῖς ἄρα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, τῶν νῦν ἀνθρώπων <milestone n="275" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="275a"/> κάλλιστʼ ἂν προτρέψαιτε εἰς φιλοσοφίαν καὶ ἀρετῆς ἐπιμέλειαν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἰόμεθά γε δή, ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/> τῶν μὲν τοίνυν ἄλλων τὴν ἐπίδειξιν ἡμῖν, ἔφην, εἰς αὖθις ἀπόθεσθον, τοῦτο δʼ αὐτὸ ἐπιδείξασθον· τουτονὶ τὸν νεανίσκον πείσατον ὡς χρὴ φιλοσοφεῖν καὶ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ χαριεῖσθον ἐμοί τε καὶ τουτοισὶ πᾶσιν. συμβέβηκεν γάρ τι τοιοῦτον τῷ μειρακίῳ τούτῳ· ἐγώ τε καὶ οἵδε πάντες τυγχάνομεν ἐπιθυμοῦντες ὡς βέλτιστον αὐτὸν γενέσθαι. ἔστι δὲ οὗτος Ἀξιόχου μὲν ὑὸς τοῦ Ἀλκιβιάδου τοῦ παλαιοῦ, αὐτανεψιὸς <milestone unit="section" resp="Stephanus" n="275b"/> δὲ τοῦ νῦν ὄντος Ἀλκιβιάδου· ὄνομα δʼ αὐτῷ Κλεινίας. ἔστι δὲ νέος· φοβούμεθα δὴ περὶ αὐτῷ, οἷον εἰκὸς περὶ νέῳ, μή τις φθῇ ἡμᾶς ἐπʼ ἄλλο τι ἐπιτήδευμα τρέψας αὐτοῦ τὴν διάνοιαν καὶ διαφθείρῃ. σφὼ οὖν ἥκετον εἰς κάλλιστον· ἀλλʼ εἰ μή τι διαφέρει ὑμῖν, λάβετον πεῖραν τοῦ μειρακίου καὶ διαλέχθητον ἐναντίον ἡμῶν.

<milestone unit="para" ed="P"/> εἰπόντος οὖν ἐμοῦ σχεδόν τι αὐτὰ ταῦτα ὁ Εὐθύδημος ἅμα ἀνδρείως τε καὶ θαρραλέως, <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ οὐδὲν διαφέρει, ὦ <milestone unit="section" resp="Stephanus" n="275c"/> Σώκρατες,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐὰν μόνον ἐθέλῃ ἀποκρίνεσθαι ὁ νεανίσκος.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ μὲν δή, ἔφην ἐγώ, τοῦτό γε καὶ εἴθισται· θαμὰ γὰρ αὐτῷ οἵδε προσιόντες πολλὰ ἐρωτῶσίν τε καὶ διαλέγονται, ὥστε ἐπιεικῶς θαρρεῖ τὸ ἀποκρίνασθαι.

<milestone unit="para" ed="P"/> τὰ δὴ μετὰ ταῦτα, ὦ Κρίτων, πῶς ἂν καλῶς σοι διηγησαίμην; οὐ γὰρ σμικρὸν τὸ ἔργον δύνασθαι ἀναλαβεῖν διεξιόντα σοφίαν ἀμήχανον ὅσην· ὥστʼ ἔγωγε, καθάπερ οἱ <milestone unit="section" resp="Stephanus" n="275d"/> ποιηταί, δέομαι ἀρχόμενος τῆς διηγήσεως μούσας τε καὶ Μνημοσύνην ἐπικαλεῖσθαι. ἤρξατο δʼ οὖν ἐνθένδε ποθὲν ὁ Εὐθύδημος, ὡς ἐγᾦμαι· <said who="#Εὐθύδημος" direct="false">ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;</said>

<milestone unit="para" ed="P"/> καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος, ἠρυθρίασέν τε καὶ ἀπορήσας ἐνέβλεψεν εἰς ἐμέ· καὶ ἐγὼ γνοὺς αὐτὸν τεθορυβημένον, θάρρει, ἦν δʼ ἐγώ, ὦ Κλεινία, <milestone unit="section" resp="Stephanus" n="275e"/> καὶ ἀπόκριναι ἀνδρείως, ὁπότερά σοι φαίνεται· ἴσως γάρ τοι ὠφελεῖ τὴν μεγίστην ὠφελίαν.

