<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2:132-139</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2:132-139</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="132"><p><milestone n="132" unit="page"/><milestone unit="section" resp="Stephanus" n="132a"/><milestone unit="para" ed="P"/>εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς. ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον. ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου 
<milestone unit="section" resp="Stephanus" n="132b"/> ἢ περὶ Οἰνοπίδου ἐρίζειν· κύκλους γοῦν γράφειν ἐφαινέσθην καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλʼ ἐσπουδακότε. κἀγώ—καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν—κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον· ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν;</p><p><milestone unit="para" ed="P"/>ὁ δʼ εἶπε, ποῖον, ἔφη, μέγα καὶ καλόν; ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.</p><p><milestone unit="section" resp="Stephanus" n="132c"/><milestone unit="para" ed="P"/>καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν; ἢ τί οὕτως χαλεπῶς λέγεις;</p><p><milestone unit="para" ed="P"/>καὶ ὁ ἕτερος—πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν—ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε, ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι. ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν; ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλʼ ἢ ὅτι αἰσχρόν ἐστι φιλοσοφία; </p><p><milestone unit="section" resp="Stephanus" n="132d"/><milestone unit="para" ed="P"/>ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν. καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην. εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην· εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="133"><p><milestone n="133" unit="page"/><milestone unit="section" resp="Stephanus" n="133a"/><milestone unit="para" ed="P"/>σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην. καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην· ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι. ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν· οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως. ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, 
<milestone unit="section" resp="Stephanus" n="133b"/> τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά.</p><p><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν; </p><p><milestone unit="para" ed="P"/>πάνυ μὲν οὖν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;</p><p><milestone unit="para" ed="P"/>οὐκ ἔφη.</p><p><milestone unit="section" resp="Stephanus" n="133c"/><milestone unit="para" ed="P"/>οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν;</p><p><milestone unit="para" ed="P"/>πάνυ γε, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τί οὖν ἔστιν; ἔφην ἐγώ.