<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:203-222</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:203-222</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Σωκράτης"><milestone n="203" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="203a"/>ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ Λυκείου τὴν ἔξω τείχους ὑπʼ αὐτὸ τὸ τεῖχος· ἐπειδὴ δʼ ἐγενόμην κατὰ τὴν πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι. καί με προσιόντα ὁ Ἱπποθάλης ἰδών, <said who="#Ἱπποθάλης" direct="false">ὦ Σώκρατες,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ποῖ δὴ πορεύῃ καὶ <milestone unit="section" resp="Stephanus" n="203b"/> πόθεν;</said>

<milestone unit="para" ed="P"/>ἐξ Ἀκαδημείας, ἦν δʼ ἐγώ, πορεύομαι εὐθὺ Λυκείου.

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δεῦρο δή,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">εὐθὺ ἡμῶν. οὐ παραβάλλεις; ἄξιον μέντοι.</said>

<milestone unit="para" ed="P"/>ποῖ, ἔφην ἐγώ, λέγεις, καὶ παρὰ τίνας τοὺς ὑμᾶς;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δεῦρο,</said> ἔφη, δείξας μοι ἐν τῷ καταντικρὺ τοῦ τείχους περίβολόν τέ τινα καὶ θύραν ἀνεῳγμένην. <said who="#Ἱπποθάλης" direct="false">διατρίβομεν δέ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="204"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="204" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="204a"/><milestone unit="para" ed="P"/>ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">παλαίστρα,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">vνεωστὶ ᾠκοδομημένη· ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.</said>

<milestone unit="para" ed="P"/>καλῶς γε, ἦν δʼ ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">σὸς ἑταῖρός γε,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">καὶ ἐπαινέτης, Μίκκος.</said>

<milestone unit="para" ed="P"/>μὰ Δία, ἦν δʼ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλʼ ἱκανὸς σοφιστής.

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">βούλει οὖν ἕπεσθαι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι <del>αὐτοῦ</del>;</said> <milestone unit="section" resp="Stephanus" n="204b"/> 

<milestone unit="para" ed="P"/>πρῶτον ἡδέως ἀκούσαιμʼ ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ καλός.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἄλλος,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/>σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες; τοῦτό μοι εἰπέ.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν. καὶ ἐγὼ εἶπον· ὦ παῖ Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του εἴτε μή· οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ πορευόμενος τοῦ ἔρωτος. εἰμὶ δʼ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος <milestone unit="section" resp="Stephanus" n="204c"/> καὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ τʼ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Ἀστεῖόν γε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες, καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δʼ οὗτος καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντος. ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ <milestone unit="section" resp="Stephanus" n="204d"/> ὦτα καὶ ἐμπέπληκε Λύσιδος· ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα ἀκούειν. καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ πάνυ τι δεινά ἐστιν, ἀλλʼ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπιχειρήσῃ καταντλεῖν καὶ συγγράμματα. καὶ ὅ ἐστιν τούτων δεινότερον, ὅτι καὶ ᾁδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι. νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ ἐρυθριᾷ.</said> <milestone unit="section" resp="Stephanus" n="204e"/> 

<milestone unit="para" ed="P"/>ἔστιν δέ, ἦν δʼ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαίρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐ γὰρ πάνυ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλʼ ἔτι πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώσκεσθαι αὐτοῦ. ἐπεὶ εὖ οἶδʼ ὅτι πολλοῦ δεῖς τὸ εἶδος ἀγνοεῖν τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι.</said>

<milestone unit="para" ed="P"/>λεγέσθω, ἦν δʼ ἐγώ, οὗτινος ἔστιν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">Δημοκράτους,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="205"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες· καί μοι ἴθι ἐπίδειξαι ἃ 
<milestone n="205" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="205a"/> καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τούτων δέ τι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;</said>

<milestone unit="para" ed="P"/>πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐκ ἔγωγε,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐχ ὑγιαίνει,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ληρεῖ τε καὶ μαίνεται.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι <milestone unit="section" resp="Stephanus" n="205b"/> ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ὅδε δήπου σοι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἐρεῖ· ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">πάνυ γε. καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες. τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον <milestone unit="section" resp="Stephanus" n="205c"/> μὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον; ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα. τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν <milestone unit="section" resp="Stephanus" n="205d"/> ὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες· ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐκ εἰς ἐμαυτόν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω.</said>

<milestone unit="para" ed="P"/>οὐκ οἴει γε, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τὸ δὲ πῶς ἔχει;</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="205e"/> 

<milestone unit="para" ed="P"/>πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="206"><p><said who="#Σωκράτης" rend="merge">ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες· ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος 
		    	
		    	<milestone n="206" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="206a"/> καταγέλαστος εἶναι.
				

ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται. καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας· ἢ οὐκ οἴει;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἔγωγε,</said> ἔφη.

<milestone unit="para" ed="P"/>οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται;

		<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">εἰκός γε.</said>

<milestone unit="para" ed="P"/>ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ; <milestone unit="section" resp="Stephanus" n="206b"/> 

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δῆλον ὅτι φαῦλος.</said>

<milestone unit="para" ed="P"/>καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία· ἦ γάρ;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δοκεῖ μοι.</said>

<milestone unit="para" ed="P"/>σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν· καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐ μὰ τὸν Δία,</said> ἔφη· <said who="#Ἱπποθάλης" direct="false">πολλὴ γὰρ ἂν ἀλογία εἴη. ἀλλὰ διὰ <milestone unit="section" resp="Stephanus" n="206c"/> ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο.</said>

<milestone unit="para" ed="P"/>οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν· ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐδέν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">χαλεπόν. ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως <milestone unit="section" resp="Stephanus" n="206d"/> ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι. εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον· Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει. καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός.</said>

<milestone unit="para" ed="P"/>ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν. καὶ ἅμα λαβὼν τὸν <milestone unit="section" resp="Stephanus" n="206e"/> Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν.

<milestone unit="para" ed="P"/>εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας. οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="207"><p><said who="#Σωκράτης" rend="merge">
				ὧν δὴ καὶ ὁ Λύσις ἦν, καὶ εἱστήκει ἐν 
		    	
		    	<milestone n="207" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="207a"/> τοῖς παισί τε καὶ νεανίσκοις ἐστεφανωμένος καὶ τὴν ὄψιν διαφέρων, οὐ τὸ καλὸς εἶναι μόνον ἄξιος ἀκοῦσαι, ἀλλʼ ὅτι καλός τε κἀγαθός. καὶ ἡμεῖς εἰς τὸ καταντικρὺ ἀποχωρήσαντες ἐκαθεζόμεθα—ἦν γὰρ αὐτόθι ἡσυχία—καί τι ἀλλήλοις διελεγόμεθα. περιστρεφόμενος οὖν ὁ Λύσις θαμὰ ἐπεσκοπεῖτο ἡμᾶς, καὶ δῆλος ἦν ἐπιθυμῶν προσελθεῖν. τέως μὲν οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος <milestone unit="section" resp="Stephanus" n="207b"/> ἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος· ἰδὼν οὖν αὐτὸν ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου. προσῆλθον δὴ καὶ οἱ ἄλλοι, καὶ δὴ καὶ ὁ Ἱπποθάλης, ἐπειδὴ πλείους ἑώρα ἐφισταμένους, τούτους ἐπηλυγισάμενος προσέστη ᾗ μὴ ᾤετο κατόψεσθαι τὸν λύσιν, δεδιὼς μὴ αὐτῷ ἀπεχθάνοιτο· καὶ οὕτω προσεστὼς ἠκροᾶτο.

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ πρὸς τὸν Μενέξενον ἀποβλέψας, ὦ παῖ Δημοφῶντος, <milestone unit="section" resp="Stephanus" n="207c"/> ἦν δʼ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">ἀμφισβητοῦμεν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτʼ ἄν, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">πάνυ γε,</said> ἔφη.

<milestone unit="para" ed="P"/>καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.

<milestone unit="para" ed="P"/>ἐγελασάτην οὖν ἄμφω.

<milestone unit="para" ed="P"/>οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ ἐρήσομαι· φίλω γάρ ἐστον. ἦ γάρ;

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος #Λύσις" direct="false">πάνυ γʼ,</said> ἐφάτην.

<milestone unit="para" ed="P"/>οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.

