<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:257-276</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:257-276</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="257"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="257"/><milestone unit="section" resp="Stephanus" n="257a"/><label>ΣΩ.</label> ἦ πολλὴν χάριν ὀφείλω σοι τῆς Θεαιτήτου γνωρίσεως, ὦ Θεόδωρε, ἅμα καὶ τῆς τοῦ ξένου.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τάχα δέ <del>γε</del>, ὦ Σώκρατες, ὀφειλήσεις ταύτης τριπλασίαν· ἐπειδὰν τόν τε πολιτικὸν ἀπεργάσωνταί σοι καὶ τὸν φιλόσοφον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· οὕτω τοῦτο, ὦ φίλε Θεόδωρε, φήσομεν ἀκηκοότες εἶναι τοῦ περὶ λογισμοὺς καὶ τὰ γεωμετρικὰ κρατίστου;</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="257b"/><label>ΘΕΟ.</label> πῶς, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν ἀνδρῶν ἕκαστον θέντος τῆς ἴσης ἀξίας, οἳ τῇ τιμῇ πλέον ἀλλήλων ἀφεστᾶσιν ἢ κατὰ τὴν ἀναλογίαν τὴν τῆς ὑμετέρας τέχνης.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> εὖ γε νὴ τὸν ἡμέτερον θεόν, ὦ Σώκρατες, τὸν Ἄμμωνα, καὶ δικαίως, καὶ πάνυ μὲν οὖν μνημονικῶς ἐπέπληξάς μοι τὸ περὶ τοὺς λογισμοὺς ἁμάρτημα. καὶ σὲ μὲν ἀντὶ τούτων εἰς αὖθις μέτειμι· σὺ δʼ ἡμῖν, ὦ ξένε, μηδαμῶς ἀποκάμῃς χαριζόμενος, ἀλλʼ ἑξῆς, εἴτε τὸν πολιτικὸν ἄνδρα <milestone unit="section" resp="Stephanus" n="257c"/> πρότερον εἴτε τὸν φιλόσοφον προαιρῇ, προελόμενος διέξελθε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταῦτʼ, ὦ Θεόδωρε, ποιητέον· ἐπείπερ ἅπαξ γε ἐγκεχειρήκαμεν, <del>καὶ</del> οὐκ ἀποστατέον πρὶν ἂν αὐτῶν πρὸς τὸ τέλος ἔλθωμεν. ἀλλὰ γὰρ περὶ Θεαιτήτου τοῦδε τί χρὴ δρᾶν με;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τοῦ πέρι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διαναπαύσωμεν αὐτὸν μεταλαβόντες αὐτοῦ τὸν συγγυμναστὴν τόνδε Σωκράτη; ἢ πῶς συμβουλεύεις;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καθάπερ εἶπες, μεταλάμβανε· νέω γὰρ ὄντε ῥᾷον οἴσετον πάντα πόνον ἀναπαυομένω.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="257d"/><label>ΣΩ.</label> καὶ μὴν κινδυνεύετον, ὦ ξένε, ἄμφω ποθὲν ἐμοὶ συγγένειαν ἔχειν τινά.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="258"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τὸν μέν γε οὖν ὑμεῖς κατὰ τὴν τοῦ προσώπου φύσιν ὅμοιον ἐμοὶ φαίνεσθαί φατε, τοῦ δʼ ἡμῖν ἡ <milestone unit="page" resp="Stephanus" n="258"/> <milestone unit="section" resp="Stephanus" n="258a"/>  κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα. δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν. Θεαιτήτῳ μὲν οὖν αὐτός τε συνέμειξα χθὲς διὰ λόγων καὶ νῦν ἀκήκοα ἀποκρινομένου, Σωκράτους δὲ οὐδέτερα· δεῖ δὲ σκέψασθαι καὶ τοῦτον. ἐμοὶ μὲν οὖν εἰς αὖθις, σοὶ δὲ νῦν ἀποκρινέσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταῦτʼ ἔσται. ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συγχωρεῖς οὖν οἷς λέγει;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="258b"/><label>ΞΕ.</label> οὐ τὰ σὰ κωλύειν φαίνεται, δεῖ δὲ ἴσως ἔτι ἧττον τἀμὰ διακωλύειν. ἀλλὰ δὴ μετὰ τὸν σοφιστὴν ἀναγκαῖον, ὡς ἐμοὶ φαίνεται, πολιτικὸν <del>τὸν ἄνδρα</del> διαζητεῖν νῷν· καί μοι λέγε πότερον τῶν ἐπιστημόνων τινʼ ἡμῖν καὶ τοῦτον θετέον, ἢ πῶς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τάχʼ ἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="258c"/><label>ΞΕ.</label> κατʼ ἄλλο.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικέν γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν οὖν πολιτικὴν ἀτραπὸν πῇ τις ἀνευρήσει; δεῖ γὰρ αὐτὴν ἀνευρεῖν, καὶ χωρὶς ἀφελόντας ἀπὸ τῶν ἄλλων ἰδέαν αὐτῇ μίαν ἐπισφραγίσασθαι, καὶ ταῖς ἄλλαις ἐκτροπαῖς ἓν ἄλλο εἶδος ἐπισημηναμένους πάσας τὰς ἐπιστήμας ὡς οὔσας δύο εἴδη διανοηθῆναι τὴν ψυχὴν ἡμῶν ποιῆσαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τοῦτʼ ἤδη σὸν οἶμαι τὸ ἔργον, ὦ ξένε, ἀλλʼ οὐκ ἐμὸν γίγνεται.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="258d"/><label>ΞΕ.</label> δεῖ γε μήν, ὦ Σώκρατες, αὐτὸ εἶναι καὶ σόν, ὅταν ἐμφανὲς ἡμῖν γένηται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς εἶπες.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν οὐκ ἀριθμητικὴ μὲν καί τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι ψιλαὶ τῶν πράξεών εἰσι, τὸ δὲ γνῶναι παρέσχοντο μόνον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστιν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> αἱ δέ γε περὶ τεκτονικὴν αὖ καὶ σύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν σύμφυτον τὴν <milestone unit="section" resp="Stephanus" n="258e"/> ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπʼ αὐτῶν σώματα πρότερον οὐκ ὄντα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστω σοι ταῦθʼ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτʼ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη; μᾶλλον δέ μοι δεῦρο ἕπου.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῇ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="259"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="259"/><milestone unit="section" resp="Stephanus" n="259a"/><label>ΞΕ.</label> τῇδε. εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός, ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φήσομεν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="259b"/><label>ΞΕ.</label> ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δίκαιον γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="259c"/><label>ΞΕ.</label> οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ <milestone unit="section" resp="Stephanus" n="259d"/> ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φράζε ποίαν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="259e"/><label>ΞΕ.