<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:221</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:221</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="221"><p><said who="#Σωκράτης" rend="merge">
						πότερον, ἦν δʼ ἐγώ, πρὸς Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ 
	
						<milestone n="221" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="221a"/> διψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων; ἢ πείνη μὲν ἔσται, ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά γε; καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλʼ οὐ κακαί, ἅτε τοῦ κακοῦ ἀπολωλότος; ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτʼ ἔσται τότε ἢ μὴ ἔσται; τίς γὰρ οἶδεν; ἀλλʼ οὖν τόδε γʼ ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι, ἔστιν δὲ καὶ ὠφελεῖσθαι. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ διψῶντα καὶ <milestone unit="section" resp="Stephanus" n="221b"/> τῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ μηδέτερα;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε.</said>—οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά, ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συναπόλλυσθαι;—<said who="#Μενέξενος" direct="false">οὐδέν.</said>—ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπιθυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν;—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>—ἔσται ἄρα <milestone unit="section" resp="Stephanus" n="221c"/> καὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλʼ ἄττα.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν τοῦ φίλον τι εἶναι, οὐκ ἂν ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ. αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτʼ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.—<said who="#Μενέξενος" direct="false">ὀρθῶς λέγεις.</said>—οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—<milestone unit="section" resp="Stephanus" n="221d"/> νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—ἆρʼ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον;—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου <milestone unit="section" resp="Stephanus" n="221e"/> ἐπιθυμεῖ. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—τὸ δʼ ἐνδεὲς ἄρα φίλον ἐκείνου οὗ ἂν ἐνδεὲς ᾖ;—<said who="#Μενέξενος" direct="false">δοκεῖ μοι.</said>—ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι ἀφαιρῆται.—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.—συνεφάτην.—ὑμεῖς ἄρα εἰ φίλοι ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθʼ ὑμῖν αὐτοῖς.—<said who="#Μενέξενος #Λύσις" direct="false">κομιδῇ,</said> ἐφάτην.—</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>