<milestone unit="para" ed="P"/>συνεφάτην. <milestone unit="section" resp="Stephanus" n="207d"/> 

	<milestone unit="para" ed="P"/>ἐπεχείρουν δὴ μετὰ τοῦτο ἐρωτᾶν ὁπότερος δικαιότερος καὶ σοφώτερος αὐτῶν εἴη. μεταξὺ οὖν τις προσελθὼν ἀνέστησε τὸν Μενέξενον, φάσκων καλεῖν τὸν παιδοτρίβην· ἐδόκει γάρ μοι ἱεροποιῶν τυγχάνειν. ἐκεῖνος μὲν οὖν ᾤχετο· ἐγὼ δὲ τὸν λύσιν ἠρόμην, ἦ που, ἦν δʼ ἐγώ, ὦ Λύσι, σφόδρα φιλεῖ σε ὁ πατὴρ καὶ ἡ μήτηρ;—<said who="#Λύσις" direct="false">πάνυ γε,</said> ἦ δʼ ὅς.—οὐκοῦν βούλοιντο ἄν σε ὡς εὐδαιμονέστατον εἶναι;— <milestone unit="section" resp="Stephanus" n="207e"/> <said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—δοκεῖ δέ σοι εὐδαίμων εἶναι ἄνθρωπος δουλεύων τε καὶ ᾧ μηδὲν ἐξείη ποιεῖν ὧν ἐπιθυμοῖ;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐκ ἔμοιγε,</said> ἔφη.—οὐκοῦν εἴ σε φιλεῖ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εὐδαίμονά σε ἐπιθυμοῦσι γενέσθαι, τοῦτο παντὶ τρόπῳ δῆλον ὅτι προθυμοῦνται ὅπως ἂν εὐδαιμονοίης.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὐχί;</said> ἔφη.—ἐῶσιν ἄρα σε ἃ βούλει ποιεῖν, καὶ οὐδὲν ἐπιπλήττουσιν οὐδὲ διακωλύουσι ποιεῖν ὧν ἂν ἐπιθυμῇς;—<said who="#Λύσις" direct="false">ναὶ μὰ Δία ἐμέ γε, ὦ Σώκρατες, καὶ μάλα γε πολλὰ κωλύουσιν.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="208"><p><said who="#Σωκράτης" rend="merge">πῶς λέγεις; ἦν δʼ ἐγώ. βουλόμενοί σε μακάριον 
	
	<milestone n="208" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="208a"/> εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐ μέντοι ἄν,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐῷεν.</said>—ἀλλὰ τίνα μήν;—<said who="#Λύσις" direct="false">ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων.</said>—πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι <milestone unit="section" resp="Stephanus" n="208b"/> αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν;</said> ἔφη.—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.—<said who="#Λύσις" direct="false">πόθεν,</said> ἦ δʼ ὅς, <said who="#Λύσις" direct="false">ἐῷεν;</said>—τί δέ; ἦν δʼ ἐγώ· οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;—<said who="#Λύσις" direct="false">καὶ μάλα,</said> ἔφη, <said who="#Λύσις" direct="false">τῷ ὀρεοκόμῳ.</said>—δούλῳ ὄντι ἢ ἐλευθέρῳ;—<said who="#Λύσις" direct="false">δούλῳ,</said> ἔφη.—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ <milestone unit="section" resp="Stephanus" n="208c"/> διακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;—<said who="#Λύσις" direct="false">πῶς γάρ,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐπιτρέπουσιν;</said>—ἀλλʼ ἄρχει τίς σου;—<said who="#Λύσις" direct="false">ὅδε, παιδαγωγός,</said> ἔφη.—μῶν δοῦλος ὤν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν; ἡμέτερός γε,</said> ἔφη.—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;—<said who="#Λύσις" direct="false">ἄγων δήπου,</said> ἔφη, <said who="#Λύσις" direct="false">εἰς διδασκάλου.</said>—μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ <milestone unit="section" resp="Stephanus" n="208d"/> διδάσκαλοι;—<said who="#Λύσις" direct="false">πάντως δήπου.</said>—παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.—καὶ ὃς γελάσας, <said who="#Λύσις" direct="false">μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ <milestone unit="section" resp="Stephanus" n="208e"/> Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην.</said>—Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="209"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>ἀλλʼ ἀντὶ τίνος μὴν οὕτω σε δεινῶς διακωλύουσιν εὐδαίμονα εἶναι καὶ ποιεῖν ὅτι ἂν βούλῃ, καὶ διʼ ἡμέρας ὅλης τρέφουσί σε ἀεί τῳ δουλεύοντα καὶ ἑνὶ λόγῳ ὀλίγου ὧν ἐπιθυμεῖς οὐδὲν ποιοῦντα; ὥστε σοι, ὡς ἔοικεν, οὔτε τῶν χρημάτων τοσούτων ὄντων οὐδὲν ὄφελος, ἀλλὰ πάντες 
		
	<milestone n="209" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="209a"/> αὐτῶν μᾶλλον ἄρχουσιν ἢ σύ, οὔτε τοῦ σώματος οὕτω γενναίου ὄντος, ἀλλὰ καὶ τοῦτο ἄλλος ποιμαίνει καὶ θεραπεύει· σὺ δὲ ἄρχεις οὐδενός, ὦ Λύσι, οὐδὲ ποιεῖς οὐδὲν ὧν ἐπιθυμεῖς.—<said who="#Λύσις" direct="false">οὐ γάρ πω, ἔφη, ἡλικίαν ἔχω, ὦ Σώκρατες.</said>—μὴ οὐ τοῦτό σε, ὦ παῖ Δημοκράτους, κωλύῃ, ἐπεὶ τό γε τοσόνδε, ὡς ἐγᾦμαι, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ σοι ἐπιτρέπουσιν καὶ οὐκ ἀναμένουσιν ἕως ἂν ἡλικίαν ἔχῃς. ὅταν γὰρ βούλωνται αὑτοῖς τινα ἀναγνωσθῆναι ἢ γραφῆναι, σέ, ὡς ἐγᾦμαι, <milestone unit="section" resp="Stephanus" n="209b"/> πρῶτον τῶν ἐν τῇ οἰκίᾳ ἐπὶ τοῦτο τάττουσιν. ἦ γάρ;—<said who="#Λύσις" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν ἔξεστί σοι ἐνταῦθʼ ὅτι ἂν βούλῃ πρῶτον τῶν γραμμάτων γράφειν καὶ ὅτι ἂν δεύτερον· καὶ ἀναγιγνώσκειν ὡσαύτως ἔξεστιν. καὶ ἐπειδάν, ὡς ἐγᾦμαι, τὴν λύραν λάβῃς, οὐ διακωλύουσί σε οὔτε ὁ πατὴρ οὔτε ἡ μήτηρ ἐπιτεῖναί τε καὶ ἀνεῖναι ἣν ἂν βούλῃ τῶν χορδῶν, καὶ ψῆλαι καὶ κρούειν τῷ πλήκτρῳ. ἢ διακωλύουσιν;—<said who="#Λύσις" direct="false">οὐ δῆτα.</said>—τί ποτʼ ἂν οὖν εἴη, ὦ Λύσι, τὸ αἴτιον ὅτι ἐνταῦθα <milestone unit="section" resp="Stephanus" n="209c"/> μὲν οὐ διακωλύουσιν, ἐν οἷς δὲ ἄρτι ἐλέγομεν κωλύουσι;—<said who="#Λύσις" direct="false">ὅτι οἶμαι,</said> ἔφη, <said who="#Λύσις" direct="false">ταῦτα μὲν ἐπίσταμαι, ἐκεῖνα δʼ οὔ.</said>—εἶεν, ἦν δʼ ἐγώ, ὦ ἄριστε· οὐκ ἄρα τὴν ἡλικίαν σου περιμένει ὁ πατὴρ ἐπιτρέπειν πάντα, ἀλλʼ ᾗ ἂν ἡμέρᾳ ἡγήσηταί σε βέλτιον αὑτοῦ φρονεῖν, ταύτῃ ἐπιτρέψει σοι καὶ αὑτὸν καὶ τὰ αὑτοῦ.—<said who="#Λύσις" direct="false">οἶμαι ἔγωγε,</said> ἔφη.—εἶεν, ἦν δʼ ἐγώ· τί δέ; τῷ γείτονι ἆρʼ οὐχ ὁ αὐτὸς ὅρος ὅσπερ τῷ πατρὶ περὶ σοῦ; <milestone unit="section" resp="Stephanus" n="209d"/> πότερον οἴει αὐτὸν ἐπιτρέψειν σοι τὴν αὑτοῦ οἰκίαν οἰκονομεῖν, ὅταν σε ἡγήσηται βέλτιον περὶ οἰκονομίας ἑαυτοῦ φρονεῖν, ἢ αὐτὸν ἐπιστατήσειν;—<said who="#Λύσις" direct="false">ἐμοὶ ἐπιτρέψειν οἶμαι.</said>—τί δʼ; Ἀθηναίους οἴει σοι οὐκ ἐπιτρέψειν τὰ αὑτῶν, ὅταν αἰσθάνωνται ὅτι ἱκανῶς φρονεῖς;—<said who="#Λύσις" direct="false">ἔγωγε.</said>—πρὸς Διός, ἦν δʼ ἐγώ, τί ἄρα ὁ μέγας βασιλεύς; πότερον τῷ πρεσβυτάτῳ ὑεῖ, οὗ ἡ τῆς Ἀσίας ἀρχὴ γίγνεται, μᾶλλον ἂν ἐπιτρέψειεν ἑψομένων κρεῶν <del>ἐμβάλλειν</del> ὅτι ἂν βούληται ἐμβαλεῖν <milestone unit="section" resp="Stephanus" n="209e"/> εἰς τὸν ζωμόν, ἢ ἡμῖν, εἰ ἀφικόμενοι παρʼ ἐκεῖνον ἐνδειξαίμεθα αὐτῷ ὅτι ἡμεῖς κάλλιον φρονοῦμεν ἢ ὁ ὑὸς αὐτοῦ περὶ ὄψου σκευασίας;—<said who="#Λύσις" direct="false">ἡμῖν δῆλον ὅτι,</said> ἔφη.—καὶ τὸν μέν γε οὐδʼ ἂν σμικρὸν ἐάσειεν ἐμβαλεῖν· ἡμᾶς δέ, κἂν εἰ βουλοίμεθα δραξάμενοι τῶν ἁλῶν, ἐῴη ἂν ἐμβαλεῖν.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="210"><p><said who="#Σωκράτης" rend="merge">
τί δʼ εἰ τοὺς ὀφθαλμοὺς ὁ ὑὸς αὐτοῦ ἀσθενοῖ, ἆρα ἐῴη ἂν αὐτὸν ἅπτεσθαι τῶν ἑαυτοῦ 
			