<milestone unit="para" ed="P"/> καὶ ἐν τούτῳ ὁ Διονυσόδωρος προσκύψας μοι μικρὸν πρὸς τὸ οὖς, πάνυ μειδιάσας τῷ προσώπῳ, <said who="#Διονυσόδωρος" direct="false">καὶ μήν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">σοί, ὦ Σώκρατες, προλέγω ὅτι ὁπότερʼ ἂν ἀποκρίνηται τὸ μειράκιον, ἐξελεγχθήσεται.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="276"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> καὶ αὐτοῦ μεταξὺ ταῦτα λέγοντος ὁ Κλεινίας ἔτυχεν ἀποκρινάμενος, ὥστε οὐδὲ παρακελεύσασθαί μοι ἐξεγένετο <milestone n="276" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="276a"/> εὐλαβηθῆναι τῷ μειρακίῳ, ἀλλʼ ἀπεκρίνατο ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες. <milestone unit="para" ed="P"/> καὶ ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">καλεῖς δέ τινας,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">διδασκάλους, ἢ οὔ;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν τῶν μανθανόντων οἱ διδάσκαλοι διδάσκαλοί εἰσιν, ὥσπερ ὁ κιθαριστὴς καὶ ὁ γραμματιστὴς διδάσκαλοι δήπου ἦσαν σοῦ καὶ τῶν ἄλλων παίδων, ὑμεῖς δὲ μαθηταί;</said>—συνέφη.—<said who="#Εὐθύδημος" direct="false">ἄλλο τι οὖν, ἡνίκα ἐμανθάνετε, οὔπω ἠπίστασθε ταῦτα ἃ ἐμανθάνετε;</said>—<said who="#Κλεινίας" direct="false">οὐκ</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν <milestone unit="section" resp="Stephanus" n="276b"/> σοφοὶ ἦτε, ὅτε ταῦτα οὐκ ἠπίστασθε;</said>—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἰ μὴ σοφοί, ἀμαθεῖς;</said>—<said who="#Κλεινίας" direct="false">πάνυ γε.</said>—<said who="#Εὐθύδημος" direct="false">ὑμεῖς ἄρα μανθάνοντες ἃ οὐκ ἠπίστασθε, ἀμαθεῖς ὄντες ἐμανθάνετε.</said>—ἐπένευσε τὸ μειράκιον.—<said who="#Εὐθύδημος" direct="false">οἱ ἀμαθεῖς ἄρα μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ σοφοί, ὡς σὺ οἴει.</said> 
		<milestone unit="para" ed="P"/> ταῦτʼ οὖν εἰπόντος αὐτοῦ, ὥσπερ ὑπὸ διδασκάλου χορὸς ἀποσημήναντος, ἅμα ἀνεθορύβησάν τε καὶ ἐγέλασαν οἱ ἑπόμενοι <milestone unit="section" resp="Stephanus" n="276c"/> ἐκεῖνοι μετὰ τοῦ Διονυσοδώρου τε καὶ Εὐθυδήμου· καὶ πρὶν ἀναπνεῦσαι καλῶς τε καὶ εὖ τὸ μειράκιον, ἐκδεξάμενος ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">τί δέ, ὦ Κλεινία,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι ἐμάνθανον τῶν παίδων τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;</said>—<said who="#Κλεινίας" direct="false">οἱ σοφοί,</said> ἔφη ὁ Κλεινίας.—<said who="#Διονυσόδωρος" direct="false">οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλʼ οὐχ οἱ ἀμαθεῖς, καὶ οὐκ εὖ σὺ ἄρτι Εὐθυδήμῳ ἀπεκρίνω.</said> <milestone unit="section" resp="Stephanus" n="276d"/> 
		<milestone unit="para" ed="P"/> ἐνταῦθα δὴ καὶ πάνυ μέγα ἐγέλασάν τε καὶ ἐθορύβησαν οἱ ἐρασταὶ τοῖν ἀνδροῖν, ἀγασθέντες τῆς σοφίας αὐτοῖν· οἱ δʼ ἄλλοι ἡμεῖς ἐκπεπληγμένοι ἐσιωπῶμεν. γνοὺς δὲ ἡμᾶς ὁ Εὐθύδημος ἐκπεπληγμένους, ἵνʼ ἔτι μᾶλλον θαυμάζοιμεν αὐτόν, οὐκ ἀνίει τὸ μειράκιον, ἀλλʼ ἠρώτα, καὶ ὥσπερ οἱ ἀγαθοὶ ὀρχησταί, διπλᾶ ἔστρεφε τὰ ἐρωτήματα περὶ τοῦ αὐτοῦ, καὶ ἔφη· <said who="#Εὐθύδημος" direct="false">πότερον γὰρ οἱ μανθάνοντες μανθάνουσιν ἃ ἐπίστανται ἢ ἃ μὴ ἐπίστανται;</said> 
		<milestone unit="para" ed="P"/> καὶ ὁ Διονυσόδωρος πάλιν μικρὸν πρός με ψιθυρίσας, <milestone unit="section" resp="Stephanus" n="276e"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ τοῦτʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ἕτερον τοιοῦτον οἷον τὸ πρότερον.</said> 
		<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, ἔφην ἐγώ, ἦ μὴν καὶ τὸ πρότερόν γε καλὸν ἡμῖν ἐφάνη τὸ ἐρώτημα. 
		<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, τοιαῦτα ἡμεῖς ἐρωτῶμεν ἄφυκτα.</said> 
		<milestone unit="para" ed="P"/> τοιγάρτοι, ἦν δʼ ἐγώ, δοκεῖτέ μοι εὐδοκιμεῖν παρὰ τοῖς μαθηταῖς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="277"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ἐν δὲ τούτῳ ὁ μὲν Κλεινίας τῷ Εὐθυδήμῳ ἀπεκρίνατο ὅτι μανθάνοιεν οἱ μανθάνοντες ἃ οὐκ ἐπίσταιντο· ὁ δὲ ἤρετο <milestone n="277" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="277a"/> αὐτὸν διὰ τῶν αὐτῶν ὧνπερ τὸ πρότερον·<said who="#Εὐθύδημος" direct="false"> τί δέ;</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">οὐκ ἐπίστασαι σὺ γράμματα;</said>—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἅπαντα;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">ὅταν οὖν τις ἀποστοματίζῃ ὁτιοῦν, οὐ γράμματα ἀποστοματίζει;</said>—ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ὧν τι σὺ ἐπίστασαι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἀποστοματίζει, εἴπερ πάντα ἐπίστασαι;</said>—καὶ τοῦτο ὡμολόγει.—<said who="#Εὐθύδημος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς, <said who="#Εὐθύδημος" direct="false">ἆρα σὺ <add>οὐ</add> μανθάνεις ἅττʼ ἂν ἀποστοματίζῃ τις, ὁ δὲ μὴ ἐπιστάμενος γράμματα μανθάνει;</said>—<said who="#Κλεινίας" direct="false">οὔκ, ἀλλʼ,</said> ἦ δʼ ὅς, <said who="#Κλεινίας" direct="false">μανθάνω.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἃ ἐπίστασαι, ἦ δʼ <milestone unit="section" resp="Stephanus" n="277b"/> ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι.</said>—ὡμολόγησεν.—<said who="#Εὐθύδημος" direct="false">οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω,</said> ἔφη.

<milestone unit="para" ed="P"/> καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν· <said who="#Διονυσόδωρος" direct="false">Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία. εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ;</said>—ὡμολόγει ὁ Κλεινίας.—<said who="#Διονυσόδωρος" direct="false">τὸ δʼ ἐπίστασθαι,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν;</said>—συνέφη.—<said who="#Διονυσόδωρος" direct="false">τὸ ἄρα μὴ ἐπίστασθαι <milestone unit="section" resp="Stephanus" n="277c"/> μήπω ἔχειν ἐπιστήμην ἐστίν;</said>—ὡμολόγει αὐτῷ.—<said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν εἰσιν οἱ λαμβάνοντες ὁτιοῦν οἱ ἔχοντες ἤδη ἢ οἳ ἂν μὴ ἔχωσιν;</said>—<said who="#Κλεινίας" direct="false">οἳ ἂν μή.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὡμολόγηκας εἶναι τούτων καὶ τοὺς μὴ ἐπισταμένους, τῶν μὴ ἐχόντων;</said>—κατένευσε.—<said who="#Διονυσόδωρος" direct="false">τῶν λαμβανόντων ἄρʼ εἰσὶν οἱ μανθάνοντες, ἀλλʼ οὐ τῶν ἐχόντων;</said>—συνέφη.—<said who="#Διονυσόδωρος" direct="false">οἱ μὴ ἐπιστάμενοι ἄρα, ἔφη, μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ ἐπιστάμενοι.</said> <milestone unit="section" resp="Stephanus" n="277d"/>