</p><p><milestone unit="para" ed="P"/>τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος; Σόλων γάρ που εἶπε—<quote type="verse"><l met="elegiac">γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·</l></quote><bibl>Solon Fr. 18</bibl>καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ. καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο.</p><p><milestone unit="section" resp="Stephanus" n="133d"/><milestone unit="para" ed="P"/>κἀκεῖνος, πάνυ, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δʼ ἐγώ.</p><p><milestone unit="para" ed="P"/>καὶ ἀγαθόν, ἔφη, πάνυ.</p><p><milestone unit="para" ed="P"/>πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν; οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;</p><p><milestone unit="para" ed="P"/>ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο· πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα· πρὸς μέντοι σέ, ὦ Σώκρατες, 
<milestone unit="section" resp="Stephanus" n="133e"/>ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν· ἡγοῦμαι γὰρ ὀρθῶς.</p><p><milestone unit="para" ed="P"/>ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;</p><p><milestone unit="para" ed="P"/>κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.</p><p><milestone unit="para" ed="P"/>κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;</p><p><milestone unit="para" ed="P"/>τούτου, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;</p></div><div type="textpart" subtype="section" resp="perseus" n="134"><p><milestone n="134" unit="page"/><milestone unit="section" resp="Stephanus" n="134a"/><milestone unit="para" ed="P"/>πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι;</p><p><milestone unit="para" ed="P"/>καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς· κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος; ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων;</p><p><milestone unit="para" ed="P"/>ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη, ᾤμην τὸ λεγόμενον δὴ τοῦτο κἂν ὗν γνῶναι ὅτι οἱ μέτριοι πόνοι εὖ ποιοῦσιν ἔχειν τὰ 
<milestone unit="section" resp="Stephanus" n="134b"/>σώματα, πόθεν δὴ οὐχὶ ἄνδρα γε ἄγρυπνόν τε καὶ ἄσιτον καὶ ἀτριβῆ τὸν τράχηλον ἔχοντα καὶ λεπτὸν ὑπὸ μεριμνῶν; καὶ αὐτοῦ ταῦτα εἰπόντος ἥσθη τὰ μειράκια καὶ ἐπεγέλασεν, ὁ δʼ ἕτερος ἠρυθρίασε.</p><p><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, τί οὖν; σὺ ἤδη συγχωρεῖς μήτε πολλοὺς μήτε ὀλίγους πόνους εὖ ποιεῖν ἔχειν τὰ σώματα τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς μετρίους; ἢ διαμάχῃ δυοῖν ὄντοιν νῷν περὶ τοῦ λόγου; </p><p><milestone unit="section" resp="Stephanus" n="134c"/><milestone unit="para" ed="P"/>κἀκεῖνος, πρὸς μὲν τοῦτον, ἔφη, κἂν πάνυ ἡδέως διαγωνισαίμην, καὶ εὖ οἶδʼ ὅτι ἱκανὸς ἂν γενοίμην βοηθῆσαι τῇ ὑποθέσει ἣν ὑπεθέμην, καὶ εἰ ταύτης ἔτι φαυλοτέραν ὑπεθέμην—οὐδὲν γάρ ἐστι—πρὸς μέντοι σὲ οὐδὲν δέομαι παρὰ δόξαν φιλονικεῖν, ἀλλʼ ὁμολογῶ μὴ τὰ πολλὰ ἀλλὰ τὰ μέτρια γυμνάσια τὴν εὐεξίαν ἐμποιεῖν τοῖς ἀνθρώποις.</p><p><milestone unit="para" ed="P"/>τί δὲ τὰ σιτία; τὰ μέτρια ἢ τὰ πολλά; ἔφην ἐγώ.</p><p><milestone unit="para" ed="P"/>καὶ τὰ σιτία ὡμολόγει. </p><p><milestone unit="section" resp="Stephanus" n="134d"/><milestone unit="para" ed="P"/>ἔτι δὲ κἀγὼ προσηνάγκαζον αὐτὸν ὁμολογεῖν καὶ τἆλλα πάντα τὰ περὶ τὸ σῶμα ὠφελιμώτατα εἶναι τὰ μέτρια ἀλλὰ μὴ τὰ πολλὰ μηδὲ τὰ ὀλίγα· καί μοι ὡμολόγει τὰ μέτρια.