	<milestone n="210" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="210a"/> ὀφθαλμῶν, μὴ ἰατρὸν ἡγούμενος, ἢ κωλύοι ἄν;&gt;—<said who="#Λύσις" direct="false">κωλύοι ἄν.</said>—ἡμᾶς δέ γε εἰ ὑπολαμβάνοι ἰατρικοὺς εἶναι, κἂν εἰ βουλοίμεθα διανοίγοντες τοὺς ὀφθαλμοὺς ἐμπάσαι τῆς τέφρας, οἶμαι οὐκ ἂν κωλύσειεν, ἡγούμενος ὀρθῶς φρονεῖν.—<said who="#Λύσις" direct="false">ἀληθῆ λέγεις.</said>—ἆρʼ οὖν καὶ τἆλλα πάντα ἡμῖν ἐπιτρέποι ἂν μᾶλλον ἢ ἑαυτῷ καὶ τῷ ὑεῖ, περὶ ὅσων ἂν δόξωμεν αὐτῷ σοφώτεροι ἐκείνων εἶναι;—<said who="#Λύσις" direct="false">ἀνάγκη,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ Σώκρατες.</said>

	<milestone unit="para" ed="P"/>οὕτως ἄρα ἔχει, ἦν δʼ ἐγώ, ὦ φίλε Λύσι· εἰς μὲν ταῦτα, <milestone unit="section" resp="Stephanus" n="210b"/> ἃ ἂν φρόνιμοι γενώμεθα, ἅπαντες ἡμῖν ἐπιτρέψουσιν, Ἕλληνές τε καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, ποιήσομέν τε ἐν τούτοις ὅτι ἂν βουλώμεθα, καὶ οὐδεὶς ἡμᾶς ἑκὼν εἶναι ἐμποδιεῖ, ἀλλʼ αὐτοί τε ἐλεύθεροι ἐσόμεθα ἐν αὐτοῖς καὶ ἄλλων ἄρχοντες, ἡμέτερά τε ταῦτα ἔσται—ὀνησόμεθα γὰρ ἀπʼ αὐτῶν—εἰς ἃ δʼ ἂν νοῦν μὴ κτησώμεθα, οὔτε τις ἡμῖν ἐπιτρέψει περὶ αὐτὰ ποιεῖν τὰ ἡμῖν δοκοῦντα, ἀλλʼ ἐμποδιοῦσι <milestone unit="section" resp="Stephanus" n="210c"/> πάντες καθʼ ὅτι ἂν δύνωνται, οὐ μόνον οἱ ἀλλότριοι, ἀλλὰ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εἴ τι τούτων οἰκειότερόν ἐστιν, αὐτοί τε ἐν αὐτοῖς ἐσόμεθα ἄλλων ὑπήκοοι, καὶ ἡμῖν ἔσται ἀλλότρια· οὐδὲν γὰρ ἀπʼ αὐτῶν ὀνησόμεθα. συγχωρεῖς οὕτως ἔχειν;—<said who="#Λύσις" direct="false">συγχωρῶ.</said>—ἆρʼ οὖν τῳ φίλοι ἐσόμεθα καί τις ἡμᾶς φιλήσει ἐν τούτοις, ἐν οἷς ἂν ὦμεν ἀνωφελεῖς;—<said who="#Λύσις" direct="false">οὐ δῆτα,</said> ἔφη.—νῦν ἄρα οὐδὲ σὲ ὁ πατὴρ οὐδὲ ἄλλος ἄλλον οὐδένα φιλεῖ, καθʼ ὅσον ἂν ᾖ ἄχρηστος.—<said who="#Λύσις" direct="false">οὐκ ἔοικεν,</said> <milestone unit="section" resp="Stephanus" n="210d"/> ἔφη.—ἐὰν μὲν ἄρα σοφὸς γένῃ, ὦ παῖ, πάντες σοι φίλοι καὶ πάντες σοι οἰκεῖοι ἔσονται—χρήσιμος γὰρ καὶ ἀγαθὸς ἔσῃ—εἰ δὲ μή, σοὶ οὔτε ἄλλος οὐδεὶς οὔτε ὁ πατὴρ φίλος ἔσται οὔτε ἡ μήτηρ οὔτε οἱ οἰκεῖοι. οἷόν τε οὖν ἐπὶ τούτοις, ὦ Λύσι, μέγα φρονεῖν, ἐν οἷς τις μήπω φρονεῖ;—<said who="#Λύσις" direct="false">καὶ πῶς ἄν;</said> ἔφη.—εἰ δʼ ἄρα σὺ διδασκάλου δέῃ, οὔπω φρονεῖς.—<said who="#Λύσις" direct="false">ἀληθῆ.</said>—οὐδʼ ἄρα μεγαλόφρων εἶ, εἴπερ ἄφρων ἔτι.—<said who="#Λύσις" direct="false">μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ Σώκρατες, οὔ μοι δοκεῖ.</said> <milestone unit="section" resp="Stephanus" n="210e"/> 

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ ἀκούσας αὐτοῦ ἀπέβλεψα πρὸς τὸν Ἱπποθάλη, καὶ ὀλίγου ἐξήμαρτον· ἐπῆλθε γάρ μοι εἰπεῖν ὅτι οὕτω χρή, ὦ Ἱππόθαλες, τοῖς παιδικοῖς διαλέγεσθαι, ταπεινοῦντα καὶ συστέλλοντα, ἀλλὰ μὴ ὥσπερ σὺ χαυνοῦντα καὶ διαθρύπτοντα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="211"><p><said who="#Σωκράτης" rend="merge">
κατιδὼν οὖν αὐτὸν ἀγωνιῶντα καὶ τεθορυβημένον ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λανθάνειν τὸν λύσιν ἐβούλετο· ἀνέλαβον οὖν ἐμαυτὸν καὶ 
	
<milestone n="211" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="211a"/> ἐπέσχον τοῦ λόγου. καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν, καὶ ἐκαθέζετο παρὰ τὸν λύσιν, ὅθεν καὶ ἐξανέστη. ὁ οὖν Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου, σμικρὸν πρός με λέγων ἔφη· <said who="#Λύσις" direct="false">ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ λέγεις, εἰπὲ καὶ Μενεξένῳ.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι· πάντως γὰρ προσεῖχες τὸν νοῦν.