<milestone unit="para" ed="P"/> ἔτι δὴ ἐπὶ τὸ τρίτον καταβαλῶν ὥσπερ πάλαισμα ὥρμα ὁ Εὐθύδημος τὸν νεανίσκον· καὶ ἐγὼ γνοὺς βαπτιζόμενον τὸ μειράκιον, βουλόμενος ἀναπαῦσαι αὐτό, μὴ ἡμῖν ἀποδειλιάσειε, παραμυθούμενος εἶπον· ὦ Κλεινία, μὴ θαύμαζε εἴ σοι φαίνονται ἀήθεις οἱ λόγοι. ἴσως γὰρ οὐκ αἰσθάνῃ οἷον ποιεῖτον τὼ ξένω περὶ σέ· ποιεῖτον δὲ ταὐτὸν ὅπερ οἱ ἐν τῇ τελετῇ τῶν Κορυβάντων, ὅταν τὴν θρόνωσιν ποιῶσιν περὶ τοῦτον ὃν ἂν μέλλωσι τελεῖν. καὶ γὰρ ἐκεῖ χορεία τίς ἐστι καὶ παιδιά, εἰ ἄρα καὶ τετέλεσαι· καὶ νῦν <milestone unit="section" resp="Stephanus" n="277e"/> τούτω οὐδὲν ἄλλο ἢ χορεύετον περὶ σὲ καὶ οἷον ὀρχεῖσθον παίζοντε, ὡς μετὰ τοῦτο τελοῦντε. νῦν οὖν νόμισον τὰ πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="278"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> πρῶτον γάρ, ὥς φησι Πρόδικος, περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ· ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω, ὅτι οὐκ ᾔδησθα τὸ μανθάνειν ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῷ τοιῷδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός <milestone n="278" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="278a"/> τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον ἢ λεγόμενον—μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δʼ ὅτε καὶ μανθάνειν—σὲ δὲ τοῦτο, ὡς οὗτοι ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπʼ ἀνθρώποις ἐναντίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή· παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐν τῷ δευτέρῳ ἐρωτήματι, ἐν ᾧ <milestone unit="section" resp="Stephanus" n="278b"/> ἠρώτων σε πότερα μανθάνουσιν οἱ ἄνθρωποι ἃ ἐπίστανται ἢ ἃ μή. ταῦτα δὴ τῶν μαθημάτων παιδιά ἐστιν—διὸ καί φημι ἐγώ σοι τούτους προσπαίζειν—παιδιὰν δὲ λέγω διὰ ταῦτα, ὅτι, εἰ καὶ πολλά τις ἢ καὶ πάντα τὰ τοιαῦτα μάθοι, τὰ μὲν πράγματα οὐδὲν ἂν μᾶλλον εἰδείη πῇ ἔχει, προσπαίζειν δὲ οἷός τʼ ἂν εἴη τοῖς ἀνθρώποις διὰ τὴν τῶν ὀνομάτων διαφορὰν ὑποσκελίζων καὶ ἀνατρέπων, ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι <milestone unit="section" resp="Stephanus" n="278c"/> καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον. ταῦτα μὲν οὖν σοι παρὰ τούτων νόμιζε παιδιὰν γεγονέναι· τὸ δὲ μετὰ ταῦτα δῆλον ὅτι τούτω γέ σοι αὐτὼ τὰ σπουδαῖα ἐνδείξεσθον, καὶ ἐγὼ ὑφηγήσομαι αὐτοῖν ἵνα μοι ὃ ὑπέσχοντο ἀποδῶσιν. ἐφάτην γὰρ ἐπιδείξασθαι τὴν προτρεπτικὴν σοφίαν· νῦν δέ, μοι δοκεῖ, δεῖν ᾠηθήτην πρότερον παῖσαι πρὸς σέ. ταῦτα μὲν οὖν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, <milestone unit="section" resp="Stephanus" n="278d"/> πεπαίσθω τε ὑμῖν, καὶ ἴσως ἱκανῶς ἔχει· τὸ δὲ δὴ μετὰ ταῦτα ἐπιδείξατον προτρέποντε τὸ μειράκιον ὅπως χρὴ σοφίας τε καὶ ἀρετῆς ἐπιμεληθῆναι. πρότερον δʼ ἐγὼ σφῷν ἐνδείξομαι οἷον αὐτὸ ὑπολαμβάνω καὶ οἵου αὐτοῦ ἐπιθυμῶ ἀκοῦσαι. ἐὰν οὖν δόξω ὑμῖν ἰδιωτικῶς τε καὶ γελοίως αὐτὸ ποιεῖν, μή μου καταγελᾶτε· ὑπὸ προθυμίας γὰρ τοῦ ἀκοῦσαι τῆς ὑμετέρας σοφίας τολμήσω ἀπαυτοσχεδιάσαι ἐναντίον <milestone unit="section" resp="Stephanus" n="278e"/> ὑμῶν. ἀνάσχεσθον οὖν ἀγελαστὶ ἀκούοντες αὐτοί τε καὶ οἱ μαθηταὶ ὑμῶν· σὺ δέ μοι, ὦ παῖ Ἀξιόχου, ἀπόκριναι.