</label> τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὕτως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="260"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="260"/><milestone unit="section" resp="Stephanus" n="260a"/><label>ΞΕ.</label> δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος ἔχειν μηδʼ ἀπηλλάχθαι, καθάπερ ὁ λογιστὴς ἀπήλλακτο, προστάττειν δὲ ἑκάστοις τῶν ἐργατῶν τό γε πρόσφορον ἕως ἂν ἀπεργάσωνται τὸ προσταχθέν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν γνωστικαὶ μὲν αἵ τε τοιαῦται σύμπασαι καὶ ὁπόσαι συνέπονται τῇ λογιστικῇ, κρίσει δὲ καὶ ἐπιτάξει <milestone unit="section" resp="Stephanus" n="260b"/> διαφέρετον ἀλλήλοιν τούτω τὼ γένη;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεσθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν συμπάσης τῆς γνωστικῆς εἰ τὸ μὲν ἐπιτακτικὸν μέρος, τὸ δὲ κριτικὸν διαιρούμενοι προσείποιμεν, ἐμμελῶς ἂν φαῖμεν διῃρῆσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κατά γε τὴν ἐμὴν δόξαν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τοῖς γε κοινῇ τι πράττουσιν ἀγαπητὸν ὁμονοεῖν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτου τοίνυν μέχριπερ ἂν αὐτοὶ κοινωνῶμεν, ἐατέον τά γε τῶν ἄλλων δοξάσματα χαίρειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="260c"/><label>ΞΕ.</label> φέρε δή, τούτοιν τοῖν τέχναιν ἡμῖν τὸν βασιλικὸν ἐν ποτέρᾳ θετέον; ἆρʼ ἐν τῇ κριτικῇ, καθάπερ τινὰ θεατήν, ἢ μᾶλλον τῆς ἐπιτακτικῆς ὡς ὄντα αὐτὸν τέχνης θήσομεν, δεσπόζοντά γε;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὐ μᾶλλον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἐπιτακτικὴν δὴ τέχνην πάλιν ἂν εἴη θεατέον εἴ πῃ διέστηκεν. καί μοι δοκεῖ τῇδέ πῃ, καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης, καὶ <milestone unit="section" resp="Stephanus" n="260d"/> τὸ βασιλικὸν γένος ἔοικεν ἀπὸ τοῦ τῶν κηρύκων γένους ἀφωρίσθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσι πάλιν οἱ κάπηλοι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸ κηρυκικὸν φῦλον ἐπιταχθέντʼ ἀλλότρια νοήματα παραδεχόμενον αὐτὸ δεύτερον ἐπιτάττει πάλιν ἑτέροις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; εἰς ταὐτὸν μείξομεν βασιλικὴν ἑρμηνευτικῇ, <milestone unit="section" resp="Stephanus" n="260e"/> κελευστικῇ, μαντικῇ, κηρυκικῇ, καὶ πολλαῖς ἑτέραις τούτων τέχναις συγγενέσιν, αἳ σύμπασαι τό γʼ ἐπιτάττειν ἔχουσιν; ἢ βούλει, καθάπερ ᾐκάζομεν νυνδή, καὶ τοὔνομα παρεικάσωμεν, ἐπειδὴ καὶ σχεδὸν ἀνώνυμον ὂν τυγχάνει τὸ τῶν αὐτεπιτακτῶν γένος, καὶ ταύτῃ ταῦτα διελώμεθα, τὸ μὲν τῶν βασιλέων γένος εἰς τὴν αὐτεπιτακτικὴν θέντες, τοῦ δὲ ἄλλου παντὸς ἀμελήσαντες, ὄνομα ἕτερον αὐτοῖς παραχωρήσαντες θέσθαι τινά; τοῦ γὰρ ἄρχοντος ἕνεκα ἡμῖν ἡ μέθοδος ἦν <milestone unit="page" resp="Stephanus" n="261"/> <milestone unit="section" resp="Stephanus" n="261a"/>  ἀλλʼ οὐχὶ τοῦ ἐναντίου.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="261"><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα, τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν φαινόμεθα ἔχειν· ἀλλʼ ἐπακολουθῶν σύντεμνε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει <milestone unit="section" resp="Stephanus" n="261b"/> προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τά γε γιγνόμενα πάντα δίχα διαλαβεῖν οὐ παντάπασι χαλεπόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ μὲν ἄψυχα αὐτῶν ἐστί που συμπάντων, τὰ δʼ ἔμψυχα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτοις δέ γε αὐτοῖς τὸ τοῦ γνωστικοῦ μέρος ἐπιτακτικὸν ὄν, εἴπερ βουλόμεθα τέμνειν, τεμοῦμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κατὰ τί;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἐπὶ ταῖς τῶν ἀψύχων γενέσεσιν αὐτοῦ τάττοντες, <milestone unit="section" resp="Stephanus" n="261c"/> τὸ δʼ ἐπὶ <add>ταῖς</add> τῶν ἐμψύχων· καὶ πᾶν οὕτως ἤδη διαιρήσεται δίχα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν. οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς <milestone unit="section" resp="Stephanus" n="261d"/> ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεταί γε δὴ ῥηθὲν νῦν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="261e"/><label>ΞΕ.</label> πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="262"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς γε, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον· τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ <milestone unit="page" resp="Stephanus" n="262"/> <milestone unit="section" resp="Stephanus" n="262a"/>  τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> προθυμήσομαι. καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι· μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ <milestone unit="section" resp="Stephanus" n="262b"/> ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς· ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω. κάλλιστον μὲν γὰρ ἀπὸ τῶν ἄλλων εὐθὺς διαχωρίζειν τὸ ζητούμενον, ἂν ὀρθῶς ἔχῃ, καθάπερ ὀλίγον σὺ πρότερον οἰηθεὶς ἔχειν τὴν διαίρεσιν ἐπέσπευσας τὸν λόγον, ἰδὼν ἐπʼ ἀνθρώπους πορευόμενον· ἀλλὰ γάρ, ὦ φίλε, λεπτουργεῖν οὐκ ἀσφαλές, διὰ μέσων δὲ ἀσφαλέστερον ἰέναι τέμνοντας, καὶ μᾶλλον ἰδέαις ἄν τις προστυγχάνοι. τοῦτο δὲ διαφέρει τὸ <milestone unit="section" resp="Stephanus" n="262c"/> πᾶν πρὸς τὰς ζητήσεις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς, ὦ ξένε, λέγεις τοῦτο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πειρατέον ἔτι σαφέστερον φράζειν εὐνοίᾳ τῆς σῆς φύσεως, ὦ Σώκρατες. ἐν τῷ μὲν οὖν παρεστηκότι τὰ νῦν δηλῶσαι μηδὲν ἐνδεῶς ἀδύνατον· ἐπιχειρητέον δέ τι καὶ σμικρῷ πλέον αὐτὸ προαγαγεῖν εἰς τὸ πρόσθεν σαφηνείας