<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>πειρῶ τοίνυν, ἦν δʼ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι <milestone unit="section" resp="Stephanus" n="211b"/> μάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς· ἐὰν δέ τι αὐτῶν ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ἀλλὰ ποιήσω,</said> ἔφη, <said who="#Λύσις" direct="false">ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα, εὖ ἴσθι. ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω, ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι.</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δʼ ἐγώ, ἐπειδή γε καὶ σὺ κελεύεις. ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν ἐπιχειρῇ ὁ Μενέξενος· ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ναὶ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">σφόδρα γε· διὰ ταῦτά τοι καὶ βούλομαί <milestone unit="section" resp="Stephanus" n="211c"/> σε αὐτῷ διαλέγεσθαι.</said>

<milestone unit="para" ed="P"/>ἵνα, ἦν δʼ ἐγώ, καταγέλαστος γένωμαι;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">οὐ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἀλλʼ ἵνα αὐτὸν κολάσῃς.</said>

<milestone unit="para" ed="P"/>πόθεν; ἦν δʼ ἐγώ. οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής. πάρεστι δέ τοι αὐτός—οὐχ ὁρᾷς; — Κτήσιππος.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">μηδενός σοι,</said> ἔφη, <said who="#Λύσις" direct="false">μελέτω, ὦ Σώκρατες, ἀλλʼ ἴθι διαλέγου αὐτῷ.</said>

<milestone unit="para" ed="P"/>διαλεκτέον, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/>ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς, <said who="#Κτήσιππος" direct="false">τί ὑμεῖς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ <milestone unit="section" resp="Stephanus" n="211d"/> μεταδίδοτον τῶν λόγων;</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ μήν, ἦν δʼ ἐγώ, μεταδοτέον. ὅδε γάρ τι ὧν λέγω οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ κελεύει τοῦτον ἐρωτᾶν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">τί οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">οὐκ ἐρωτᾷς;</said>

<milestone unit="para" ed="P"/>ἀλλʼ ἐρήσομαι, ἦν δʼ ἐγώ. καί μοι εἰπέ, ὦ Μενέξενε, ὃ ἄν σε ἔρωμαι. τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτήματός του, ὥσπερ ἄλλος ἄλλου. ὁ μὲν γάρ τις ἵππους <milestone unit="section" resp="Stephanus" n="211e"/> ἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς· ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ κύνα—οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον <add>δὲ</add> ἢ αὐτὸν Δαρεῖον—οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="212"><p><said who="#Σωκράτης" rend="merge">
				ὑμᾶς 
	<milestone n="212" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="212a"/> οὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδʼ ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον.

						<milestone unit="para" ed="P"/>καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου <milestone unit="section" resp="Stephanus" n="212b"/> φίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος· ἢ οὐδὲν διαφέρει;—<said who="#Μενέξενος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ διαφέρειν.</said>—πῶς λέγεις; ἦν δʼ ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">δοκεῖ.</said>—τί δέ; οὐκ ἔστιν φιλοῦντα μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔστιν.</said>—τί δέ; ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα; οἷόν που ἐνίοτε δοκοῦσι καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά· φιλοῦντες γὰρ <milestone unit="section" resp="Stephanus" n="212c"/> ὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ δὲ καὶ μισεῖσθαι. ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἀληθές.</said>—οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δʼ ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—πότερος οὖν αὐτῶν ποτέρου φίλος ἐστίν; ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος; ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν;—<said who="#Μενέξενος" direct="false">ἔοικε γοῦν <milestone unit="section" resp="Stephanus" n="212d"/> οὕτως ἔχειν.</said>—ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον ἔδοξεν. τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ οὐκ ἀντιφιλοῦν.—<said who="#Μενέξενος" direct="false">οὐκ ἔοικεν.</said>—οὐδʼ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδʼ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ. ἢ φιλοῦσι μὲν ταῦτα <milestone unit="section" resp="Stephanus" n="212e"/> ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθʼ ὁ ποιητής, ὃς ἔφη—<quote type="verse"><l met="elegiac">ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι</l><l>καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;</l></quote><bibl>Solon 21.2</bibl>—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ,</said> ἦ δʼ ὅς.—ἀλλʼ ἀληθῆ δοκεῖ λέγειν σοι;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="213"><p><said who="#Σωκράτης" rend="merge">
τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς ἔοικεν, ὦ Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ· οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ 
	
	<milestone n="213" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="213a"/> δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ἢ ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα.—<said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">οὕτως ἔχειν.</said>—οὐκ ἄρα ὁ φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου, ἀλλʼ ὁ φιλούμενος.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—καὶ ὁ μισούμενος ἐχθρὸς ἄρα, ἀλλʼ οὐχ ὁ μισῶν.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς <milestone unit="section" resp="Stephanus" n="213b"/> μὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλούμενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν. καίτοι πολλὴ ἀλογία, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι.—<said who="#Μενέξενος" direct="false">ἀληθῆ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔοικας λέγειν, ὦ Σώκρατες.</said>—οὐκοῦν εἰ τοῦτʼ ἀδύνατον, τὸ φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—τὸ μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου.—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—οὐκοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν, <milestone unit="section" resp="Stephanus" n="213c"/> ἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου, πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν ἢ μὴ φιλοῦν τις φιλῇ ἢ καὶ μισοῦν φιλῇ· πολλάκις δʼ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ ἢ καὶ φίλου, ὅταν ἢ <add>μὴ</add> μισοῦν τις μισῇ ἢ καὶ φιλοῦν μισῇ.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—τί οὖν δὴ χρησώμεθα, ἦν δʼ ἐγώ, εἰ μήτε οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντές τε καὶ φιλούμενοι; ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους;—<said who="#Μενέξενος" direct="false">οὐ μὰ τὸν Δία,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ὦ Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε.</said> <milestone unit="section" resp="Stephanus" n="213d"/>—ἆρα μή, ἦν δʼ ἐγώ, ὦ Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς ἐζητοῦμεν;—<said who="#Λύσις" direct="false">οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες,</said> ἔφη, ὁ Λύσις, καὶ ἅμα εἰπὼν ἠρυθρίασεν· ἐδόκει γάρ μοι ἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν τοῖς λεγομένοις, δῆλος δʼ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων.

<milestone unit="para" ed="P"/>ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν <milestone unit="section" resp="Stephanus" n="213e"/> λύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον· ὦ Λύσι, ἀληθῆ μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν ποτε οὕτως ἐπλανώμεθα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="214"><p><said who="#Σωκράτης" rend="merge">
					ἀλλὰ ταύτῃ μὲν μηκέτι ἴωμεν— καὶ γὰρ χαλεπή τίς μοι φαίνεται ὥσπερ ὁδὸς ἡ σκέψις—ᾗ δὲ ἐτράπημεν, δοκεῖ μοι χρῆναι ἰέναι, σκοποῦντα <del>τὰ</del> κατὰ 
		
	<milestone n="214" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="214a"/> τοὺς ποιητάς· οὗτοι γὰρ ἡμῖν ὥσπερ πατέρες τῆς σοφίας εἰσὶν καὶ ἡγεμόνες. λέγουσι δὲ δήπου οὐ φαύλως ἀποφαινόμενοι περὶ τῶν φίλων, οἳ τυγχάνουσιν ὄντες· ἀλλὰ τὸν θεὸν αὐτόν φασιν ποιεῖν φίλους αὐτούς, ἄγοντα παρʼ ἀλλήλους. λέγουσι δέ πως ταῦτα, ὡς ἐγᾦμαι, ὡδί—<quote type="verse"><l met="dactylic">αἰεί τοι τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον</l></quote><bibl n="Hom. Od. 17.218">Hom. Od. 17.218</bibl> <milestone unit="section" resp="Stephanus" n="214b"/> καὶ ποιεῖ γνώριμον· ἢ οὐκ ἐντετύχηκας τούτοις τοῖς ἔπεσιν;—<said who="#Λύσις" direct="false">ἔγωγʼ,</said> ἔφη.—οὐκοῦν καὶ τοῖς τῶν σοφωτάτων συγγράμμασιν ἐντετύχηκας ταῦτα αὐτὰ λέγουσιν, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀνάγκη ἀεὶ φίλον εἶναι; εἰσὶν δέ που οὗτοι οἱ περὶ φύσεώς τε καὶ τοῦ ὅλου διαλεγόμενοι καὶ γράφοντες.—<said who="#Λύσις" direct="false">ἀληθῆ,</said> ἔφη, <said who="#Λύσις" direct="false">λέγεις.</said>—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εὖ λέγουσιν;—<said who="#Λύσις" direct="false">ἴσως,</said> ἔφη.—ἴσως, ἦν δʼ ἐγώ, τὸ ἥμισυ αὐτοῦ, ἴσως δὲ καὶ πᾶν, ἀλλʼ ἡμεῖς οὐ συνίεμεν. δοκεῖ γὰρ ἡμῖν ὅ γε πονηρὸς <milestone unit="section" resp="Stephanus" n="214c"/> τῷ πονηρῷ, ὅσῳ ἂν ἐγγυτέρω προσίῃ καὶ μᾶλλον ὁμιλῇ, τοσούτῳ ἐχθίων γίγνεσθαι. ἀδικεῖ γάρ· ἀδικοῦντας δὲ καὶ ἀδικουμένους ἀδύνατόν που φίλους εἶναι. οὐχ οὕτως;—<said who="#Λύσις" direct="false">ναί,</said> ἦ δʼ ὅς.—ταύτῃ μὲν ἂν τοίνυν τοῦ λεγομένου τὸ ἥμισυ οὐκ ἀληθὲς εἴη, εἴπερ οἱ πονηροὶ ἀλλήλοις ὅμοιοι.—<said who="#Λύσις" direct="false">ἀληθῆ λέγεις.</said>—ἀλλά μοι δοκοῦσιν λέγειν τοὺς ἀγαθοὺς ὁμοίους εἶναι ἀλλήλοις καὶ φίλους, τοὺς δὲ κακούς, ὅπερ καὶ λέγεται περὶ αὐτῶν, μηδέποτε ὁμοίους μηδʼ αὐτοὺς αὑτοῖς εἶναι, ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="214d"/> ἐμπλήκτους τε καὶ ἀσταθμήτους· ὃ δὲ αὐτὸ αὑτῷ ἀνόμοιον εἴη καὶ διάφορον, σχολῇ γέ τῳ ἄλλῳ ὅμοιον ἢ φίλον γένοιτʼ ἄν. ἢ οὐ καὶ σοὶ δοκεῖ οὕτως;—<said who="#Λύσις" direct="false">ἔμοιγʼ,</said> ἔφη.—τοῦτο τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ὦ ἑταῖρε, οἱ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος, ὁ δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε εἰς ἀληθῆ φιλίαν ἔρχεται. συνδοκεῖ σοι;—κατένευσεν.—ἔχομεν ἄρα ἤδη τίνες εἰσὶν οἱ φίλοι· ὁ γὰρ λόγος ἡμῖν <milestone unit="section" resp="Stephanus" n="214e"/> σημαίνει ὅτι οἳ ἂν ὦσιν ἀγαθοί.—<said who="#Λύσις" direct="false">πάνυ γε,</said> ἔφη, <said who="#Λύσις" direct="false">δοκεῖ.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐμοί, ἦν δʼ ἐγώ. καίτοι δυσχεραίνω τί γε ἐν αὐτῷ· φέρε οὖν, ὦ πρὸς Διός, ἴδωμεν τί καὶ ὑποπτεύω. ὁ ὅμοιος τῷ ὁμοίῳ καθʼ ὅσον ὅμοιος φίλος, καὶ ἔστιν χρήσιμος ὁ τοιοῦτος τῷ τοιούτῳ; μᾶλλον δὲ ὧδε· ὁτιοῦν ὅμοιον ὁτῳοῦν ὁμοίῳ τίνα ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι δύναιτο, ὃ μὴ καὶ αὐτὸ αὑτῷ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="215"><p><said who="#Σωκράτης" rend="merge">ἢ τί ἂν παθεῖν, ὃ μὴ καὶ ὑφʼ 
			