</p><p><milestone unit="para" ed="P"/>τί δʼ, ἔφην, τὰ περὶ τὴν ψυχήν; τὰ μέτρια ὠφελεῖ ἢ τὰ ἄμετρα τῶν προσφερομένων;</p><p><milestone unit="para" ed="P"/>τὰ μέτρια, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν ἓν τῶν προσφερομένων ψυχῇ ἐστι καὶ τὰ μαθήματα;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>καὶ τούτων ἄρα τὰ μέτρια ὠφελεῖ ἀλλʼ οὐ τὰ πολλά;</p><p><milestone unit="para" ed="P"/>συνέφη.</p><p><milestone unit="section" resp="Stephanus" n="134e"/><milestone unit="para" ed="P"/>τίνα οὖν ἐρόμενοι ἂν δικαίως ἐροίμεθα ὁποῖοι μέτριοι πόνοι καὶ σιτία πρὸς τὸ σῶμά ἐστιν;</p><p><milestone unit="para" ed="P"/>ὡμολογοῦμεν μὲν τρεῖς ὄντες, ὅτι ἰατρὸν ἢ παιδοτρίβην.</p><p><milestone unit="para" ed="P"/>τίνα δʼ ἂν περὶ σπερμάτων σπορᾶς ὁπόσον μέτριον;</p><p><milestone unit="para" ed="P"/>καὶ τούτου τὸν γεωργὸν ὡμολογοῦμεν.</p><p><milestone unit="para" ed="P"/>τίνα δὲ περὶ μαθημάτων εἰς ψυχὴν φυτεύσεώς τε καὶ σπορᾶς ἐρωτῶντες δικαίως ἂν ἐροίμεθα ὁπόσα καὶ ὁποῖα μέτρια;</p></div><div type="textpart" subtype="section" resp="perseus" n="135"><p><milestone n="135" unit="page"/><milestone unit="section" resp="Stephanus" n="135a"/><milestone unit="para" ed="P"/>τοὐντεῦθεν ἤδη ἀπορίας μεστοὶ ἦμεν ἅπαντες· κἀγὼ προσπαίζων αὐτοὺς ἠρόμην, βούλεσθε, ἔφην, ἐπειδὴ ἡμεῖς ἐν ἀπορίᾳ ἐσμέν, ἐρώμεθα ταυτὶ τὰ μειράκια; ἢ ἴσως αἰσχυνόμεθα, ὥσπερ ἔφη τοὺς μνηστῆρας Ὅμηρος, μὴ ἀξιούντων εἶναί τινα ἄλλον ὅστις ἐντενεῖ τὸ τόξον;</p><p><milestone unit="para" ed="P"/>ἐπειδὴ οὖν μοι ἐδόκουν ἀθυμεῖν πρὸς τὸν λόγον, ἄλλῃ ἐπειρώμην σκοπεῖν, καὶ εἶπον, ποῖα δὲ μάλιστα ἄττα τοπάζομεν εἶναι τῶν μαθημάτων ἃ δεῖ τὸν φιλοσοφοῦντα μανθάνειν, ἐπειδὴ οὐχὶ πάντα οὐδὲ πολλά;</p><p><milestone unit="section" resp="Stephanus" n="135b"/><milestone unit="para" ed="P"/>ὑπολαβὼν οὖν ὁ σοφώτερος εἶπεν ὅτι κάλλιστα ταῦτʼ εἴη τῶν μαθημάτων καὶ προσήκοντα ἀφʼ ὧν ἂν πλείστην δόξαν ἔχοι τις εἰς φιλοσοφίαν· πλείστην δʼ ἂν ἔχοι δόξαν, εἰ δοκοίη τῶν τεχνῶν ἔμπειρος εἶναι πασῶν, εἰ δὲ μή, ὡς πλείστων γε καὶ μάλιστα τῶν ἀξιολόγων, μαθὼν αὐτῶν ταῦτα ἃ προσήκει τοῖς ἐλευθέροις μαθεῖν, ὅσα συνέσεως ἔχεται, μὴ ὅσα χειρουργίας.</p><p><milestone unit="para" ed="P"/>ἆρʼ οὖν οὕτω λέγεις, ἔφην ἐγώ, ὥσπερ ἐν τῇ τεκτονικῇ; 
<milestone unit="section" resp="Stephanus" n="135c"/> καὶ γὰρ ἐκεῖ τέκτονα μὲν ἂν πρίαιο πέντε ἢ ἓξ μνῶν, ἄκρον ἀρχιτέκτονα δὲ οὐδʼ ἂν μυρίων δραχμῶν· ὀλίγοι γε μὴν κἂν ἐν πᾶσι τοῖς Ἕλλησι γίγνοιντο. ἆρα μή τι τοιοῦτον λέγεις; καὶ ὃς ἀκούσας μου συνεχώρει καὶ αὐτὸς λέγειν τοιοῦτον.</p><p><milestone unit="para" ed="P"/>ἠρόμην δʼ αὐτὸν εἰ οὐκ ἀδύνατον εἴη δύο μόνας τέχνας οὕτω μαθεῖν τὸν αὐτόν, μὴ ὅτι πολλὰς καὶ μεγάλας· ὁ δέ, μὴ οὕτως μου, ἔφη, ὑπολάβῃς, ὦ Σώκρατες, ὡς λέγοντος ὅτι δεῖ ἑκάστην τῶν τεχνῶν τὸν φιλοσοφοῦντα ἐπίστασθαι 