ἕνεκα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα <milestone unit="section" resp="Stephanus" n="262d"/> διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς, σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν· ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατʼ εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, <milestone unit="section" resp="Stephanus" n="262e"/> ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτʼ ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι. κάλλιον δέ που καὶ μᾶλλον κατʼ εἴδη καὶ δίχα διαιροῖτʼ ἄν, εἰ τὸν μὲν ἀριθμὸν ἀρτίῳ καὶ περιττῷ τις τέμνοι, τὸ δὲ αὖ τῶν ἀνθρώπων γένος ἄρρενι καὶ θήλει, Λυδοὺς δὲ ἢ Φρύγας ἤ τινας ἑτέρους πρὸς ἅπαντας τάττων ἀποσχίζοι τότε, ἡνίκα ἀποροῖ γένος ἅμα καὶ μέρος εὑρίσκειν <milestone unit="page" resp="Stephanus" n="263"/> <milestone unit="section" resp="Stephanus" n="263a"/>  ἑκάτερον τῶν σχισθέντων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="263"><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθότατα· ἀλλὰ γὰρ τοῦτο αὐτό, ὦ ξένε, πῶς ἄν τις γένος καὶ μέρος ἐναργέστερον γνοίη, ὡς οὐ ταὐτόν ἐστον ἀλλʼ ἕτερον ἀλλήλοιν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ βέλτιστε ἀνδρῶν, οὐ φαῦλον προστάττεις, Σώκρατες. ἡμεῖς μὲν καὶ νῦν μακροτέραν τοῦ δέοντος ἀπὸ τοῦ προτεθέντος λόγου πεπλανήμεθα, σὺ δὲ ἔτι πλέον ἡμᾶς κελεύεις πλανηθῆναι. νῦν μὲν οὖν, ὥσπερ εἰκός, ἐπανίωμεν <milestone unit="section" resp="Stephanus" n="263b"/> πάλιν· ταῦτα δὲ εἰς αὖθις κατὰ σχολὴν καθάπερ ἰχνεύοντες μέτιμεν. οὐ μὴν ἀλλὰ τοῦτό γε αὖ παντάπασιν φύλαξαι, μή ποτε παρʼ ἐμοῦ δόξῃς αὐτὸ ἐναργῶς διωρισμένον ἀκηκοέναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶδός τε καὶ μέρος ἕτερον ἀλλήλων εἶναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς εἶδος μὲν ὅταν ᾖ του, καὶ μέρος αὐτὸ ἀναγκαῖον εἶναι τοῦ πράγματος ὅτουπερ ἂν εἶδος λέγηται· μέρος δὲ εἶδος οὐδεμία ἀνάγκη. ταύτῃ με ἢ ʼκείνῃ μᾶλλον, ὦ Σώκρατες, ἀεὶ φάθι λέγειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ταῦτʼ ἔσται.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263c"/><label>ΞΕ.</label> φράσον δή μοι τὸ μετὰ τοῦτο.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς ἀποπλανήσεως ὁπόθεν ἡμᾶς δεῦρʼ ἤγαγεν. οἶμαι μὲν γὰρ μάλιστα, ὅθεν ἐρωτηθεὶς σὺ τὴν ἀγελαιοτροφίαν ὅπῃ διαιρετέον εἶπες μάλα προθύμως δύʼ εἶναι ζῴων γένη, τὸ μὲν ἀνθρώπινον, ἕτερον δὲ τῶν ἄλλων συμπάντων θηρίων ἕν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ἔμοιγε δὴ τότʼ ἐφάνης μέρος ἀφαιρῶν ἡγεῖσθαι καταλιπεῖν τὸ λοιπὸν αὖ πάντων γένος ἕν, ὅτι πᾶσι ταὐτὸν <milestone unit="section" resp="Stephanus" n="263d"/> ἐπονομάζειν ἔσχες ὄνομα, θηρία καλέσας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἦν καὶ ταῦτα οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε, ὦ πάντων ἀνδρειότατε, τάχʼ ἄν, εἴ που φρόνιμόν ἐστί τι ζῷον ἕτερον, οἷον δοκεῖ τὸ τῶν γεράνων, ἤ τι τοιοῦτον ἄλλο, ὃ κατὰ ταὐτὰ ἴσως διονομάζει καθάπερ καὶ σύ, γεράνους μὲν ἓν γένος ἀντιτιθὲν τοῖς ἄλλοις ζῴοις καὶ σεμνῦνον αὐτὸ ἑαυτό, τὰ δὲ ἄλλα μετὰ τῶν ἀνθρώπων συλλαβὸν εἰς ταὐτὸ οὐδὲν ἄλλο πλὴν ἴσως θηρία προσείποι. <milestone unit="section" resp="Stephanus" n="263e"/> πειραθῶμεν οὖν ἡμεῖς ἐξευλαβεῖσθαι πάνθʼ ὁπόσα τοιαῦτα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ πᾶν τὸ τῶν ζῴων γένος διαιρούμενοι, ἵνα ἧττον αὐτὰ πάσχωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδὲν γὰρ δεῖ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ οὖν καὶ τότε ἡμαρτάνετο ταύτῃ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς γνωστικῆς ὅσον ἐπιτακτικὸν ἡμῖν μέρος ἦν που τοῦ ζῳοτροφικοῦ γένους, ἀγελαίων μὴν ζῴων. ἦ γάρ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="264"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="264"/><milestone unit="section" resp="Stephanus" n="264a"/><label>ΞΕ.</label> διῄρητο τοίνυν ἤδη καὶ τότε σύμπαν τὸ ζῷον τῷ τιθασῷ καὶ ἀγρίῳ. τὰ μὲν γὰρ ἔχοντα τιθασεύεσθαι φύσιν ἥμερα προσείρηται, τὰ δὲ μὴ ʼθέλοντα ἄγρια.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἣν δέ γε θηρεύομεν ἐπιστήμην, ἐν τοῖς ἡμέροις ἦν τε καὶ ἔστιν, ἐπὶ τοῖς ἀγελαίοις μὴν ζητητέα θρέμμασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν διαιρώμεθα ὥσπερ τότε πρὸς ἅπαντα ἀποβλέψαντες, μηδὲ σπεύσαντες, ἵνα δὴ ταχὺ γενώμεθα <milestone unit="section" resp="Stephanus" n="264b"/> πρὸς τῇ πολιτικῇ. πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταῦτʼ ἔστω. πάλιν δʼ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν· ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει. καί μοι φράζε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε, εἴ τινων πολλάκις ἄρα διακήκοας· οὐ γὰρ δὴ <milestone unit="section" resp="Stephanus" n="264c"/> προστυχής γε αὐτὸς οἶδʼ ὅτι γέγονας ταῖς ἐν τῷ Νείλῳ τιθασείαις τῶν ἰχθύων καὶ τῶν ἐν ταῖς βασιλικαῖς λίμναις. ἐν μὲν γὰρ κρήναις τάχʼ ἂν ἴσως εἴης ᾐσθημένος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν καὶ ταῦτα τεθέαμαι κἀκεῖνα πολλῶν ἀκήκοα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν χηνοβωτίας γε καὶ γερανοβωτίας, εἰ καὶ μὴ πεπλάνησαι περὶ τὰ Θετταλικὰ πεδία, πέπυσαι γοῦν καὶ πιστεύεις εἶναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="264d"/><label>ΞΕ.