	<milestone n="215" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="215a"/> αὑτοῦ πάθοι; τὰ δὴ τοιαῦτα πῶς ἂν ὑπʼ ἀλλήλων ἀγαπηθείη, μηδεμίαν ἐπικουρίαν ἀλλήλοις ἔχοντα; ἔστιν ὅπως;—<said who="#Λύσις" direct="false">οὐκ ἔστιν.</said>—ὃ δὲ μὴ ἀγαπῷτο, πῶς φίλον;—<said who="#Λύσις" direct="false">οὐδαμῶς.</said>—ἀλλὰ δὴ ὁ μὲν ὅμοιος τῷ ὁμοίῳ οὐ φίλος· ὁ δὲ ἀγαθὸς τῷ ἀγαθῷ καθʼ ὅσον ἀγαθός, οὐ καθʼ ὅσον ὅμοιος, φίλος ἂν εἴη;—<said who="#Λύσις" direct="false">ἴσως.</said>—τί δέ; οὐχ ὁ ἀγαθός, καθʼ ὅσον ἀγαθός, κατὰ τοσοῦτον ἱκανὸς ἂν εἴη αὑτῷ;—<said who="#Λύσις" direct="false">ναί.</said>—ὁ δέ γε ἱκανὸς οὐδενὸς δεόμενος κατὰ τὴν ἱκανότητα.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—ὁ δὲ μή του <milestone unit="section" resp="Stephanus" n="215b"/> δεόμενος οὐδέ τι ἀγαπῴη ἄν.—<said who="#Λύσις" direct="false">οὐ γὰρ οὖν.</said>—ὃ δὲ μὴ ἀγαπῴη, οὐδʼ ἂν φιλοῖ.—<said who="#Λύσις" direct="false">οὐ δῆτα.</said>—ὁ δὲ μὴ φιλῶν γε οὐ φίλος.—<said who="#Λύσις" direct="false">οὐ φαίνεται.</said>—πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ ἀλλήλοις—ἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντες—μήτε παρόντες χρείαν αὑτῶν ἔχουσιν; τοὺς δὴ τοιούτους τίς μηχανὴ περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους;—<said who="#Λύσις" direct="false">οὐδεμία,</said> ἔφη.—φίλοι <milestone unit="section" resp="Stephanus" n="215c"/> δέ γε οὐκ ἂν εἶεν μὴ περὶ πολλοῦ ποιούμενοι ἑαυτούς.—<said who="#Λύσις" direct="false">ἀληθῆ.</said>

	<milestone unit="para" ed="P"/>ἄθρει δή, ὦ Λύσι, πῇ παρακρουόμεθα. ἆρά γε ὅλῳ τινὶ ἐξαπατώμεθα;—<said who="#Λύσις" direct="false">πῶς δή;</said> ἔφη.—ἤδη ποτέ του ἤκουσα λέγοντος, καὶ ἄρτι ἀναμιμνῄσκομαι, ὅτι τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ καὶ οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς πολεμιώτατοι εἶεν· καὶ δὴ καὶ τὸν Ἡσίοδον ἐπήγετο μάρτυρα, λέγων ὡς ἄρα—<quote type="verse"><l met="dactylic">καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ἀοιδὸς ἀοιδῷ</l></quote> <milestone unit="section" resp="Stephanus" n="215d"/> <cit><quote type="verse"><l met="c">καὶ πτωχὸς πτωχῷ, <gap reason="lost"/></l></quote><bibl>Hes. WD 25</bibl></cit>καὶ τἆλλα δὴ πάντα οὕτως ἔφη ἀναγκαῖον εἶναι μάλιστα τὰ ὁμοιότατα <add>πρὸς</add> ἄλληλα φθόνου τε καὶ φιλονικίας καὶ ἔχθρας ἐμπίμπλασθαι, τὰ δʼ ἀνομοιότατα φιλίας· τὸν γὰρ πένητα τῷ πλουσίῳ ἀναγκάζεσθαι φίλον εἶναι καὶ τὸν ἀσθενῆ τῷ ἰσχυρῷ τῆς ἐπικουρίας ἕνεκα, καὶ τὸν κάμνοντα τῷ ἰατρῷ, καὶ πάντα δὴ τὸν μὴ εἰδότα ἀγαπᾶν τὸν εἰδότα καὶ φιλεῖν. <milestone unit="section" resp="Stephanus" n="215e"/> καὶ δὴ καὶ ἔτι ἐπεξῄει τῷ λόγῳ μεγαλοπρεπέστερον, λέγων ὡς ἄρα παντὸς δέοι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον εἶναι, ἀλλʼ αὐτὸ τὸ ἐναντίον εἴη τούτου· τὸ γὰρ ἐναντιώτατον τῷ ἐναντιωτάτῳ εἶναι μάλιστα φίλον. ἐπιθυμεῖν γὰρ τοῦ τοιούτου ἕκαστον, ἀλλʼ οὐ τοῦ ὁμοίου· τὸ μὲν γὰρ ξηρὸν ὑγροῦ, τὸ δὲ ψυχρὸν θερμοῦ, τὸ δὲ πικρὸν γλυκέος, τὸ δὲ ὀξὺ ἀμβλέος, τὸ δὲ κενὸν πληρώσεως, καὶ τὸ πλῆρες δὲ κενώσεως, καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="216"><p><said who="#Σωκράτης" rend="merge">τροφὴν γὰρ εἶναι τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου 
						<milestone n="216" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="216a"/> οὐδὲν ἂν ἀπολαῦσαι. καὶ μέντοι, ὦ ἑταῖρε, καὶ κομψὸς ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν. ὑμῖν δέ, ἦν δʼ ἐγώ, πῶς δοκεῖ λέγειν;—<said who="#Μενέξενος" direct="false">εὖ γε,</said> ἔφη ὁ Μενέξενος, <said who="#Μενέξενος" direct="false">ὥς γε οὑτωσὶ ἀκοῦσαι.</said>—φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μάλιστα φίλον εἶναι;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—εἶεν, ἦν δʼ ἐγώ· οὐκ ἀλλόκοτον, ὦ Μενέξενε; καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ <milestone unit="section" resp="Stephanus" n="216b"/> οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ; οἷς τί ἀποκρινούμεθα; ἢ οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—ἆρʼ οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον ἢ τὸ φίλον τῷ ἐχθρῷ;—<said who="#Μενέξενος" direct="false">οὐδέτερα,</said> ἔφη.—ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, ἢ τὸ σῶφρον τῷ ἀκολάστῳ, ἢ τὸ ἀγαθὸν τῷ κακῷ;—<said who="#Μενέξενος" direct="false">οὐκ ἄν μοι δοκεῖ οὕτως ἔχειν.</said>—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἴπερ γε κατὰ τὴν ἐναντιότητά τί τῳ <del>φίλῳ</del> φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα φίλα εἶναι.—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον.—<said who="#Μενέξενος" direct="false">οὐκ ἔοικεν.</said> <milestone unit="section" resp="Stephanus" n="216c"/> 