<milestone unit="para" ed="P"/> ἆρά γε πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν; ἢ τοῦτο μὲν ἐρώτημα ὧν νυνδὴ ἐφοβούμην ἓν τῶν καταγελάστων; ἀνόητον γὰρ δήπου καὶ τὸ ἐρωτᾶν τὰ τοιαῦτα· τίς γὰρ οὐ βούλεται ἀνθρώπων εὖ πράττειν;—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="279"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Κλεινίας" direct="false">οὐδεὶς ὅστις οὔκ,</said> ἔφη <milestone n="279" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="279a"/> ὁ Κλεινίας.—εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο, ἐπειδὴ βουλόμεθα εὖ πράττειν, πῶς ἂν εὖ πράττοιμεν; ἆρʼ ἂν εἰ ἡμῖν πολλὰ κἀγαθὰ εἴη; ἢ τοῦτο ἐκείνου ἔτι εὐηθέστερον; δῆλον γάρ που καὶ τοῦτο ὅτι οὕτως ἔχει.—συνέφη.—φέρε δή, ἀγαθὰ δὲ ποῖα ἄρα τῶν ὄντων τυγχάνει ἡμῖν ὄντα; ἢ οὐ χαλεπὸν οὐδὲ σεμνοῦ ἀνδρὸς πάνυ τι οὐδὲ τοῦτο ἔοικεν εἶναι εὐπορεῖν; πᾶς γὰρ ἂν ἡμῖν εἴποι ὅτι τὸ πλουτεῖν ἀγαθόν· ἦ γάρ;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν καὶ τὸ ὑγιαίνειν καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="279b"/> καλὸν εἶναι καὶ τἆλλα κατὰ τὸ σῶμα ἱκανῶς παρεσκευάσθαι;—συνεδόκει.—ἀλλὰ μὴν εὐγένειαί γε καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ δῆλά ἐστιν ἀγαθὰ ὄντα.—ὡμολόγει.—τί οὖν, ἔφην, ἔτι ἡμῖν λείπεται τῶν ἀγαθῶν; τί ἄρα ἐστὶν τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον; πότερον πρὸς Διός, ὦ Κλεινία, ἡγῇ σύ, ἐὰν ταῦτα τιθῶμεν ὡς ἀγαθά, ὀρθῶς ἡμᾶς θήσειν, ἢ ἐὰν μή; ἴσως γὰρ ἄν τις ἡμῖν ἀμφισβητήσειεν· σοὶ δὲ πῶς δοκεῖ;—<said who="#Κλεινίας" direct="false">ἀγαθά,</said> ἔφη ὁ Κλεινίας.—<milestone unit="section" resp="Stephanus" n="279c"/> εἶεν, ἦν δʼ ἐγώ· τὴν δὲ σοφίαν ποῦ χοροῦ τάξομεν; ἐν τοῖς ἀγαθοῖς, ἢ πῶς λέγεις;—<said who="#Κλεινίας" direct="false">ἐν τοῖς ἀγαθοῖς.</said>—ἐνθυμοῦ δὴ μή τι παραλείπωμεν τῶν ἀγαθῶν, ὅτι καὶ ἄξιον λόγου.—<said who="#Κλεινίας" direct="false">ἀλλά μοι δοκοῦμεν,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">οὐδέν,</said> ὁ Κλεινίας.—καὶ ἐγὼ ἀναμνησθεὶς εἶπον ὅτι ναὶ μὰ Δία κινδυνεύομέν γε τὸ μέγιστον τῶν ἀγαθῶν παραλιπεῖν.—<said who="#Κλεινίας" direct="false">τί τοῦτο;</said> ἦ δʼ ὅς.—τὴν εὐτυχίαν, ὦ Κλεινία· ὃ πάντες φασί, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι.—<said who="#Κλεινίας" direct="false">ἀληθῆ λέγεις,</said> ἔφη.—καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου καταγέλαστοι <milestone unit="section" resp="Stephanus" n="279d"/> ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου.—<said who="#Κλεινίας" direct="false">τί δή,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τοῦτο;</said>—ὅτι εὐτυχίαν ἐν τοῖς ἔμπροσθεν θέμενοι νυνδὴ αὖθις περὶ τοῦ αὐτοῦ ἐλέγομεν.—<said who="#Κλεινίας" direct="false">τί οὖν δὴ τοῦτο;</said>—καταγέλαστον δήπου, ὃ πάλαι πρόκειται, τοῦτο πάλιν προτιθέναι καὶ δὶς ταὐτὰ λέγειν.—<said who="#Κλεινίας" direct="false">πῶς,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τοῦτο λέγεις;</said>—ἡ σοφία δήπου, ἦν δʼ ἐγώ, εὐτυχία ἐστίν· τοῦτο δὲ κἂν παῖς γνοίη.—καὶ ὃς ἐθαύμασεν· οὕτως ἔτι νέος τε καὶ εὐήθης ἐστί.—κἀγὼ γνοὺς αὐτὸν θαυμάζοντα, ἆρα <milestone unit="section" resp="Stephanus" n="279e"/> οὐκ οἶσθα, ἔφην, ὦ Κλεινία, ὅτι περὶ αὐλημάτων εὐπραγίαν οἱ αὐληταὶ εὐτυχέστατοί εἰσιν;—συνέφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ περὶ γραμμάτων γραφῆς τε καὶ ἀναγνώσεως οἱ γραμματισταί;—<said who="#Κλεινίας" direct="false">πάνυ γε.</said>—τί δέ; πρὸς τοὺς τῆς θαλάττης κινδύνους μῶν οἴει εὐτυχεστέρους τινὰς εἶναι τῶν σοφῶν κυβερνητῶν, ὡς ἐπὶ πᾶν εἰπεῖν;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="280"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τί δέ; στρατευόμενος μετὰ ποτέρου ἂν ἥδιον τοῦ κινδύνου τε καὶ τῆς <milestone n="280" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="280a"/> τύχης μετέχοις, μετὰ σοφοῦ στρατηγοῦ ἢ μετὰ ἀμαθοῦς;—<said who="#Κλεινίας" direct="false">μετὰ σοφοῦ.</said>—τί δέ; ἀσθενῶν μετὰ ποτέρου ἂν ἡδέως κινδυνεύοις, μετὰ σοφοῦ ἰατροῦ ἢ μετὰ ἀμαθοῦς;—<said who="#Κλεινίας" direct="false">μετὰ σοφοῦ.</said>—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι εὐτυχέστερον ἂν οἴει πράττειν μετὰ σοφοῦ πράττων ἢ μετὰ ἀμαθοῦς;—συνεχώρει.—ἡ σοφία ἄρα πανταχοῦ εὐτυχεῖν ποιεῖ τοὺς ἀνθρώπους. οὐ γὰρ δήπου ἁμαρτάνοι γʼ ἄν ποτέ τι σοφία, ἀλλʼ ἀνάγκη ὀρθῶς πράττειν καὶ τυγχάνειν· ἦ γὰρ ἂν οὐκέτι σοφία εἴη. <milestone unit="section" resp="Stephanus" n="280b"/>