</label> τοῦδʼ ἕνεκά τοι πάντα ἠρώτησα ταῦτα, διότι τῆς τῶν ἀγελαίων τροφῆς ἔστι μὲν ἔνυδρον, ἔστι δὲ καὶ ξηροβατικόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν καὶ σοὶ συνδοκεῖ ταύτῃ δεῖν διχάζειν τὴν κοινοτροφικὴν ἐπιστήμην, ἐφʼ ἑκατέρῳ τούτων τὸ μέρος αὐτῆς ἐπινέμοντας ἑκάτερον, τὸ μὲν ἕτερον ὑγροτροφικὸν ὀνομάζοντας, τὸ δʼ ἕτερον ξηροτροφικόν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔμοιγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καὶ τὸ βασιλικὸν οὕτως οὐ ζητήσομεν <milestone unit="section" resp="Stephanus" n="264e"/> ὁποτέρας ἐστὶ τῆς τέχνης· δῆλον <del>δὴ</del> γὰρ παντί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶς μὲν δὴ τό γε ξηροτροφικὸν τῆς ἀγελαιοτροφίας διέλοιτʼ ἂν φῦλον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ πτηνῷ τε καὶ πεζῷ διορισάμενος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ πολιτικὸν ἦ περὶ τὸ πεζὸν ζητητέον; ἢ οὐκ οἴει καὶ τὸν ἀφρονέστατον ὡς ἔπος εἰπεῖν δοξάζειν οὕτως;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔγωγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ πεζονομικήν, καθάπερ ἄρτι τὸν ἀριθμόν, δεῖ τεμνομένην δίχα ἀποφαίνειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="265"/><milestone unit="section" resp="Stephanus" n="265a"/><label>ΞΕ.</label> καὶ μὴν ἐφʼ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπʼ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτʼ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν. ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δέ; ἀμφοτέρας ἀδύνατον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἅμα γʼ, ὦ θαυμαστέ· ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265b"/><label>ΝΕ. ΣΩ.</label> ἐν μέρει τοίνυν ἔγωγε ἀμφοτέρας αἱροῦμαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ῥᾴδιον, ἐπειδὴ τὸ λοιπὸν βραχύ· κατʼ ἀρχὰς μὴν καὶ μεσοῦσιν ἅμα τῆς πορείας χαλεπὸν ἂν ἦν ἡμῖν τὸ πρόσταγμα. νῦν δʼ, ἐπειδὴ δοκεῖ ταύτῃ, τὴν μακροτέραν πρότερον ἴωμεν· νεαλέστεροι γὰρ ὄντες ῥᾷον αὐτὴν πορευσόμεθα. τὴν δὲ δὴ διαίρεσιν ὅρα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ πεζὰ ἡμῖν τῶν ἡμέρων, ὅσαπερ ἀγελαῖα, διῃρημένα ἐστὶ φύσει δίχα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ τῶν μὲν τὴν γένεσιν ἄκερων εἶναι, τῶν δὲ κερασφόρον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265c"/><label>ΝΕ. ΣΩ.</label> φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ πεζονομικὴν διελὼν ἀπόδος ἑκατέρῳ τῷ μέρει λόγῳ χρώμενος. ἂν γὰρ ὀνομάζειν αὐτὰ βουληθῇς, ἔσται σοι περιπεπλεγμένον μᾶλλον τοῦ δέοντος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς οὖν χρὴ λέγειν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧδε· τῆς πεζονομικῆς ἐπιστήμης δίχα διαιρεθείσης τὸ μόριον θάτερον ἐπὶ τῷ κερασφόρῳ μέρει τῷ τῆς ἀγέλης ἐπιτετάχθαι, τὸ δὲ ἕτερον ἐπὶ τῷ τῆς ἀκεράτου.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265d"/><label>ΝΕ. ΣΩ.</label> ταῦτʼ ἔστω ταύτῃ λεχθέντα· πάντως γὰρ ἱκανῶς δεδήλωται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὐ δῆλος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ; μανθάνεις γάρ που.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="265e"/><label>ΞΕ.</label> ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; ὁ πολιτικὸς ἄρʼ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον ὅτι τῆς ἀμείκτου.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δεῖ γὰρ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="266"/><milestone unit="section" resp="Stephanus" n="266a"/><label>ΞΕ.</label> καὶ μὴν τό γε ζῷον, ὅσον ἥμερον καὶ ἀγελαῖον, σχεδὸν πλὴν γενοῖν δυοῖν πᾶν ἤδη κατακεκερμάτισται. τὸ γὰρ τῶν κυνῶν οὐκ ἐπάξιον καταριθμεῖν γένος ὡς ἐν ἀγελαίοις θρέμμασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐ γὰρ οὖν. ἀλλὰ τίνι δὴ τὼ δύο διαιροῦμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧιπερ καὶ δίκαιόν γε Θεαίτητόν τε καὶ σὲ διανέμειν, ἐπειδὴ καὶ γεωμετρίας ἅπτεσθον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τῷ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇ διαμέτρῳ δήπου καὶ πάλιν τῇ τῆς διαμέτρου διαμέτρῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς εἶπες;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="266b"/><label>ΞΕ.</label> ἡ φύσις, ἣν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων κέκτηται, μῶν ἄλλως πως εἰς τὴν πορείαν πέφυκεν ἢ καθάπερ ἡ διάμετρος ἡ δυνάμει δίπους;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ ἄλλως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἥ γε τοῦ λοιποῦ γένους πάλιν ἐστὶ κατὰ δύναμιν αὖ τῆς ἡμετέρας δυνάμεως διάμετρος, εἴπερ δυοῖν γέ ἐστι ποδοῖν δὶς πεφυκυῖα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὐκ ἔστι; καὶ δὴ καὶ σχεδὸν ὃ βούλει δηλοῦν μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρὸς δὴ τούτοις ἕτερον αὖ τι τῶν πρὸς γέλωτα <milestone unit="section" resp="Stephanus" n="266c"/> εὐδοκιμησάντων ἄν, ὦ Σώκρατες, ἆρα καθορῶμεν ἡμῖν γεγονὸς ἐν τοῖς διῃρημένοις;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τἀνθρώπινον ἡμῶν ἅμα γένος συνειληχὸς καὶ συνδεδραμηκὸς γένει τῷ τῶν ὄντων γενναιοτάτῳ καὶ ἅμα εὐχερεστάτῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καθορῶ καὶ μάλʼ ἀτόπως συμβαῖνον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐκ εἰκὸς ὕστατα ἀφικνεῖσθαι τὰ βραδύτατα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί, τοῦτό γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε δὲ οὐκ ἐννοοῦμεν, ὡς ἔτι γελοιότερος ὁ βασιλεὺς φαίνεται μετὰ τῆς ἀγέλης συνδιαθέων καὶ σύνδρομα <milestone unit="section" resp="Stephanus" n="266d"/> πεπορευμένος τῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν γάρ, ὦ Σώκρατες, ἐκεῖνό ἐστι καταφανὲς μᾶλλον τὸ ῥηθὲν τότʼ ἐν τῇ περὶ τὸν σοφιστὴν ζητήσει.