						<milestone unit="para" ed="P"/>ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.—<said who="#Μενέξενος" direct="false">πῶς,</said> ἦ δʼ ὅς, <said who="#Μενέξενος" direct="false">λέγεις;</said>—ἀλλὰ μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπορίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν φίλον εἶναι. ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ· <milestone unit="section" resp="Stephanus" n="216d"/> διὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε τοιοῦτον ὄν. λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δʼ οὐκ οἴει;—<said who="#Μενέξενος" direct="false">ἔγωγε.</said>—λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν· πρὸς ἃ δὲ λέγων μαντεύομαι, ἄκουσον. δοκεῖ μοι ὡσπερεὶ τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δʼ οὔτʼ ἀγαθὸν οὔτε κακόν· τί δὲ σοί;—<said who="#Μενέξενος" direct="false">καὶ ἐμοί,</said> ἔφη.—καὶ οὔτε τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ <milestone unit="section" resp="Stephanus" n="216e"/> κακῷ φίλον εἶναι, ὥσπερ οὐδʼ ὁ ἔμπροσθεν λόγος ἐᾷ· λείπεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον εἶναι ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ τοιούτου οἷον αὐτό ἐστιν. οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο.—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ τοιοῦτον φίλον οἷον αὐτό.—<said who="#Μενέξενος" direct="false">οὐ φαίνεται.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="217"><p><said who="#Σωκράτης" rend="merge">
					τῷ ἀγαθῷ ἄρα 
	
						<milestone n="217" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="217a"/> τὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον συμβαίνει γίγνεσθαι φίλον.—<said who="#Μενέξενος" direct="false">ἀνάγκη, ὡς ἔοικεν.</said>

	<milestone unit="para" ed="P"/>ἆρʼ οὖν καὶ καλῶς, ἦν δʼ ἐγώ, ὦ παῖδες, ὑφηγεῖται ἡμῖν τὸ νῦν λεγόμενον; εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας· ἱκανῶς γὰρ ἔχει, ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">οὐδείς.</said>—ἀλλʼ ὁ κάμνων οἶμαι διὰ τὴν νόσον.—<said who="#Μενέξενος" direct="false">πῶς γὰρ <milestone unit="section" resp="Stephanus" n="217b"/> οὔ;</said>—νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν οὔτε κακόν.—<said who="#Μενέξενος" direct="false">οὕτως.</said>—ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν.—<said who="#Μενέξενος" direct="false">δοκεῖ μοι.</said>—τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ παρουσίαν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει. οὐ γὰρ δή γε κακὸν γεγονὸς <milestone unit="section" resp="Stephanus" n="217c"/> ἔτι ἄν τι τοῦ ἀγαθοῦ <del>οὗ</del> ἐπιθυμοῖ καὶ φίλον εἴη· ἀδύνατον γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι.—<said who="#Μενέξενος" direct="false">ἀδύνατον γάρ.</said>—σκέψασθε δὴ ὃ λέγω. λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν ᾖ τὸ παρόν, τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ. ὥσπερ εἰ ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν <del>τι</del> ἀλεῖψαι, πάρεστίν που τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἆρʼ οὖν καὶ ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν; <milestone unit="section" resp="Stephanus" n="217d"/> —<said who="#Μενέξενος" direct="false">οὐ μανθάνω,</said> ἦ δʼ ὅς.—ἀλλʼ ὧδε, ἦν δʼ ἐγώ. εἴ τίς σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον τότε λευκαὶ εἶεν ἢ φαίνοιντʼ ἄν;—<said who="#Μενέξενος" direct="false">φαίνοιντʼ ἄν,</said> ἦ δʼ ὅς.—καὶ μὴν παρείη γʼ ἂν αὐταῖς λευκότης.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἀλλʼ ὅμως οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκότητος οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν.—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—ἀλλʼ ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ <milestone unit="section" resp="Stephanus" n="217e"/> λευκαί.—<said who="#Μενέξενος" direct="false">πῶς γὰρ οὔ;</said>—τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἢ ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ;—<said who="#Μενέξενος" direct="false">οὕτω μᾶλλον,</said> ἔφη.—καὶ τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δʼ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν ὅταν μήπω κακὸν ᾖ κακοῦ παρόντος, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπιθυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="218"><p><said who="#Σωκράτης" rend="merge">
					οὐ γὰρ ἔτι ἐστὶν 
	
					<milestone n="218" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="218a"/> οὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν.—<said who="#Μενέξενος" direct="false">οὐ γὰρ οὖν.</said>—διὰ ταῦτα δὴ φαῖμεν ἂν καὶ τοὺς ἤδη σοφοὺς μηκέτι φιλοσοφεῖν, εἴτε θεοὶ εἴτε ἄνθρωποί εἰσιν οὗτοι· οὐδʼ αὖ ἐκείνους φιλοσοφεῖν τοὺς οὕτως ἄγνοιαν ἔχοντας ὥστε κακοὺς εἶναι· κακὸν γὰρ καὶ ἀμαθῆ οὐδένα φιλοσοφεῖν. λείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο, τὴν ἄγνοιαν, μήπω δὲ ὑπʼ αὐτοῦ ὄντες ἀγνώμονες μηδὲ <milestone unit="section" resp="Stephanus" n="218b"/> ἀμαθεῖς, ἀλλʼ ἔτι ἡγούμενοι μὴ εἰδέναι ἃ μὴ ἴσασιν. διὸ δὴ καὶ φιλοσοφοῦσιν οἱ οὔτε ἀγαθοὶ οὔτε κακοί πω ὄντες, ὅσοι δὲ κακοὶ οὐ φιλοσοφοῦσιν, οὐδὲ οἱ ἀγαθοί· οὔτε γὰρ τὸ ἐναντίον τοῦ ἐναντίου οὔτε τὸ ὅμοιον τοῦ ὁμοίου φίλον ἡμῖν ἐφάνη ἐν τοῖς ἔμπροσθεν λόγοις. ἢ οὐ μέμνησθε;—<said who="#Μενέξενος #Λύσις" direct="false">πάνυ γε,</said> ἐφάτην.—νῦν ἄρα, ἦν δʼ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, παντὸς μᾶλλον ἐξηυρήκαμεν ὃ ἔστιν τὸ φίλον καὶ οὔ. φαμὲν γὰρ αὐτό, καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ <milestone unit="section" resp="Stephanus" n="218c"/> σῶμα καὶ πανταχοῦ, τὸ μήτε κακὸν μήτε ἀγαθὸν διὰ κακοῦ παρουσίαν τοῦ ἀγαθοῦ φίλον εἶναι.—παντάπασιν ἐφάτην τε καὶ συνεχωρείτην οὕτω τοῦτʼ ἔχειν.

<milestone unit="para" ed="P"/>καὶ δὴ καὶ αὐτὸς ἐγὼ πάνυ ἔχαιρον, ὥσπερ θηρευτής τις, ἔχων ἀγαπητῶς ὃ ἐθηρευόμην. κἄπειτʼ οὐκ οἶδʼ ὁπόθεν μοι ἀτοπωτάτη τις ὑποψία εἰσῆλθεν ὡς οὐκ ἀληθῆ εἴη τὰ ὡμολογημένα ἡμῖν, καὶ εὐθὺς ἀχθεσθεὶς εἶπον· βαβαῖ, ὦ Λύσι τε καὶ Μενέξενε, κινδυνεύομεν ὄναρ πεπλουτηκέναι. <milestone unit="section" resp="Stephanus" n="218d"/> 

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">τί μάλιστα;</said> ἔφη ὁ Μενέξενος.

<milestone unit="para" ed="P"/>φοβοῦμαι, ἦν δʼ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν λόγοις τισὶν τοιούτοις <del>ψευδέσιν</del> ἐντετυχήκαμεν περὶ τοῦ φίλου.

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">πῶς δή;</said> ἔφη.

						<milestone unit="para" ed="P"/>ὧδε, ἦν δʼ ἐγώ, σκοπῶμεν· φίλος ὃς ἂν εἴη, πότερόν ἐστίν τῳ φίλος ἢ οὔ;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη,</said> ἔφη.—πότερον οὖν οὐδενὸς ἕνεκα καὶ διʼ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι;—<said who="#Μενέξενος" direct="false">ἕνεκά του καὶ διά τι.</said>—πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;—<milestone unit="section" resp="Stephanus" n="218e"/> <said who="#Μενέξενος" direct="false">οὐ πάνυ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἕπομαι.</said>—εἰκότως γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὧδε ἴσως ἀκολουθήσεις, οἶμαι δὲ καὶ ἐγὼ μᾶλλον εἴσομαι ὅτι λέγω. ὁ κάμνων, νυνδὴ ἔφαμεν, τοῦ ἰατροῦ φίλος· οὐχ οὕτως;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν διὰ νόσον ἕνεκα ὑγιείας τοῦ ἰατροῦ φίλος;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἡ δέ γε νόσος κακόν;—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τί δὲ ὑγίεια; ἦν δʼ ἐγώ· ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερα;—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="219"><p><said who="#Σωκράτης" rend="merge"><said who="#Μενέξενος" direct="false">ἀγαθόν,</said><milestone n="219" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="219a"/> ἔφη.—ἐλέγομεν δʼ ἄρα, ὡς ἔοικεν, ὅτι τὸ σῶμα, οὔτε ἀγαθὸν οὔτε κακὸν <add>ὄν</add>, διὰ τὴν νόσον, τοῦτο δὲ διὰ τὸ κακόν, τῆς ἰατρικῆς φίλον ἐστίν, ἀγαθὸν δὲ ἰατρική· ἕνεκα δὲ τῆς ὑγιείας τὴν φιλίαν ἡ ἰατρικὴ ἀνῄρηται, ἡ δὲ ὑγίεια ἀγαθόν. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλον δὲ ἢ οὐ φίλον ἡ ὑγίεια;—<said who="#Μενέξενος" direct="false">φίλον.</said>—ἡ δὲ νόσος ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—τὸ οὔτε κακὸν οὔτε <milestone unit="section" resp="Stephanus" n="219b"/> ἀγαθὸν ἄρα διὰ τὸ κακὸν καὶ τὸ ἐχθρὸν τοῦ ἀγαθοῦ φίλον ἐστὶν ἕνεκα τοῦ ἀγαθοῦ καὶ φίλου.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—ἕνεκα ἄρα τοῦ φίλου <add>τοῦ φίλου</add> τὸ φίλον φίλον διὰ τὸ ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>

	<milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ. ἐπειδὴ ἐνταῦθα ἥκομεν, ὦ παῖδες, πρόσσχωμεν τὸν νοῦν μὴ ἐξαπατηθῶμεν. ὅτι μὲν γὰρ φίλον τοῦ φίλου τὸ φίλον γέγονεν, ἐῶ χαίρειν, καὶ τοῦ ὁμοίου γε τὸ ὅμοιον φίλον γίγνεται, ὅ φαμεν ἀδύνατον εἶναι· ἀλλʼ ὅμως τόδε σκεψώμεθα, μὴ ἡμᾶς ἐξαπατήσῃ τὸ νῦν λεγόμενον. <milestone unit="section" resp="Stephanus" n="219c"/> ἡ ἰατρική, φαμέν, ἕνεκα τῆς ὑγιείας φίλον.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν καὶ ἡ ὑγίεια φίλον;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—εἰ ἄρα φίλον, ἕνεκά του.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλου γέ τινος δή, εἴπερ ἀκολουθήσει τῇ πρόσθεν ὁμολογίᾳ.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ ἐκεῖνο φίλον αὖ ἔσται ἕνεκα φίλου;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἆρʼ οὖν οὐκ ἀνάγκη ἀπειπεῖν ἡμᾶς οὕτως ἰόντας ἢ ἀφικέσθαι ἐπί τινα ἀρχήν, ἣ οὐκέτʼ ἐπανοίσει ἐπʼ ἄλλο φίλον, ἀλλʼ ἥξει ἐπʼ ἐκεῖνο ὅ ἐστιν <milestone unit="section" resp="Stephanus" n="219d"/> πρῶτον φίλον, οὗ ἕνεκα καὶ τὰ ἄλλα φαμὲν πάντα φίλα εἶναι;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—τοῦτο δή ἐστιν ὃ λέγω, μὴ ἡμᾶς τἆλλα πάντα ἃ εἴπομεν ἐκείνου ἕνεκα φίλα εἶναι, ὥσπερ εἴδωλα ἄττα ὄντα αὐτοῦ, ἐξαπατᾷ, ᾖ δʼ ἐκεῖνο τὸ πρῶτον, ὃ ὡς ἀληθῶς ἐστι φίλον. ἐννοήσωμεν γὰρ οὑτωσί· ὅταν τίς τι περὶ πολλοῦ ποιῆται, οἷόνπερ ἐνίοτε πατὴρ ὑὸν ἀντὶ πάντων τῶν ἄλλων χρημάτων προτιμᾷ, ὁ δὴ τοιοῦτος ἕνεκα τοῦ τὸν <milestone unit="section" resp="Stephanus" n="219e"/> ὑὸν περὶ παντὸς ἡγεῖσθαι ἆρα καὶ ἄλλο τι ἂν περὶ πολλοῦ ποιοῖτο; οἷον εἰ αἰσθάνοιτο αὐτὸν κώνειον πεπωκότα, ἆρα περὶ πολλοῦ ποιοῖτʼ ἂν οἶνον, εἴπερ τοῦτο ἡγοῖτο τὸν ὑὸν σώσειν;—<said who="#Μενέξενος" direct="false">τί μήν;</said> ἔφη.—οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ οἶνος ἐνείη;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἆρʼ οὖν τότε οὐδὲν περὶ πλείονος ποιεῖται, κύλικα κεραμέαν ἢ τὸν ὑὸν τὸν αὑτοῦ, οὐδὲ τρεῖς κοτύλας οἴνου ἢ τὸν ὑόν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="220"><p><said who="#Σωκράτης" rend="merge">ἢ ὧδέ πως ἔχει· πᾶσα ἡ τοιαύτη σπουδὴ οὐκ ἐπὶ τούτοις ἐστὶν ἐσπουδασμένη, ἐπὶ τοῖς ἕνεκά του παρασκευαζομένοις, ἀλλʼ ἐπʼ ἐκείνῳ οὗ ἕνεκα πάντα τὰ 
	
						<milestone n="220" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="220a"/> τοιαῦτα παρασκευάζεται. οὐχ ὅτι πολλάκις λέγομεν ὡς περὶ πολλοῦ ποιούμεθα χρυσίον καὶ ἀργύριον· ἀλλὰ μὴ οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ, ἀλλʼ ἐκεῖνό ἐστιν ὃ περὶ παντὸς ποιούμεθα, ὃ ἂν φανῇ ὄν, ὅτου ἕνεκα καὶ χρυσίον καὶ πάντα τὰ παρασκευαζόμενα παρασκευάζεται. ἆρʼ οὕτως φήσομεν;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ περὶ τοῦ φίλου ὁ αὐτὸς λόγος; ὅσα γάρ φαμεν φίλα εἶναι ἡμῖν ἕνεκα φίλου <milestone unit="section" resp="Stephanus" n="220b"/> τινὸς ἑτέρου, ῥήματι φαινόμεθα λέγοντες αὐτό· φίλον δὲ τῷ ὄντι κινδυνεύει ἐκεῖνο αὐτὸ εἶναι, εἰς ὃ πᾶσαι αὗται αἱ λεγόμεναι φιλίαι τελευτῶσιν.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει οὕτως,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔχειν.</said>—οὐκοῦν τό γε τῷ ὄντι φίλον οὐ φίλου τινὸς ἕνεκα φίλον ἐστίν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>