<milestone unit="para" ed="P"/> συνωμολογησάμεθα τελευτῶντες οὐκ οἶδʼ ὅπως ἐν κεφαλαίῳ οὕτω τοῦτο ἔχειν, σοφίας παρούσης, ᾧ ἂν παρῇ, μηδὲν προσδεῖσθαι εὐτυχίας· ἐπειδὴ δὲ τοῦτο συνωμολογησάμεθα, πάλιν ἐπυνθανόμην αὐτοῦ τὰ πρότερον ὡμολογημένα πῶς ἂν ἡμῖν ἔχοι. ὡμολογήσαμεν γάρ, ἔφην, εἰ ἡμῖν ἀγαθὰ πολλὰ παρείη, εὐδαιμονεῖν ἂν καὶ εὖ πράττειν.—συνέφη.—ἆρʼ οὖν εὐδαιμονοῖμεν ἂν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ ἢ εἰ ὠφελοῖ;—<said who="#Κλεινίας" direct="false">εἰ ὠφελοῖ,</said> ἔφη.—ἆρʼ οὖν ἄν <milestone unit="section" resp="Stephanus" n="280c"/> τι ὠφελοῖ, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δʼ αὐτοῖς μή; οἷον σιτία εἰ ἡμῖν εἴη πολλά, ἐσθίοιμεν δὲ μή, ἢ ποτόν, πίνοιμεν δὲ μή, ἔσθʼ ὅτι ὠφελοίμεθʼ ἄν;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἔφη.—τί δέ; οἱ δημιουργοὶ πάντες, εἰ αὐτοῖς εἴη πάντα τὰ ἐπιτήδεια παρεσκευασμένα ἑκάστῳ εἰς τὸ ἑαυτοῦ ἔργον, χρῷντο δὲ αὐτοῖς μή, ἆρʼ ἂν οὗτοι εὖ πράττοιεν διὰ τὴν κτῆσιν, ὅτι κεκτημένοι εἶεν πάντα ἃ δεῖ κεκτῆσθαι τὸν δημιουργόν; οἷον τέκτων, εἰ παρεσκευασμένος εἴη τά τε ὄργανα ἅπαντα καὶ ξύλα ἱκανά, τεκταίνοιτο δὲ μή, ἔσθʼ ὅτι ὠφελοῖτʼ ἂν <milestone unit="section" resp="Stephanus" n="280d"/> ἀπὸ τῆς κτήσεως;—<said who="#Κλεινίας" direct="false">οὐδαμῶς,</said> ἔφη.—τί δέ, εἴ τις κεκτημένος εἴη πλοῦτόν τε καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα τὰ ἀγαθά, χρῷτο δὲ αὐτοῖς μή, ἆρʼ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων κτῆσιν τῶν ἀγαθῶν;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα, ὦ Σώκρατες.</said>—δεῖ ἄρα, ἔφην, ὡς ἔοικεν, μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς· ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται.—<said who="#Κλεινίας" direct="false">ἀληθῆ λέγεις.</said>—ἆρʼ <milestone unit="section" resp="Stephanus" n="280e"/> οὖν, ὦ Κλεινία, ἤδη τοῦτο ἱκανὸν πρὸς τὸ εὐδαίμονα ποιῆσαί τινα, τό τε κεκτῆσθαι τἀγαθὰ καὶ τὸ χρῆσθαι αὐτοῖς;—<said who="#Κλεινίας" direct="false">ἔμοιγε δοκεῖ.</said>—πότερον, ἦν δʼ ἐγώ, ἐὰν ὀρθῶς χρῆταί τις ἢ καὶ ἐὰν μή;—<said who="#Κλεινίας" direct="false">ἐὰν ὀρθῶς.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="281"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καλῶς γε, ἦν δʼ ἐγώ, λέγεις. πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ· τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε <milestone n="281" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="281a"/> κακὸν οὔτε ἀγαθόν. ἢ οὐχ οὕτω φαμέν;—συνεχώρει.—τί οὖν; ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἔφη.—ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη.—συνέφη.—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη <milestone unit="section" resp="Stephanus" n="281b"/> ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι;—<said who="#Κλεινίας" direct="false">ἐπιστήμη,</said> ἦ δʼ ὅς.—οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει.—ὡμολόγει.—ἆρʼ οὖν ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας; ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων; ὧδε δὲ σκόπει· οὐκ ἐλάττω πράττων <milestone unit="section" resp="Stephanus" n="281c"/> ἐλάττω ἂν ἐξαμαρτάνοι, ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ,</said> ἔφη.—πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος;—<said who="#Κλεινίας" direct="false">πένης,</said> ἔφη.—πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός;—<said who="#Κλεινίας" direct="false">ἀσθενής.</said>—πότερον δὲ ἔντιμος ἢ ἄτιμος;—<said who="#Κλεινίας" direct="false">ἄτιμος.</said>—πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός;—<said who="#Κλεινίας" direct="false">δειλός.</said>—οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης;—συνεχώρει.—καὶ βραδὺς μᾶλλον ἢ <milestone unit="section" resp="Stephanus" n="281d"/> ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ;—πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις.—ἐν κεφαλαίῳ δʼ, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθʼ αὑτὰ πέφυκεν ἀγαθὰ <del>εἶναι</del>, ἀλλʼ ὡς ἔοικεν ὧδʼ ἔχει· ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι, ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθʼ <milestone unit="section" resp="Stephanus" n="281e"/> αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι.—<said who="#Κλεινίας" direct="false">φαίνεται,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις.</said>—τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων; ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν;—ὡμολόγει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="282"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="282" unit="page"/><milestone unit="section" resp="Stephanus" n="282a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>ἔτι τοίνυν, ἔφην, τὸ λοιπὸν ἐπισκεψώμεθα. ἐπειδὴ εὐδαίμονες μὲν εἶναι προθυμούμεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασιν καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη <add>ἦν</add> ἡ παρέχουσα, δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου ἅπαντα ἄνδρα τοῦτο παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται· ἢ οὔ;—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—καὶ παρὰ πατρός γε δήπου τοῦτο οἰόμενον δεῖν παραλαμβάνειν πολὺ μᾶλλον ἢ χρήματα, καὶ <milestone unit="section" resp="Stephanus" n="282b"/> παρʼ ἐπιτρόπων καὶ φίλων τῶν τε ἄλλων καὶ τῶν φασκόντων ἐραστῶν εἶναι, καὶ ξένων καὶ πολιτῶν, δεόμενον καὶ ἱκετεύοντα σοφίας μεταδιδόναι, οὐδὲν αἰσχρόν, ὦ Κλεινία, οὐδὲ νεμεσητὸν ἕνεκα τούτου ὑπηρετεῖν καὶ δουλεύειν καὶ ἐραστῇ καὶ παντὶ ἀνθρώπῳ, ὁτιοῦν ἐθέλοντα ὑπηρετεῖν τῶν καλῶν ὑπηρετημάτων, προθυμούμενον σοφὸν γενέσθαι· ἢ οὐ δοκεῖ σοι, ἔφην ἐγώ, οὕτως;—<said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν εὖ μοι δοκεῖς <milestone unit="section" resp="Stephanus" n="282c"/> λέγειν,</said> ἦ δʼ ὅς.—εἰ ἔστι γε, ὦ Κλεινία, ἦν δʼ ἐγώ, ἡ σοφία διδακτόν, ἀλλὰ μὴ ἀπὸ ταὐτομάτου παραγίγνεται τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἡμῖν ἔτι ἄσκεπτον καὶ οὔπω διωμολογημένον ἐμοί τε καὶ σοί.—<said who="#Κλεινίας" direct="false">ἀλλʼ ἔμοιγε,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὦ Σώκρατες, διδακτὸν εἶναι δοκεῖ.</said>—καὶ ἐγὼ ἡσθεὶς εἶπον· ἦ καλῶς λέγεις, ὦ ἄριστε ἀνδρῶν, καὶ εὖ ἐποίησας ἀπαλλάξας με σκέψεως πολλῆς περὶ τούτου αὐτοῦ, πότερον διδακτὸν ἢ οὐ διδακτὸν ἡ σοφία. νῦν οὖν ἐπειδή σοι καὶ διδακτὸν δοκεῖ καὶ μόνον τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖν τὸν <milestone unit="section" resp="Stephanus" n="282d"/> ἄνθρωπον, ἄλλο τι ἢ φαίης ἂν ἀναγκαῖον εἶναι φιλοσοφεῖν καὶ αὐτὸς ἐν νῷ ἔχεις αὐτὸ ποιεῖν;—<said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὦ Σώκρατες, ὡς οἷόν τε μάλιστα.</said>