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι τῇ τοιᾷδε μεθόδῳ τῶν λόγων οὔτε σεμνοτέρου μᾶλλον ἐμέλησεν ἢ μή, τόν τε σμικρότερον οὐδὲν ἠτίμακε πρὸ τοῦ μείζονος, ἀεὶ δὲ καθʼ αὑτὴν περαίνει τἀληθέστατον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν μετὰ τοῦτο, ἵνα μή με φθῇς ἐρωτήσας τὴν <milestone unit="section" resp="Stephanus" n="266e"/> βραχυτέραν ὁδὸν ἥτις τότε ἦν ἐπὶ τὸν τοῦ βασιλέως ὅρον, αὐτός σοι πρότερον ἔλθω;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω δὴ δεῖν τότε εὐθὺς τὸ πεζὸν τῷ δίποδι πρὸς τὸ τετράπουν γένος διανεῖμαι, κατιδόντα δὲ τἀνθρώπινον ἔτι μόνῳ τῷ πτηνῷ συνειληχὸς τὴν δίποδα ἀγέλην πάλιν τῷ ψιλῷ καὶ τῷ πτεροφυεῖ τέμνειν, τμηθείσης δὲ αὐτῆς καὶ τότʼ ἤδη τῆς ἀνθρωπονομικῆς δηλωθείσης τέχνης, φέροντα τὸν πολιτικὸν καὶ βασιλικὸν οἷον ἡνίοχον εἰς αὐτὴν ἐνστήσαντα, παραδοῦναι τὰς τῆς πόλεως ἡνίας ὡς οἰκείας καὶ αὐτῷ ταύτης οὔσης τῆς ἐπιστήμης.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="267"><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="267"/><milestone unit="section" resp="Stephanus" n="267a"/><label>ΝΕ. ΣΩ.</label> καλῶς καὶ καθαπερεὶ χρέος ἀπέδωκάς μοι τὸν λόγον, προσθεὶς τὴν ἐκτροπὴν οἷον τόκον καὶ ἀναπληρώσας αὐτόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φέρε δὴ καὶ συνείρωμεν ἐπανελθόντες ἐπὶ τὴν ἀρχὴν μέχρι τῆς τελευτῆς τὸν λόγον τοῦ ὀνόματος τῆς τοῦ πολιτικοῦ τέχνης.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς γνωστικῆς τοίνυν ἐπιστήμης ἡμῖν ἦν κατʼ ἀρχὰς μέρος ἐπιτακτικόν· τούτου δὲ ἀπεικασθὲν τὸ μόριον αὐτεπιτακτικὸν <milestone unit="section" resp="Stephanus" n="267b"/> ἐρρήθη. ζῳοτροφικὴ δὲ πάλιν αὐτεπιτακτικῆς οὐ τὸ σμικρότατον τῶν γενῶν ἀπεσχίζετο· καὶ ζῳοτροφικῆς εἶδος ἀγελαιοτροφικόν, ἀγελαιοτροφικοῦ δʼ αὖ πεζονομικόν· τοῦ δὲ πεζονομικοῦ μάλιστα ἀπετέμνετο τέχνη τῆς ἀκεράτου φύσεως θρεπτική. ταύτης δʼ αὖ τὸ μέρος οὐκ ἔλαττον τριπλοῦν συμπλέκειν ἀναγκαῖον, ἂν εἰς ἕν τις αὐτὸ ὄνομα συναγαγεῖν βουληθῇ, γενέσεως ἀμείκτου νομευτικὴν ἐπιστήμην προσαγορεύων. <milestone unit="section" resp="Stephanus" n="267c"/> τὸ δʼ ἀπὸ τούτου τμῆμα, ἐπὶ ποίμνῃ δίποδι μέρος ἀνθρωπονομικὸν ἔτι λειφθὲν μόνον, τοῦτʼ αὐτό ἐστιν ἤδη τὸ ζητηθέν, ἅμα βασιλικὸν ταὐτὸν κληθὲν καὶ πολιτικόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρά γʼ, ὦ Σώκρατες, ἀληθῶς ἡμῖν τοῦτο καθάπερ σὺ νῦν εἴρηκας οὕτως ἐστὶ καὶ πεπραγμένον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ παντάπασιν ἱκανῶς εἰρῆσθαι τὸ προτεθέν; ἢ τοῦτʼ αὐτὸ καὶ μάλιστα ἡ ζήτησις ἐλλείπει, τὸ τὸν λόγον <milestone unit="section" resp="Stephanus" n="267d"/> εἰρῆσθαι μέν πως, οὐ μὴν παντάπασί γε τελέως ἀπειργάσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς εἶπες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐγὼ νῷν πειράσομαι τοῦτʼ αὐτὸ ὃ διανοοῦμαι νῦν ἔτι μᾶλλον δηλῶσαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγοις ἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τῶν νομευτικῶν ἡμῖν πολλῶν φανεισῶν ἄρτι τεχνῶν μία τις ἦν ἡ πολιτικὴ καὶ μιᾶς τινος ἀγέλης ἐπιμέλεια;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην δέ γε διώριζεν ὁ λόγος οὐχ ἵππων εἶναι τροφὸν οὐδʼ ἄλλων θηρίων, ἀλλʼ ἀνθρώπων κοινοτροφικὴν ἐπιστήμην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="267e"/><label>ΞΕ.</label> τὸ δὴ τῶν νομέων πάντων διάφορον καὶ τὸ τῶν βασιλέων θεασώμεθα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴ τις τῶν ἄλλων τῳ, τέχνης ἄλλης ὄνομα ἔχων, κοινῇ τῆς ἀγέλης σύντροφος εἶναί φησι καὶ προσποιεῖται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς φῄς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="268"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἷον οἱ ἔμποροι καὶ γεωργοὶ καὶ σιτουργοὶ πάντες, καὶ πρὸς τούτοις γυμνασταὶ καὶ τὸ τῶν ἰατρῶν γένος, οἶσθʼ ὅτι τοῖς περὶ τὰ ἀνθρώπινα νομεῦσιν, οὓς πολιτικοὺς ἐκαλέσαμεν, <milestone unit="page" resp="Stephanus" n="268"/> <milestone unit="section" resp="Stephanus" n="268a"/>  παντάπασι τῷ λόγῳ διαμάχοιντʼ ἂν οὗτοι σύμπαντες, ὡς σφεῖς τῆς τροφῆς ἐπιμελοῦνται τῆς ἀνθρωπίνης, οὐ μόνον ἀγελαίων ἀνθρώπων ἀλλὰ καὶ τῆς τῶν ἀρχόντων αὐτῶν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν ὀρθῶς ἂν λέγοιεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴσως. καὶ τοῦτο μὲν ἐπισκεψόμεθα, τόδε δὲ ἴσμεν, ὅτι βουκόλῳ γε οὐδεὶς ἀμφισβητήσει περὶ τούτων οὐδενός, ἀλλʼ αὐτὸς τῆς ἀγέλης τροφὸς ὁ βουφορβός, αὐτὸς ἰατρός, αὐτὸς οἷον νυμφευτὴς καὶ περὶ τοὺς τῶν γιγνομένων τόκους <milestone unit="section" resp="Stephanus" n="268b"/> καὶ λοχείας μόνος ἐπιστήμων τῆς μαιευτικῆς. ἔτι τοίνυν παιδιᾶς καὶ μουσικῆς ἐφʼ ὅσον αὐτοῦ τὰ θρέμματα φύσει μετείληφεν, οὐκ ἄλλος κρείττων παραμυθεῖσθαι καὶ κηλῶν πραΰνειν, μετά τε ὀργάνων καὶ ψιλῷ τῷ στόματι τὴν τῆς αὑτοῦ ποίμνης ἄριστα μεταχειριζόμενος μουσικήν. καὶ δὴ καὶ τῶν ἄλλων πέρι νομέων ὁ αὐτὸς τρόπος. ἦ γάρ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἡμῖν ὁ λόγος ὀρθὸς φανεῖται καὶ ἀκέραιος <milestone unit="section" resp="Stephanus" n="268c"/> ὁ περὶ τοῦ βασιλέως, ὅταν αὐτὸν νομέα καὶ τροφὸν ἀγέλης ἀνθρωπίνης θῶμεν μόνον ἐκκρίνοντες μυρίων ἄλλων ἀμφισβητούντων;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ὀρθῶς ὀλίγον ἔμπροσθεν ἐφοβήθημεν ὑποπτεύσαντες μὴ λέγοντες μέν τι τυγχάνοιμεν σχῆμα βασιλικόν, οὐ μὴν ἀπειργασμένοι γε εἶμέν πω διʼ ἀκριβείας τὸν πολιτικόν, ἕως ἂν τοὺς περικεχυμένους αὐτῷ καὶ τῆς συννομῆς αὐτῷ ἀντιποιουμένους περιελόντες καὶ χωρίσαντες ἀπʼ ἐκείνων καθαρὸν μόνον αὐτὸν ἀποφήνωμεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="268d"/><label>ΝΕ. ΣΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο τοίνυν, ὦ Σώκρατες, ἡμῖν ποιητέον, εἰ μὴ μέλλομεν ἐπὶ τῷ τέλει καταισχῦναι τὸν λόγον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀλλὰ μὴν οὐδαμῶς τοῦτό γε δραστέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάλιν τοίνυν ἐξ ἄλλης ἀρχῆς δεῖ καθʼ ἑτέραν ὁδὸν πορευθῆναί τινα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίαν δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν παιδιὰν ἐγκερασαμένους· συχνῷ γὰρ μέρει δεῖ μεγάλου μύθου προσχρήσασθαι, καὶ τὸ λοιπὸν