						<milestone unit="para" ed="P"/>τοῦτο μὲν δὴ ἀπήλλακται, μὴ φίλου τινὸς ἕνεκα τὸ φίλον φίλον εἶναι· ἀλλʼ ἆρα τὸ ἀγαθόν ἐστιν φίλον;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ.</said>—ἆρʼ οὖν διὰ τὸ κακὸν τὸ ἀγαθὸν φιλεῖται, <milestone unit="section" resp="Stephanus" n="220c"/> καὶ ἔχει ὧδε· εἰ τριῶν ὄντων ὧν νυνδὴ ἐλέγομεν, ἀγαθοῦ καὶ κακοῦ καὶ μήτε ἀγαθοῦ μήτε κακοῦ, τὰ δύο λειφθείη, τὸ δὲ κακὸν ἐκποδὼν ἀπέλθοι καὶ μηδενὸς ἐφάπτοιτο μήτε σώματος μήτε ψυχῆς μήτε τῶν ἄλλων, ἃ δή φαμεν αὐτὰ καθʼ αὑτὰ οὔτε κακὰ εἶναι οὔτε ἀγαθά, ἆρα τότε οὐδὲν ἂν ἡμῖν χρήσιμον εἴη τὸ ἀγαθόν, ἀλλʼ ἄχρηστον ἂν γεγονὸς εἴη; εἰ γὰρ μηδὲν ἡμᾶς ἔτι βλάπτοι, οὐδὲν ἂν οὐδεμιᾶς <milestone unit="section" resp="Stephanus" n="220d"/> ὠφελίας δεοίμεθα, καὶ οὕτω δὴ ἂν τότε γένοιτο κατάδηλον ὅτι διὰ τὸ κακὸν τἀγαθὸν ἠγαπῶμεν καὶ ἐφιλοῦμεν, ὡς φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα· νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου. ἆρʼ οὕτω πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφʼ ἡμῶν, τῶν μεταξὺ ὄντων τοῦ κακοῦ τε καὶ τἀγαθοῦ, αὐτὸ δʼ ἑαυτοῦ ἕνεκα οὐδεμίαν χρείαν ἔχει;—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἦ δʼ ὅς, <said who="#Μενέξενος" direct="false">οὕτως ἔχειν.</said>—τὸ ἄρα φίλον ἡμῖν ἐκεῖνο, εἰς ὃ ἐτελεύτα πάντα τὰ ἄλλα <milestone unit="section" resp="Stephanus" n="220e"/> —ἕνεκα ἑτέρου φίλου φίλα ἔφαμεν εἶναι ἐκεῖνα—οὐδὲν <del>δὲ</del> τούτοις ἔοικεν. ταῦτα μὲν γὰρ φίλου ἕνεκα φίλα κέκληται, τὸ δὲ τῷ ὄντι φίλον πᾶν τοὐναντίον τούτου φαίνεται πεφυκός· φίλον γὰρ ἡμῖν ἀνεφάνη ὂν ἐχθροῦ ἕνεκα, εἰ δὲ τὸ ἐχθρὸν ἀπέλθοι, οὐκέτι, ὡς ἔοικʼ, ἔσθʼ ἡμῖν φίλον.—<said who="#Μενέξενος" direct="false">οὔ μοι δοκεῖ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ὥς γε νῦν λέγεται.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="221"><p><said who="#Σωκράτης" rend="merge">
						πότερον, ἦν δʼ ἐγώ, πρὸς Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ 
	
						<milestone n="221" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="221a"/> διψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων; ἢ πείνη μὲν ἔσται, ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά γε; καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλʼ οὐ κακαί, ἅτε τοῦ κακοῦ ἀπολωλότος; ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτʼ ἔσται τότε ἢ μὴ ἔσται; τίς γὰρ οἶδεν; ἀλλʼ οὖν τόδε γʼ ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι, ἔστιν δὲ καὶ ὠφελεῖσθαι. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ διψῶντα καὶ <milestone unit="section" resp="Stephanus" n="221b"/> τῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ μηδέτερα;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε.</said>—οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά, ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συναπόλλυσθαι;—<said who="#Μενέξενος" direct="false">οὐδέν.</said>—ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπιθυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν;—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>—ἔσται ἄρα <milestone unit="section" resp="Stephanus" n="221c"/> καὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλʼ ἄττα.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν τοῦ φίλον τι εἶναι, οὐκ ἂν ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ. αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτʼ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.—<said who="#Μενέξενος" direct="false">ὀρθῶς λέγεις.</said>—οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—<milestone unit="section" resp="Stephanus" n="221d"/> νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—ἆρʼ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον;—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου <milestone unit="section" resp="Stephanus" n="221e"/> ἐπιθυμεῖ. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—τὸ δʼ ἐνδεὲς ἄρα φίλον ἐκείνου οὗ ἂν ἐνδεὲς ᾖ;—<said who="#Μενέξενος" direct="false">δοκεῖ μοι.</said>—ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι ἀφαιρῆται.—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.—συνεφάτην.—ὑμεῖς ἄρα εἰ φίλοι ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθʼ ὑμῖν αὐτοῖς.—<said who="#Μενέξενος #Λύσις" direct="false">κομιδῇ,</said> ἐφάτην.—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="222"><p><said who="#Σωκράτης" rend="merge">
						καὶ εἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ, ἦν δʼ ἐγώ, 
		
						<milestone n="222" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="222a"/> ὦ παῖδες, ἢ ἐρᾷ, οὐκ ἄν ποτε ἐπεθύμει οὐδὲ ἤρα οὐδὲ ἐφίλει, εἰ μὴ οἰκεῖός πῃ τῷ ἐρωμένῳ ἐτύγχανεν ὢν ἢ κατὰ τὴν ψυχὴν ἢ κατά τι τῆς ψυχῆς ἦθος ἢ τρόπους ἢ εἶδος.—<said who="#Μενέξενος" direct="false">πάνυ γε,</said> ἔφη ὁ Μενέξενος· ὁ δὲ Λύσις ἐσίγησεν.—εἶεν, ἦν δʼ ἐγώ. τὸ μὲν δὴ φύσει οἰκεῖον ἀναγκαῖον ἡμῖν πέφανται φιλεῖν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἔφη.—ἀναγκαῖον ἄρα τῷ γνησίῳ ἐραστῇ καὶ μὴ προσποιήτῳ φιλεῖσθαι ὑπὸ τῶν παιδικῶν.— <milestone unit="section" resp="Stephanus" n="222b"/> ὁ μὲν οὖν Λύσις καὶ ὁ Μενέξενος μόγις πως ἐπενευσάτην, ὁ δὲ Ἱπποθάλης ὑπὸ τῆς ἡδονῆς παντοδαπὰ ἠφίει χρώματα.

						<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, βουλόμενος τὸν λόγον ἐπισκέψασθαι, εἰ μέν τι τὸ οἰκεῖον τοῦ ὁμοίου διαφέρει, λέγοιμεν ἄν τι, ὡς ἐμοὶ δοκεῖ, ὦ Λύσι τε καὶ Μενέξενε, περὶ φίλου, ὃ ἔστιν· εἰ δὲ ταὐτὸν τυγχάνει ὂν ὅμοιόν τε καὶ οἰκεῖον, οὐ ῥᾴδιον ἀποβαλεῖν τὸν πρόσθεν λόγον, ὡς οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ κατὰ τὴν ὁμοιότητα ἄχρηστον· τὸ δὲ ἄχρηστον φίλον <milestone unit="section" resp="Stephanus" n="222c"/> ὁμολογεῖν πλημμελές. βούλεσθʼ οὖν, ἦν δʼ ἐγώ, ἐπειδὴ ὥσπερ μεθύομεν ὑπὸ τοῦ λόγου, συγχωρήσωμεν καὶ φῶμεν ἕτερόν τι εἶναι τὸ οἰκεῖον τοῦ ὁμοίου;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—πότερον οὖν καὶ τἀγαθὸν οἰκεῖον θήσομεν παντί, τὸ δὲ κακὸν ἀλλότριον εἶναι; ἢ τὸ μὲν κακὸν τῷ κακῷ οἰκεῖον, τῷ δὲ ἀγαθῷ τὸ ἀγαθόν, τῷ δὲ μήτε ἀγαθῷ μήτε κακῷ τὸ μήτε ἀγαθὸν μήτε κακόν;—οὕτως ἐφάτην δοκεῖν σφίσιν ἕκαστον ἑκάστῳ <milestone unit="section" resp="Stephanus" n="222d"/> οἰκεῖον εἶναι.—πάλιν ἄρα, ἦν δʼ ἐγώ, ὦ παῖδες, οὓς τὸ πρῶτον λόγους ἀπεβαλόμεθα περὶ φιλίας, εἰς τούτους εἰσπεπτώκαμεν· ὁ γὰρ ἄδικος τῷ ἀδίκῳ καὶ ὁ κακὸς τῷ κακῷ οὐδὲν ἧττον φίλος ἔσται ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ.—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἔφη.—τί δέ; τὸ ἀγαθὸν καὶ τὸ οἰκεῖον ἂν ταὐτὸν φῶμεν εἶναι, ἄλλο τι ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνον φίλος;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἀλλὰ μὴν καὶ τοῦτό γε ᾠόμεθα ἐξελέγξαι ἡμᾶς αὐτούς· ἢ οὐ μέμνησθε;—<said who="#Μενέξενος #Λύσις" direct="false">μεμνήμεθα.</said><milestone unit="section" resp="Stephanus" n="222e"/> 

<milestone unit="para" ed="P"/>τί οὖν ἂν ἔτι χρησαίμεθα τῷ λόγῳ; ἢ δῆλον ὅτι οὐδέν; δέομαι οὖν, ὥσπερ οἱ σοφοὶ ἐν τοῖς δικαστηρίοις, τὰ εἰρημένα ἅπαντα ἀναπεμπάσασθαι. εἰ γὰρ μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντες μήτε οἱ ὅμοιοι μήτε οἱ ἀνόμοιοι μήτε οἱ ἀγαθοὶ μήτε οἱ οἰκεῖοι μήτε τὰ ἄλλα ὅσα διεληλύθαμεν—οὐ γὰρ ἔγωγε ἔτι μέμνημαι ὑπὸ τοῦ πλήθους—ἀλλʼ εἰ μηδὲν τούτων φίλον ἐστίν, ἐγὼ μὲν οὐκέτι ἔχω τί λέγω.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>