<milestone unit="para" ed="P"/> κἀγὼ ταῦτα ἅσμενος ἀκούσας, τὸ μὲν ἐμόν, ἔφην, παράδειγμα, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οἵων ἐπιθυμῶ τῶν προτρεπτικῶν λόγων εἶναι, τοιοῦτον, ἰδιωτικὸν ἴσως καὶ μόλις διὰ μακρῶν λεγόμενον· σφῷν δὲ ὁπότερος βούλεται, ταὐτὸν τοῦτο τέχνῃ πράττων ἐπιδειξάτω ἡμῖν. εἰ δὲ μὴ <milestone unit="section" resp="Stephanus" n="282e"/> τοῦτο βούλεσθον, ὅθεν ἐγὼ ἀπέλιπον, τὸ ἑξῆς ἐπιδείξατον τῷ μειρακίῳ, πότερον πᾶσαν ἐπιστήμην δεῖ αὐτὸν κτᾶσθαι, ἢ ἔστι τις μία ἣν δεῖ λαβόντα εὐδαιμονεῖν τε καὶ ἀγαθὸν ἄνδρα εἶναι, καὶ τίς αὕτη. ὡς γὰρ ἔλεγον ἀρχόμενος, περὶ πολλοῦ ἡμῖν τυγχάνει ὂν τόνδε τὸν νεανίσκον σοφόν τε καὶ ἀγαθὸν γενέσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="283"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="283" unit="page"/><milestone unit="section" resp="Stephanus" n="283a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων· τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν. ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους. ὅπερ <milestone unit="section" resp="Stephanus" n="283b"/> οὖν καὶ συνέβη ἡμῖν· θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπʼ ἀρετήν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην· <milestone unit="section" resp="Stephanus" n="283c"/> ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν.

<milestone unit="para" ed="P"/> καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">σκόπει μήν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις.</said>—ἔσκεμμαι, ἦν δʼ ἐγώ· οὐ γὰρ μή ποτʼ ἔξαρνος γένωμαι.—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι;</said>—πάνυ μὲν οὖν.—<said who="#Διονυσόδωρος" direct="false">νῦν δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ;</said>—οὔκουν φησί γέ πω· ἔστιν δέ, ἦν δʼ ἐγώ, οὐκ ἀλαζών.—<said who="#Διονυσόδωρος" direct="false">ὑμεῖς δέ,</said> <milestone unit="section" resp="Stephanus" n="283d"/> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι;</said>—ὡμολογοῦμεν.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δʼ ἔστι νῦν, μηκέτι εἶναι.</said>—καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην· ὁ δέ μου θορυβουμένου ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι; καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι.</said> <milestone unit="section" resp="Stephanus" n="283e"/>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· <said who="#Κτήσιππος" direct="false">ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἦν εἰπεῖν, εἶπον ἄν· <q>σοὶ εἰς κεφαλήν,</q> ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="284"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">τί δέ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Κτήσιππε,</said> ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι ψεύδεσθαι;</said>—<said who="#Κτήσιππος" direct="false">νὴ Δία,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">εἰ μὴ μαίνομαί γε.</said>—<said who="#Εὐθύδημος" direct="false">πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ <milestone n="284" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="284a"/> λέγοντα;</said>—<said who="#Κτήσιππος" direct="false">λέγοντα,</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἴπερ λέγει αὐτό, οὐκ ἄλλο λέγει τῶν ὄντων ἢ ἐκεῖνο ὅπερ λέγει;</said>—<said who="#Κτήσιππος" direct="false">πῶς γὰρ ἄν;</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">ἓν μὴν κἀκεῖνό γʼ ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων.</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γε.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ὁ ἐκεῖνο λέγων τὸ ὄν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">λέγει;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">ἀλλὰ μὴν ὅ γε τὸ ὂν λέγων καὶ τὰ ὄντα τἀληθῆ λέγει· ὥστε ὁ Διονυσόδωρος, εἴπερ λέγει τὰ ὄντα, λέγει τἀληθῆ καὶ οὐδὲν κατὰ σοῦ ψεύδεται.</said> <milestone unit="section" resp="Stephanus" n="284b"/>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">ναί,</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">ἀλλʼ ὁ ταῦτα λέγων,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, οὐ τὰ ὄντα λέγει.</said>