δή, καθάπερ <milestone unit="section" resp="Stephanus" n="268e"/> ἐν τοῖς πρόσθεν, μέρος ἀεὶ μέρους ἀφαιρουμένους ἐπʼ ἄκρον ἀφικνεῖσθαι τὸ ζητούμενον. οὐκοῦν χρή;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ δὴ τῷ μύθῳ μου πάνυ πρόσεχε τὸν νοῦν, καθάπερ οἱ παῖδες· πάντως οὐ πολλὰ ἐκφεύγεις παιδιὰς ἔτη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγοις ἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἦν τοίνυν καὶ ἔτι ἔσται τῶν πάλαι λεχθέντων πολλά τε ἄλλα καὶ δὴ καὶ τὸ περὶ τὴν Ἀτρέως τε καὶ Θυέστου λεχθεῖσαν ἔριν φάσμα. ἀκήκοας γάρ που καὶ ἀπομνημονεύεις ὅ φασι γενέσθαι τότε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ περὶ τῆς χρυσῆς ἀρνὸς ἴσως σημεῖον φράζεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="269"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="269"/><milestone unit="section" resp="Stephanus" n="269a"/><label>ΞΕ.</label> οὐδαμῶς, ἀλλὰ τὸ περὶ τῆς μεταβολῆς δύσεώς τε καὶ ἀνατολῆς ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα ὅθεν μὲν ἀνατέλλει νῦν εἰς τοῦτον τότε τὸν τόπον ἐδύετο, ἀνέτελλε δʼ ἐκ τοῦ ἐναντίου, τότε δὲ δὴ μαρτυρήσας ἄρα ὁ θεὸς Ἀτρεῖ μετέβαλεν αὐτὸ ἐπὶ τὸ νῦν σχῆμα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγεται γὰρ οὖν δὴ καὶ τοῦτο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ καὶ τήν γε βασιλείαν ἣν ἦρξε Κρόνος πολλῶν ἀκηκόαμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="269b"/><label>ΝΕ. ΣΩ.</label> πλείστων μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ τοὺς ἔμπροσθεν φύεσθαι γηγενεῖς καὶ μὴ ἐξ ἀλλήλων γεννᾶσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ τοῦτο ἓν τῶν πάλαι λεχθέντων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταῦτα τοίνυν ἔστι μὲν σύμπαντα ἐκ ταὐτοῦ πάθους, καὶ πρὸς τούτοις ἕτερα μυρία καὶ τούτων ἔτι θαυμαστότερα, διὰ δὲ χρόνου πλῆθος τὰ μὲν αὐτῶν ἀπέσβηκε, τὰ δὲ διεσπαρμένα εἴρηται χωρὶς ἕκαστα ἀπʼ ἀλλήλων. ὃ δʼ ἐστὶν πᾶσι <milestone unit="section" resp="Stephanus" n="269c"/> τούτοις αἴτιον τὸ πάθος οὐδεὶς εἴρηκεν, νῦν δὲ δὴ λεκτέον· εἰς γὰρ τὴν τοῦ βασιλέως ἀπόδειξιν πρέψει ῥηθέν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κάλλιστʼ εἶπες, καὶ λέγε μηδὲν ἐλλείπων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀκούοις ἄν. τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς συμποδηγεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται, <milestone unit="section" resp="Stephanus" n="269d"/> ζῷον ὂν καὶ φρόνησιν εἰληχὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατʼ ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ ἀνάπαλιν ἰέναι διὰ τόδʼ ἐξ ἀνάγκης ἔμφυτον γέγονε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> διὰ τὸ ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε <milestone unit="section" resp="Stephanus" n="269e"/> καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ ταὐτὰ μίαν φορὰν κινεῖται· διὸ τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆς αὑτοῦ κινήσεως παράλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ· κινεῖν δὲ τούτῳ τοτὲ μὲν ἄλλως, αὖθις δὲ ἐναντίως οὐ θέμις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="270"><p><said who="#Ξένος" rend="merge"><label>ΞΕ.</label> ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεί, μήτʼ αὖ ὅλον ἀεὶ ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας <milestone unit="page" resp="Stephanus" n="270"/> <milestone unit="section" resp="Stephanus" n="270a"/>  περιαγωγάς, μήτʼ αὖ δύο τινὲ θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλʼ ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δʼ ὅταν ἀνεθῇ, διʼ ἑαυτοῦ αὐτὸν ἰέναι, κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ δὴ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ μικροτάτου βαῖνον ποδὸς ἰέναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="270b"/><label>ΝΕ. ΣΩ.</label> φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάνθʼ ὅσα διελήλυθας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λογισάμενοι δὴ συννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτʼ αὐτό.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφʼ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δʼ ἐπὶ τἀναντία.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν <milestone unit="section" resp="Stephanus" n="270c"/> οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικε γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μεγίστας τοίνυν καὶ μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ τοῦτο εἰκός.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μεταβολὰς δὲ μεγάλας καὶ πολλὰς καὶ παντοίας συμφερομένας ἆρʼ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων <milestone unit="section" resp="Stephanus" n="270d"/> γένος ὀλίγον τι περιλείπεται· περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ συμπίπτει, μέγιστον δὲ τόδε καὶ συνεπόμενον τῇ τοῦ παντὸς ἀνειλίξει τότε, ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἣν ἡλικίαν ἕκαστον εἶχε τῶν ζῴων, αὕτη πρῶτον μὲν ἔστη πάντων, καὶ ἐπαύσατο πᾶν ὅσον ἦν θνητὸν ἐπὶ τὸ γεραίτερον ἰδεῖν πορευόμενον, μεταβάλλον δὲ πάλιν ἐπὶ <milestone unit="section" resp="Stephanus" n="270e"/> τοὐναντίον οἷον νεώτερον καὶ ἁπαλώτερον ἐφύετο· καὶ τῶν μὲν πρεσβυτέρων αἱ λευκαὶ τρίχες ἐμελαίνοντο, τῶν δʼ αὖ γενειώντων αἱ παρειαὶ λεαινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκαστον καθίστασαν, τῶν δὲ ἡβώντων τὰ σώματα λεαινόμενα καὶ σμικρότερα καθʼ ἡμέραν καὶ νύκτα ἑκάστην γιγνόμενα πάλιν εἰς τὴν τοῦ νεογενοῦς παιδὸς φύσιν ἀπῄει, κατά τε τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα ἀφομοιούμενα· τὸ δʼ ἐντεῦθεν ἤδη μαραινόμενα κομιδῇ τὸ πάμπαν ἐξηφανίζετο. τῶν δʼ αὖ βιαίως τελευτώντων