<milestone unit="section" resp="Stephanus" n="135d"/> ἀκριβῶς ὥσπερ αὐτὸν τὸν τὴν τέχνην ἔχοντα, ἀλλʼ ὡς εἰκὸς ἄνδρα ἐλεύθερόν τε καὶ πεπαιδευμένον, ἐπακολουθῆσαί τε τοῖς λεγομένοις ὑπὸ τοῦ δημιουργοῦ οἷόν τʼ εἶναι διαφερόντως τῶν παρόντων, καὶ αὐτὸν ξυμβάλλεσθαι γνώμην, ὥστε δοκεῖν χαριέστατον εἶναι καὶ σοφώτατον τῶν ἀεὶ παρόντων ἐν τοῖς λεγομένοις τε καὶ πραττομένοις περὶ τὰς τέχνας.</p><p><milestone unit="para" ed="P"/>κἀγώ, ἔτι γὰρ αὐτοῦ ἠμφεγνόουν τὸν λόγον ὅτι ἐβούλετο, 
<milestone unit="section" resp="Stephanus" n="135e"/> ἆρʼ ἐννοῶ, ἔφην, οἷον λέγεις τὸν φιλόσοφον ἄνδρα; δοκεῖς γάρ μοι λέγειν οἷοι ἐν τῇ ἀγωνίᾳ εἰσὶν οἱ πένταθλοι πρὸς τοὺς δρομέας ἢ τοὺς παλαιστάς. καὶ γὰρ ἐκεῖνοι τούτων μὲν λείπονται κατὰ τὰ τούτων ἆθλα καὶ δεύτεροί εἰσι πρὸς τούτους, τῶν δʼ ἄλλων ἀθλητῶν πρῶτοι καὶ νικῶσιν αὐτούς.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="136"><p rend="merge">τάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα· τῶν μὲν 
<milestone n="136" unit="page"/><milestone unit="section" resp="Stephanus" n="136a"/> πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι, τὰ δευτερεῖα δʼ ἔχοντας τῶν ἄλλων περιεῖναι, καὶ οὕτως γίγνεσθαι περὶ πάντα ὕπακρόν τινα ἄνδρα τὸν πεφιλοσοφηκότα· τοιοῦτόν τινά μοι δοκεῖς ἐνδείκνυσθαι.</p><p><milestone unit="para" ed="P"/>καλῶς γέ μοι, ἔφη, ὦ Σώκρατες, φαίνῃ ὑπολαμβάνειν τὰ περὶ τοῦ φιλοσόφου, ἀπεικάσας αὐτὸν τῷ πεντάθλῳ. ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδʼ εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων 
<milestone unit="section" resp="Stephanus" n="136b"/> ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι.</p><p><milestone unit="para" ed="P"/>μετὰ ταύτην δὴ τὴν ἀπόκρισιν ἐγὼ προθυμούμενος σαφῶς εἰδέναι ὅτι λέγοι, ἐπυνθανόμην αὐτοῦ τοὺς ἀγαθοὺς πότερον χρησίμους ἢ ἀχρήστους εἶναι ὑπολαμβάνοι.</p><p><milestone unit="para" ed="P"/>χρησίμους δήπου, ὦ Σώκρατες, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἆρʼ οὖν, εἴπερ οἱ ἀγαθοὶ χρήσιμοι, οἱ πονηροὶ ἄχρηστοι;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>τί δέ; τοὺς φιλοσόφους ἄνδρας χρησίμους ἡγῇ ἢ οὔ;</p><p><milestone unit="section" resp="Stephanus" n="136c"/><milestone unit="para" ed="P"/>ὁ δὲ ὡμολόγει χρησίμους, καὶ πρός γε ἔφη χρησιμωτάτους εἶναι ἡγεῖσθαι.</p><p><milestone unit="para" ed="P"/>φέρε δὴ γνῶμεν, εἰ σὺ ἀληθῆ λέγεις, ποῦ καὶ χρήσιμοι ἡμῖν εἰσιν οἱ ὕπακροι οὗτοι; δῆλον γὰρ ὅτι ἑκάστου γε τῶν τὰς τέχνας ἐχόντων φαυλότερός ἐστιν ὁ φιλόσοφος.</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>φέρε δὴ σύ, ἦν δʼ ἐγώ, εἰ τύχοις ἢ αὐτὸς ἀσθενήσας ἢ τῶν φίλων τις τῶν σῶν περὶ ὧν σὺ σπουδὴν μεγάλην ἔχεις, πότερον ὑγείαν βουλόμενος κτήσασθαι τὸν ὕπακρον ἐκεῖνον <del>τὸν φιλόσοφον</del> εἰσάγοις ἂν εἰς τὴν οἰκίαν ἢ τὸν ἰατρὸν λάβοις;</p><p><milestone unit="section" resp="Stephanus" n="136d"/><milestone unit="para" ed="P"/>ἀμφοτέρους ἔγωγʼ ἄν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>μή μοι, εἶπον ἐγώ, ἀμφοτέρους λέγε, ἀλλʼ ὁπότερον μᾶλλόν τε καὶ πρότερον.</p><p><milestone unit="para" ed="P"/>οὐδεὶς ἄν, ἔφη, τοῦτό γε ἀμφισβητήσειεν, ὡς οὐχὶ τὸν ἰατρὸν καὶ μᾶλλον καὶ πρότερον.</p><p><milestone unit="para" ed="P"/>τί δʼ; ἐν νηὶ χειμαζομένῃ ποτέρῳ ἂν μᾶλλον ἐπιτρέποις σαυτόν τε καὶ τὰ σεαυτοῦ, τῷ κυβερνήτῃ ἢ τῷ φιλοσόφῳ;</p><p><milestone unit="para" ed="P"/>τῷ κυβερνήτῃ ἔγωγε.