				<milestone unit="para" ed="P"/> καὶ ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">τὰ δὲ μὴ ὄντα,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἄλλο τι ἢ οὐκ ἔστιν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἔστιν.</said>—<said who="#Εὐθύδημος" direct="false">ἄλλο τι οὖν οὐδαμοῦ τά γε μὴ ὄντα ὄντα ἐστίν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐδαμοῦ.</said>—<said who="#Εὐθύδημος" direct="false">ἔστιν οὖν ὅπως περὶ ταῦτα, τὰ μὴ ὄντα, πράξειεν ἄν τίς τι, ὥστʼ ἐκεῖνα ποιήσειεν ἂν καὶ ὁστισοῦν τὰ μηδαμοῦ ὄντα;</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἔμοιγε δοκεῖ,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί οὖν; οἱ ῥήτορες ὅταν λέγωσιν ἐν τῷ δήμῳ, οὐδὲν πράττουσι;</said>—<said who="#Κτήσιππος" direct="false">πράττουσι μὲν οὖν,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν <milestone unit="section" resp="Stephanus" n="284c"/> εἴπερ πράττουσι, καὶ ποιοῦσι;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">τὸ λέγειν ἄρα πράττειν τε καὶ ποιεῖν ἐστιν;</said>—ὡμολόγησεν.—<said who="#Εὐθύδημος" direct="false">οὐκ ἄρα τά γε μὴ ὄντʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">λέγει οὐδείς—ποιοῖ γὰρ ἂν ἤδη τί· σὺ δὲ ὡμολόγηκας τὸ μὴ ὂν μὴ οἷόν τʼ εἶναι μηδένα ποιεῖν— ὥστε κατὰ τὸν σὸν λόγον οὐδεὶς ψευδῆ λέγει, ἀλλʼ εἴπερ λέγει Διονυσόδωρος, τἀληθῆ τε καὶ τὰ ὄντα λέγει.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">νὴ Δία,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε· ἀλλὰ τὰ ὄντα μὲν τρόπον τινὰ λέγει, οὐ μέντοι ὥς γε ἔχει.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πῶς λέγεις,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὦ Κτήσιππε; εἰσὶν <milestone unit="section" resp="Stephanus" n="284d"/> γάρ τινες οἳ λέγουσι τὰ πράγματα ὡς ἔχει;</said>—<said who="#Κτήσιππος" direct="false">εἰσὶν μέντοι,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">οἱ καλοί τε κἀγαθοὶ καὶ οἱ τἀληθῆ λέγοντες.</said>—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">τἀγαθὰ οὐκ εὖ, ἔφη, ἔχει, τὰ δὲ κακὰ κακῶς;</said>—συνεχώρει.—<said who="#Διονυσόδωρος" direct="false">τοὺς δὲ καλούς τε καὶ ἀγαθοὺς ὁμολογεῖς λέγειν ὡς ἔχει τὰ πράγματα;</said>—<said who="#Κτήσιππος" direct="false">ὁμολογῶ.</said>—<said who="#Διονυσόδωρος" direct="false">κακῶς ἄρα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">λέγουσιν, ὦ Κτήσιππε, οἱ ἀγαθοὶ τὰ κακά, εἴπερ ὡς ἔχει λέγουσιν.</said>—<said who="#Κτήσιππος" direct="false">ναὶ μὰ Δία,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">σφόδρα γε, τοὺς γοῦν κακοὺς ἀνθρώπους· ὧν σύ, ἐάν μοι πείθῃ, εὐλαβήσῃ εἶναι, <milestone unit="section" resp="Stephanus" n="284e"/> ἵνα μή σε οἱ ἀγαθοὶ κακῶς λέγωσιν. ὡς εὖ ἴσθʼ ὅτι κακῶς λέγουσιν οἱ ἀγαθοὶ τοὺς κακούς.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ τοὺς μεγάλους,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">μεγάλως λέγουσι καὶ τοὺς θερμοὺς θερμῶς;</said>—<said who="#Κτήσιππος" direct="false">μάλιστα δήπου,</said> ἔφη ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">τοὺς γοῦν ψυχροὺς ψυχρῶς λέγουσί τε καὶ φασὶν διαλέγεσθαι.</said>—<said who="#Διονυσόδωρος" direct="false">σὺ μέν,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">λοιδορῇ, ὦ Κτήσιππε, λοιδορῇ.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="285"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Κτήσιππος" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι <milestone n="285" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="285a"/> ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι.</said>

<milestone unit="para" ed="P"/> ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι. εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστʼ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ <milestone unit="section" resp="Stephanus" n="285b"/> παρʼ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι· εἰ τοῦτο ἐπίστασθον—δῆλον δὲ ὅτι ἐπίστασθον· ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν—συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό· ἀπολεσάντων ἡμῖν τὸ μειράκιον καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους. εἰ δὲ ὑμεῖς <milestone unit="section" resp="Stephanus" n="285c"/> οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος· ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ. ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δʼ, ὅτι βούλεται, τοῦτο ποιείτω· μόνον χρηστὸν ἀποφηνάτω.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἐγὼ μέν,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς <milestone unit="section" resp="Stephanus" n="285d"/> ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλʼ εἰς ἀρετήν. καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ· ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλʼ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν. ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι· ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι.</said>

<milestone unit="para" ed="P"/> καὶ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὡς ὄντος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τοῦ ἀντιλέγειν, ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους;</said> <milestone unit="section" resp="Stephanus" n="285e"/>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάντως δήπου,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ σφόδρα γε· ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὔκουν σύ γʼ ἄν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">ἀληθῆ λέγεις;</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάνυ,</said> ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="286"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἰσὶν ἑκάστῳ τῶν ὄντων λόγοι;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γε.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὡς ἔστιν ἕκαστον ἢ ὡς οὐκ ἔστιν;</said> <milestone n="286" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="286a"/>  <said who="#Κτήσιππος" direct="false">ὡς ἔστιν.</said>—<said who="#Διονυσόδωρος" direct="false">εἰ γὰρ μέμνησαι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Κτήσιππε, καὶ ἄρτι ἐπεδείξαμεν μηδένα λέγοντα ὡς οὐκ ἔστι· τὸ γὰρ μὴ ὂν οὐδεὶς ἐφάνη λέγων.</said>—<said who="#Κτήσιππος" direct="false">τί οὖν δὴ τοῦτο;</said> ἦ δʼ ὃς ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">ἧττόν τι ἀντιλέγομεν ἐγώ τε καὶ σύ;</said>—<said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἀντιλέγοιμεν ἂν τοῦ αὐτοῦ πράγματος λόγον ἀμφότεροι λέγοντες, ἢ οὕτω μὲν ἂν δήπου ταὐτὰ λέγοιμεν;</said>—συνεχώρει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὅταν μηδέτερος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὸν τοῦ πράγματος <milestone unit="section" resp="Stephanus" n="286b"/> λόγον λέγῃ, τότε ἀντιλέγοιμεν ἄν; ἢ οὕτω γε τὸ παράπαν οὐδʼ ἂν μεμνημένος εἴη τοῦ πράγματος οὐδέτερος ἡμῶν;</said>—καὶ τοῦτο συνωμολόγει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν; ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν; ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς <add>ἂν</add> ἀντιλέγοι;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις; οὐ γάρ τοι <milestone unit="section" resp="Stephanus" n="286c"/> ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω—καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν —οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι. ἄλλο τι ψευδῆ λέγειν οὐκ ἔστιν; —τοῦτο γὰρ δύναται ὁ λόγος· ἦ γάρ; —ἀλλʼ ἢ λέγοντʼ ἀληθῆ λέγειν ἢ μὴ λέγειν;

