<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:162</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:162</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="162"><p><said who="#Κέφαλος" rend="merge"><said>ἐπειδὴ δέ φαμεν ἀληθῆ λέγειν, ἀνάγκη

<milestone n="162" unit="page"/><milestone unit="section" resp="Stephanus" n="162a"/>ἡμῖν φάναι καὶ ὄντα λέγειν.</said><said>ἀνάγκη.</said><said>ἔστιν ἄρα, ὡς ἔοικε, τὸ ἓν οὐκ ὄν· εἰ γὰρ μὴ ἔσται μὴ ὄν, ἀλλά πῃ τοῦ εἶναι ἀνήσει πρὸς τὸ μὴ εἶναι, εὐθὺς ἔσται ὄν.</said><said>παντάπασι μὲν οὖν.</said><said>δεῖ ἄρα αὐτὸ δεσμὸν ἔχειν τοῦ μὴ εἶναι τὸ εἶναι μὴ ὄν, εἰ μέλλει μὴ εἶναι, ὁμοίως ὥσπερ τὸ ὂν τὸ μὴ ὂν ἔχειν μὴ εἶναι, ἵνα τελέως αὖ <del>εἶναι</del> ᾖ· οὕτως γὰρ ἂν τό τε ὂν μάλιστʼ ἂν εἴη καὶ τὸ μὴ ὂν οὐκ ἂν εἴη, μετέχοντα τὸ μὲν ὂν οὐσίας τοῦ εἶναι ὄν, μὴ οὐσίας δὲ τοῦ <add>μὴ</add> εἶναι μὴ
<milestone unit="section" resp="Stephanus" n="162b"/>ὄν, εἰ μέλλει τελέως εἶναι, τὸ δὲ μὴ ὂν μὴ οὐσίας μὲν τοῦ μὴ εἶναι <del>μὴ</del> ὄν, οὐσίας δὲ τοῦ εἶναι μὴ ὄν, εἰ καὶ τὸ μὴ ὂν αὖ τελέως μὴ ἔσται.</said><said>ἀληθέστατα.</said><said>οὐκοῦν ἐπείπερ τῷ τε ὄντι τοῦ μὴ εἶναι καὶ τῷ μὴ ὄντι τοῦ εἶναι μέτεστι, καὶ τῷ ἑνί, ἐπειδὴ οὐκ ἔστι, τοῦ εἶναι ἀνάγκη μετεῖναι εἰς τὸ μὴ εἶναι.</said><said>ἀνάγκη.</said><said>καὶ οὐσία δὴ φαίνεται τῷ ἑνί, εἰ μὴ ἔστιν.</said><said>φαίνεται.</said><said>καὶ μὴ οὐσία ἄρα, εἴπερ μὴ ἔστιν.</said><said>πῶς δʼ οὔ;<milestone unit="para" ed="P"/>οἷόν τε οὖν τὸ ἔχον πως μὴ ἔχειν οὕτω, μὴ μεταβάλλον ἐκ ταύτης τῆς ἕξεως;</said><said>οὐχ οἷόν τε.</said><said>πᾶν ἄρα τὸ τοιοῦτον
<milestone unit="section" resp="Stephanus" n="162c"/>μεταβολὴν σημαίνει, ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχῃ.</said><said>πῶς δʼ οὔ;</said><said>μεταβολὴ δὲ κίνησις· ἢ τί φήσομεν;</said><said>κίνησις.</said><said>οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη;</said><said>ναί.</said><said>οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται.</said><said>ἔοικεν.</said><said>καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον.</said><said>κινδυνεύει.</said><said>ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδʼ ἂν μεθίσταιτό ποθέν ποι.</said><said>πῶς γάρ;</said><said>οὐκ ἄρα τῷ γε
<milestone unit="section" resp="Stephanus" n="162d"/>μεταβαίνειν κινοῖτʼ ἄν.</said><said>οὐ γάρ.</said><said>οὐδὲ μὴν ἐν τῷ αὐτῷ ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται. ὂν γὰρ ἐστὶ τὸ ταὐτόν· τὸ δὲ μὴ ὂν ἔν τῳ τῶν ὄντων ἀδύνατον εἶναι.</said><said>ἀδύνατον γάρ.</said><said>οὐκ ἄρα τὸ ἕν γε μὴ ὂν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνῳ ἐν ᾧ μὴ ἔστιν.</said><said>οὐ γὰρ οὖν.</said><said>οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὂν οὔτε τὸ μὴ ὄν· οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός.</said><said>ὀρθῶς.</said><said>εἰ δὲ μήτʼ ἀλλοιοῦται μήτε ἐν ταὐτῷ στρέφεται μήτε μεταβαίνει, ἆρʼ
<milestone unit="section" resp="Stephanus" n="162e"/>ἄν πῃ ἔτι κινοῖτο;</said><said>πῶς γάρ;</said><said>τό γε μὴν ἀκίνητον ἀνάγκη ἡσυχίαν ἄγειν, τὸ δὲ ἡσυχάζον ἑστάναι.</said><said>ἀνάγκη.</said><said>τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὐκ ὂν ἕστηκέ τε καὶ κινεῖται.</said><said>ἔοικεν.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>