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν καὶ τἆλλα πάνθʼ οὕτως, ἕως ἄν τις δημιουργὸς ᾖ, οὐ χρήσιμός ἐστιν ὁ φιλόσοφος;</p><p><milestone unit="para" ed="P"/>φαίνεται, ἔφη.</p><p><milestone unit="section" resp="Stephanus" n="136e"/><milestone unit="para" ed="P"/>οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος; εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους.</p><p><milestone unit="para" ed="P"/>ἠναγκάζετο ὁμολογεῖν.</p><p><milestone unit="para" ed="P"/>τί οὖν μετὰ τοῦτο; ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι—</p><p><milestone unit="para" ed="P"/>ἐροῦ ὅτι βούλει.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="137"><p><milestone unit="para" ed="P"/>οὐδὲν δή, ἔφην ἐγώ, ζητῶ ἄλλο ἢ ἀνομολογήσασθαι τὰ 
<milestone n="137" unit="page"/><milestone unit="section" resp="Stephanus" n="137a"/> εἰρημένα. ἔχει δέ πως ὡδί. ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους· αὖθις δʼ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι. οὐ γὰρ ταῦτα ὡμολόγηται;</p><p><milestone unit="para" ed="P"/>πάνυ γε, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ 
<milestone unit="section" resp="Stephanus" n="137b"/> ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν. ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδʼ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλʼ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας. ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ· τίνες ἵππους ἐπίστανται 
<milestone unit="section" resp="Stephanus" n="137c"/> κολάζειν ὀρθῶς; πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι;</p><p><milestone unit="para" ed="P"/>οἵπερ βελτίστους.</p><p><milestone unit="para" ed="P"/>τί δέ; κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς;</p><p><milestone unit="para" ed="P"/>φαίνεταί μοι, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>τί δέ; πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις;</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτή, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἐθελήσεις οὖν καὶ κατʼ ἀνθρώπους τοῦτο ὁμολογεῖν, 
<milestone unit="section" resp="Stephanus" n="137d"/> ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>πάνυ γʼ, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ καθʼ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει; οὐχ ἡ δικαστική;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην;</p><p><milestone unit="para" ed="P"/>οὐκ, ἀλλὰ ταύτην. </p><p><milestone unit="section" resp="Stephanus" n="137e"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>ταύτῃ.</p><p><milestone unit="para" ed="P"/>ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς <add>βοῦς</add>, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>ναί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὕτω δὴ καὶ εἰ κύων;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="138"><p><milestone n="138" unit="page"/><milestone unit="section" resp="Stephanus" n="138a"/><milestone unit="para" ed="P"/>τί δʼ; ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει.</p><p><milestone unit="para" ed="P"/>τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν ἐστιν ἢ μὴ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>μὴ σωφρονεῖν.</p><p><milestone unit="para" ed="P"/>τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>φημί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην.</p><p><milestone unit="para" ed="P"/>ἔοικεν.</p><p><milestone unit="para" ed="P"/>τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα;</p><p><milestone unit="para" ed="P"/>ναί. </p><p><milestone unit="section" resp="Stephanus" n="138b"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>ἔοικεν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>φαίνεται.</p><p><milestone unit="para" ed="P"/>καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν.</p><p><milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, ἔφη.</p><p><milestone unit="para" ed="P"/>καὶ πολιτικὴ ἄρα αὑτή ἐστιν.</p><p><milestone unit="para" ed="P"/>συνεδόκει.</p><p><milestone unit="para" ed="P"/>τί δὲ ὅταν εἷς ἀνὴρ ὀρθῶς πόλιν διοικῇ, ὄνομά γε τούτῳ οὐ τύραννός τε καὶ βασιλεύς;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν βασιλικῇ τε καὶ τυραννικῇ τέχνῃ διοικεῖ;</p><p><milestone unit="para" ed="P"/>οὕτως.</p><p><milestone unit="para" ed="P"/>καὶ αὗται ἄρʼ αἱ αὐταὶ τέχναι εἰσὶν ἐκείναις;</p><p><milestone unit="para" ed="P"/>φαίνονται.</p><p><milestone unit="section" resp="Stephanus" n="138c"/><milestone unit="para" ed="P"/>τί δʼ ὅταν εἷς ὢν ἀνὴρ οἰκίαν διοικῇ ὀρθῶς, τί ὄνομα τούτῳ ἐστίν; οὐκ οἰκονόμος τε καὶ δεσπότης;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ οὗτος δικαιοσύνῃ εὖ ἂν τὴν οἰκίαν διοικοῖ ἢ κἄλλῃ τινὶ τέχνῃ;</p><p><milestone unit="para" ed="P"/>δικαιοσύνῃ.</p><p><milestone unit="para" ed="P"/>ἔστιν ἄρα ταὐτόν, ὡς ἔοικε, βασιλεύς, τύραννος, πολιτικός, οἰκονόμος, δεσπότης, σώφρων, δίκαιος. καὶ μία τέχνη ἐστὶν βασιλική, τυραννική, πολιτική, δεσποτική, οἰκονομική, δικαιοσύνη, σωφροσύνη.</p><p><milestone unit="para" ed="P"/>φαίνεται, ἔφη, οὕτως. </p><p><milestone unit="section" resp="Stephanus" n="138d"/><milestone unit="para" ed="P"/>πότερον οὖν τῷ φιλοσόφῳ, ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθʼ ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν;</p><p><milestone unit="para" ed="P"/>πῶς δʼ οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι; </p><p><milestone unit="section" resp="Stephanus" n="138e"/><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλʼ αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει δή μοι.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="139"><p><milestone unit="para" ed="P"/>ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, <milestone n="139" unit="page"/><milestone unit="section" resp="Stephanus" n="139a"/> αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;</p><p><milestone unit="para" ed="P"/>δοκεῖ μοι.</p><p><milestone unit="para" ed="P"/>πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία.</p><p><milestone unit="para" ed="P"/>εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>