<milestone unit="para" ed="P"/> συνεχώρει. <milestone unit="section" resp="Stephanus" n="286d"/>

<milestone unit="para" ed="P"/> πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδὲ δοξάζειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ψευδής, ἦν δʼ ἐγώ, δόξα ἔστι τὸ παράπαν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἀμαθία οὐδʼ ἀμαθεῖς ἄνθρωποι· ἢ οὐ τοῦτʼ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων; <milestone unit="section" resp="Stephanus" n="286e"/>

					<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ σύ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἔλεγξον.</said>

<milestone unit="para" ed="P"/> ἦ καὶ ἔστι τοῦτο κατὰ τὸν σὸν λόγον, ἐξελέγξαι, μηδενὸς ψευδομένου;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἔστιν,</said> ἔφη ὁ Εὐθύδημος.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἐκέλευεν, ἔφην ἐγώ, νυνδὴ Διονυσόδωρος ἐξελέγξαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">τὸ γὰρ μὴ ὂν πῶς ἄν τις κελεύσαι; σὺ δὲ κελεύεις;</said>

<milestone unit="para" ed="P"/> ὅτι, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, τὰ σοφὰ ταῦτα καὶ τὰ εὖ ἔχοντα οὐ πάνυ τι μανθάνω, ἀλλὰ παχέως πως ἐννοῶ. ἴσως μὲν οὖν φορτικώτερόν τι ἐρήσομαι, ἀλλὰ συγγίγνωσκε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone n="287" unit="page"/><milestone unit="section" resp="Stephanus" n="287a"/> ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν <milestone unit="section" resp="Stephanus" n="287b"/> παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ;</said>

<milestone unit="para" ed="P"/> καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ <q>οὐκ ἔχω ὅτι χρῶμαι</q> τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς <milestone unit="section" resp="Stephanus" n="287c"/> οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ <q>οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις</q>;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὃ σὺ λέγεις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false"><del>τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι·</del> ἐπεὶ ἀπόκριναι.</said>

<milestone unit="para" ed="P"/> πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἀποκρίνῃ;</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ δίκαιον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">δίκαιον μέντοι,</said> ἔφη.

<milestone unit="para" ed="P"/> κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα <milestone unit="section" resp="Stephanus" n="287d"/> ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">λαλεῖς,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι.</said>

<milestone unit="para" ed="P"/> πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα;</said>

<milestone unit="para" ed="P"/> τὰ ψυχὴν ἔχοντα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν τι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ῥῆμα ψυχὴν ἔχον;</said>

<milestone unit="para" ed="P"/> μὰ Δία οὐκ ἔγωγε. <milestone unit="section" resp="Stephanus" n="287e"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα;</said>

<milestone unit="para" ed="P"/> τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
					εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδʼ ἔχεις ὅτι χρῇ τῷ λόγῳ· εἰ δʼ ἐξήμαρτον, οὐδʼ οὕτως ὀρθῶς <milestone n="288" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="288a"/> λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Θαυμάσιά γε λέγετʼ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ὦ ἄνδρες <milestone unit="section" resp="Stephanus" n="288b"/> θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι· ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν.
</said>
<milestone unit="para" ed="P"/> καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον· ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλʼ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. <milestone unit="section" resp="Stephanus" n="288c"/> ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφʼ ᾧ αὐτὼ σπουδάζετον· οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ <milestone unit="section" resp="Stephanus" n="288d"/> τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον.

<milestone unit="para" ed="P"/> σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότʼ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ;—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἦ δʼ ὅς.—ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—τίνα ποτʼ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="288e"/> κτησαίμεθα; ἆρʼ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ</said>, ἔφη.—ἆρʼ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται;—<said who="#Κλεινίας" direct="false">ἴσως,</said> ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
			ἀλλὰ τὸ πρότερον, ἦν δʼ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδʼ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο· ὥστε οὐδʼ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα <milestone n="289" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="289a"/> ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν· ἢ οὐ μέμνησαι; ἔφην ἐγώ.—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ,</said> ἔφη, μέμνημαι.—οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ· οὐχ οὕτως;—συνέφη.—οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη <milestone unit="section" resp="Stephanus" n="289b"/> ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι.—συνεδόκει ἡμῖν πάντα ταῦτα.—τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δʼ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ.—<said who="#Κλεινίας" direct="false">φαίνεται,</said> ἔφη.—πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν <milestone unit="section" resp="Stephanus" n="289c"/> εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως;—συνέφη.—οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη.—συνεδόκει.—ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι;—<said who="#Κλεινίας" direct="false">οὐκ οἶμαι,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ἐγώ,</said> ὁ Κλεινίας ὑπολαβών. <milestone unit="section" resp="Stephanus" n="289d"/>

<milestone unit="para" ed="P"/> τίνι τεκμηρίῳ, ἦν δʼ ἐγώ, χρῇ;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">ὁρῶ,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι.</said>

<milestone unit="para" ed="P"/> ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι <milestone unit="section" resp="Stephanus" n="289e"/> τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="290" unit="page"/><milestone unit="section" resp="Stephanus" n="290a"/><label>ΣΩ.</label> ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὡς σὺ λέγεις.</said>

<milestone unit="para" ed="P"/> ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">ἐγὼ μὲν οὐκ εὐπορῶ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">τίνα;</said> ἔφη ὁ Κλεινίας. <milestone unit="section" resp="Stephanus" n="290b"/>

<milestone unit="para" ed="P"/> ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>

<milestone unit="para" ed="P"/> πῶς; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.</said>

<milestone unit="para" ed="P"/> τί δὴ οὖν; ἔφην ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐδεμία,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ <milestone unit="section" resp="Stephanus" n="290c"/> δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία· τοῦτο οὕτως ἔχει;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">οὕτω τὸν αὐτὸν <milestone unit="section" resp="Stephanus" n="290d"/> τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κλεινίας" direct="false">δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ζητητέον ἀντὶ τῆς στρατηγικῆς.</said></said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="290e"/><label>ΚΡ.</label> τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἴει, ὦ Κρίτων;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> μὰ Δίʼ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>