ἐν τῷ τότε χρόνῳ τὸ τοῦ νεκροῦ σῶμα τὰ αὐτὰ ταῦτα πάσχον παθήματα διὰ <milestone unit="page" resp="Stephanus" n="271"/> <milestone unit="section" resp="Stephanus" n="271a"/>  τάχους ἄδηλον ἐν ὀλίγαις ἡμέραις διεφθείρετο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="271"><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> γένεσις δὲ δὴ τίς τότʼ ἦν, ὦ ξένε, ζῴων; καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτʼ ἦν τὸ κατʼ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ <milestone unit="section" resp="Stephanus" n="271b"/> περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατʼ ἀρχὰς ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθʼ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. τὸ γὰρ ἐντεῦθεν οἶμαι χρὴ συννοεῖν. ἑπόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δὲ ἐν γῇ, πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους, ἕπεσθαι τῇ τροπῇ συνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν <milestone unit="section" resp="Stephanus" n="271c"/> λόγον ἐξ ἀνάγκης φυομένους, οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν. ἀλλὰ δὴ τὸν βίον ὃν ἐπὶ τῆς Κρόνου φῂς εἶναι δυνάμεως, πότερον ἐν ἐκείναις ἦν ταῖς τροπαῖς ἢ ἐν ταῖσδε; τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς ἐν ἑκατέραις συμπίπτει ταῖς τροπαῖς γίγνεσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς τῷ λόγῳ συμπαρηκολούθηκας. ὃ δʼ ἤρου <milestone unit="section" resp="Stephanus" n="271d"/> περὶ τοῦ πάντα αὐτόματα γίγνεσθαι τοῖς ἀνθρώποις, ἥκιστα τῆς νῦν ἐστι καθεστηκυίας φορᾶς, ἀλλʼ ἦν καὶ τοῦτο τῆς ἔμπροσθεν. τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν ἐπιμελούμενος ὅλης ὁ θεός, ὣς δʼ αὖ κατὰ τόπους ταὐτὸν τοῦτο, ὑπὸ θεῶν ἀρχόντων πάντʼ ἦν τὰ τοῦ κόσμου μέρη διειλημμένα· καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις <milestone unit="section" resp="Stephanus" n="271e"/> ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτʼ ἄγριον ἦν οὐδὲν οὔτε ἀλλήλων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν· ἄλλα θʼ ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα, μυρία ἂν εἴη λέγειν. τὸ δʼ οὖν τῶν ἀνθρώπων λεχθὲν αὐτομάτου πέρι βίου διὰ τὸ τοιόνδε εἴρηται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="272"><p><said who="#Ξένος" rend="merge"><label>ΞΕ.</label> θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὑτῶν νομεύουσι· νέμοντος δὲ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις <milestone unit="page" resp="Stephanus" n="272"/> <milestone unit="section" resp="Stephanus" n="272a"/> γυναικῶν καὶ παίδων· ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν· ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης ἄλλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλʼ αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο· τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον ἀναφυομένης ἐκ <milestone unit="section" resp="Stephanus" n="272b"/> γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δʼ ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν νυνί, παρὼν αὐτὸς ᾔσθησαι· κρῖναι δʼ αὐτοῖν τὸν εὐδαιμονέστερον ἆρʼ ἂν δύναιό τε καὶ ἐθελήσειας;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> βούλει δῆτα ἐγώ σοι τρόπον τινὰ διακρίνω;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι συγγίγνεσθαι, <milestone unit="section" resp="Stephanus" n="272c"/> κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετʼ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς συναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίῳ πρὸς εὐδαιμονίαν διέφερον· εἰ δʼ ἐμπιμπλάμενοι σίτων ἅδην καὶ ποτῶν διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία <del>μύθους</del> οἷα δὴ καὶ τὰ νῦν περὶ αὐτῶν <milestone unit="section" resp="Stephanus" n="272d"/> λέγονται, καὶ τοῦτο, ὥς γε κατὰ τὴν ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλʼ εὔκριτον. ὅμως δʼ οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας· οὗ δʼ ἕνεκα τὸν μῦθον ἠγείραμεν, τοῦτο λεκτέον, ἵνα τὸ μετὰ τοῦτο εἰς τὸ πρόσθεν περαίνωμεν. ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελεώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ <milestone unit="section" resp="Stephanus" n="272e"/> δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνήλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθὲν τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφυτος ἐπιθυμία.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="273"><p><said who="#Ξένος" rend="merge"><label>ΞΕ.</label> πάντες οὖν οἱ κατὰ τοὺς τόπους συνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ <milestone unit="page" resp="Stephanus" n="273"/> <milestone unit="section" resp="Stephanus" n="273a"/>  κόσμου τῆς αὑτῶν ἐπιμελείας· ὁ δὲ μεταστρεφόμενος καὶ συμβάλλων, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπηργάσατο. μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβων τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν γαλήνης ἐπιλαβόμενος εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων <milestone unit="section" resp="Stephanus" n="273b"/> αὐτὸς τῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ, τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδαχὴν εἰς δύναμιν. κατʼ ἀρχὰς μὲν οὖν ἀκριβέστερον ἀπετέλει, τελευτῶν δὲ ἀμβλύτερον· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν <milestone unit="section" resp="Stephanus" n="273c"/> ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. μετὰ μὲν οὖν τοῦ κυβερνήτου τὰ ζῷα τρέφων ἐν αὑτῷ σμικρὰ μὲν φλαῦρα, μεγάλα δὲ ἐνέτικτεν ἀγαθά· χωριζόμενος δὲ ἐκείνου τὸν ἐγγύτατα χρόνον ἀεὶ τῆς ἀφέσεως κάλλιστα πάντα διάγει, προϊόντος δὲ τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ μᾶλλον καὶ δυναστεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας <milestone unit="section" resp="Stephanus" n="273d"/> πάθος, τελευτῶντος δὲ ἐξανθεῖ τοῦ χρόνου καὶ σμικρὰ μὲν τἀγαθά, πολλὴν δὲ τὴν τῶν ἐναντίων κρᾶσιν ἐπεγκεραννύμενος ἐπὶ διαφθορᾶς κίνδυνον αὑτοῦ τε ἀφικνεῖται καὶ τῶν ἐν αὑτῷ. διὸ δὴ καὶ τότʼ ἤδη θεὸς ὁ κοσμήσας αὐτόν, καθορῶν ἐν ἀπορίαις ὄντα, κηδόμενος ἵνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα <milestone unit="section" resp="Stephanus" n="273e"/> πόντον δύῃ, πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γιγνόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθʼ ἑαυτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν οὖν τέλος ἁπάντων εἴρηται· τὸ δʼ ἐπὶ τὴν τοῦ βασιλέως ἀπόδειξιν ἱκανὸν ἐκ τοῦ πρόσθεν ἁπτομένοις τοῦ λόγου· στρεφθέντος γὰρ αὖ τοῦ κόσμου τὴν ἐπὶ τὴν νῦν γένεσιν ὁδὸν τὸ τῆς ἡλικίας αὖ πάλιν ἵστατο καὶ καινὰ τἀναντία ἀπεδίδου τοῖς τότε. τὰ μὲν γὰρ ὑπὸ σμικρότητος ὀλίγου δέοντα ἠφανίσθαι τῶν ζῴων ηὐξάνετο, τὰ δʼ ἐκ γῆς νεογενῆ σώματα πολιὰ φύντα πάλιν ἀποθνῄσκοντα εἰς γῆν κατῄει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="274"><p><said who="#Ξένος" rend="merge"><label>ΞΕ.</label> καὶ τἆλλά τε πάντα μετέβαλλε, <milestone unit="page" resp="Stephanus" n="274"/> <milestone unit="section" resp="Stephanus" n="274a"/>  ἀπομιμούμενα καὶ συνακολουθοῦντα τῷ τοῦ παντὸς παθήματι, καὶ δὴ καὶ τὸ τῆς κυήσεως καὶ γεννήσεως καὶ τροφῆς μίμημα συνείπετο τοῖς πᾶσιν ὑπʼ ἀνάγκης· οὐ γὰρ ἐξῆν ἔτʼ ἐν γῇ διʼ ἑτέρων συνιστάντων φύεσθαι ζῷον, ἀλλὰ καθάπερ τῷ κόσμῳ προσετέτακτο αὐτοκράτορα εἶναι τῆς αὑτοῦ πορείας, οὕτω δὴ κατὰ ταὐτὰ καὶ τοῖς μέρεσιν αὐτοῖς διʼ αὑτῶν, καθʼ ὅσον οἷόν τʼ ἦν, φύειν τε καὶ γεννᾶν καὶ τρέφειν προσετάττετο ὑπὸ τῆς <milestone unit="section" resp="Stephanus" n="274b"/> ὁμοίας ἀγωγῆς. οὗ δὲ ἕνεκα ὁ λόγος ὥρμηκε πᾶς, ἐπʼ αὐτῷ νῦν ἐσμὲν ἤδη. περὶ μὲν γὰρ τῶν ἄλλων θηρίων πολλὰ ἂν καὶ μακρὰ διεξελθεῖν γίγνοιτο, ἐξ ὧν ἕκαστα καὶ διʼ ἃς αἰτίας μεταβέβληκε· περὶ δὲ ἀνθρώπων βραχύτερα καὶ μᾶλλον προσήκοντα. τῆς γὰρ τοῦ κεκτημένου καὶ νέμοντος ἡμᾶς δαίμονος ἀπερημωθέντες ἐπιμελείας, τῶν πολλῶν αὖ θηρίων, ὅσα χαλεπὰ τὰς φύσεις ἦν, ἀπαγριωθέντων, αὐτοὶ δὲ ἀσθενεῖς ἄνθρωποι καὶ ἀφύλακτοι γεγονότες διηρπάζοντο ὑπʼ <milestone unit="section" resp="Stephanus" n="274c"/> αὐτῶν, καὶ ἔτʼ ἀμήχανοι καὶ ἄτεχνοι κατὰ τοὺς πρώτους ἦσαν χρόνους, ἅτε τῆς μὲν αὐτομάτης τροφῆς ἐπιλελοιπυίας, πορίζεσθαι δὲ οὐκ ἐπιστάμενοί πω διὰ τὸ μηδεμίαν αὐτοὺς χρείαν πρότερον ἀναγκάζειν. ἐκ τούτων πάντων ἐν μεγάλαις ἀπορίαις ἦσαν. ὅθεν δὴ τὰ πάλαι λεχθέντα παρὰ θεῶν δῶρα ἡμῖν δεδώρηται μετʼ ἀναγκαίας διδαχῆς καὶ παιδεύσεως, πῦρ μὲν παρὰ Προμηθέως, τέχναι δὲ παρʼ Ἡφαίστου <milestone unit="section" resp="Stephanus" n="274d"/> καὶ τῆς συντέχνου, σπέρματα δὲ αὖ καὶ φυτὰ παρʼ ἄλλων· καὶ πάνθʼ ὁπόσα τὸν ἀνθρώπινον βίον συγκατεσκεύακεν ἐκ τούτων γέγονεν, ἐπειδὴ τὸ μὲν ἐκ θεῶν, ὅπερ ἐρρήθη νυνδή, τῆς ἐπιμελείας ἐπέλιπεν ἀνθρώπους, διʼ ἑαυτῶν τε ἔδει τήν τε διαγωγὴν καὶ τὴν ἐπιμέλειαν αὐτοὺς αὑτῶν ἔχειν καθάπερ ὅλος ὁ κόσμος, ᾧ συμμιμούμενοι καὶ συνεπόμενοι τὸν ἀεὶ χρόνον νῦν μὲν οὕτως, τοτὲ δὲ ἐκείνως ζῶμέν <milestone unit="section" resp="Stephanus" n="274e"/> τε καὶ φυόμεθα. καὶ τὸ μὲν δὴ τοῦ μύθου τέλος ἐχέτω, χρήσιμον δὲ αὐτὸν ποιησόμεθα πρὸς τὸ κατιδεῖν ὅσον ἡμάρτομεν ἀποφηνάμενοι τὸν βασιλικόν τε καὶ πολιτικὸν ἐν τῷ πρόσθε λόγῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς οὖν καὶ πόσον ἁμάρτημα φῂς εἶναι γεγονὸς ἡμῖν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇ μὲν βραχύτερον, τῇ δὲ μάλα γενναῖον καὶ πολλῷ μεῖζον καὶ πλέον ἢ τότε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="275"><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι μὲν ἐρωτώμενοι τὸν ἐκ τῆς νῦν περιφορᾶς καὶ γενέσεως βασιλέα καὶ πολιτικὸν τὸν ἐκ τῆς ἐναντίας περιόδου <milestone unit="page" resp="Stephanus" n="275"/> <milestone unit="section" resp="Stephanus" n="275a"/> ποιμένα τῆς τότε ἀνθρωπίνης ἀγέλης εἴπομεν, καὶ ταῦτα θεὸν ἀντὶ θνητοῦ, ταύτῃ μὲν πάμπολυ παρηνέχθημεν· ὅτι δὲ συμπάσης τῆς πόλεως ἄρχοντα αὐτὸν ἀπεφήναμεν, ὅντινα δὲ τρόπον οὐ διείπομεν, ταύτῃ δὲ αὖ τὸ μὲν λεχθὲν ἀληθές, οὐ μὴν ὅλον γε οὐδὲ σαφὲς ἐρρήθη, διὸ καὶ βραχύτερον ἢ κατʼ ἐκεῖνο ἡμαρτήκαμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δεῖ τοίνυν τὸν τρόπον, ὡς ἔοικε, διορίσαντας τῆς ἀρχῆς τῆς πόλεως οὕτω τελέως τὸν πολιτικὸν ἡμῖν εἰρῆσθαι προσδοκᾶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="275b"/><label>ΞΕ.</label> διὰ ταῦτα μὴν καὶ τὸν μῦθον παρεθέμεθα, ἵνα ἐνδείξαιτο περὶ τῆς ἀγελαιοτροφίας μὴ μόνον ὡς πάντες αὐτῆς ἀμφισβητοῦσι τῷ ζητουμένῳ τὰ νῦν, ἀλλὰ κἀκεῖνον αὐτὸν ἐναργέστερον ἴδοιμεν, ὃν προσήκει μόνον κατὰ τὸ παράδειγμα ποιμένων τε καὶ βουκόλων τῆς ἀνθρωπίνης ἐπιμέλειαν ἔχοντα τροφῆς τούτου μόνον ἀξιωθῆναι τοῦ προσρήματος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶμαι δέ γʼ, ὦ Σώκρατες, τοῦτο μὲν ἔτι μεῖζον ἢ <milestone unit="section" resp="Stephanus" n="275c"/> κατὰ βασιλέα εἶναι τὸ σχῆμα τὸ τοῦ θείου νομέως, τοὺς δʼ ἐνθάδε νῦν ὄντας πολιτικοὺς τοῖς ἀρχομένοις ὁμοίους τε εἶναι μᾶλλον πολὺ τὰς φύσεις καὶ παραπλησιαίτερον παιδείας μετειληφέναι καὶ τροφῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάντως που.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ζητητέοι γε μὴν οὐδὲν ἂν εἴησαν οὔθʼ ἧττον οὔτε μᾶλλον, εἴθʼ οὕτως εἴτʼ ἐκείνως πεφύκασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇδε δὴ πάλιν ἐπανέλθωμεν. ἣν γὰρ ἔφαμεν αὐτεπιτακτικὴν μὲν εἶναι τέχνην ἐπὶ ζῴοις, οὐ μὴν ἰδίᾳ γε ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="275d"/> κοινῇ τὴν ἐπιμέλειαν ἔχουσαν, καὶ προσείπομεν δὴ τότε εὐθὺς ἀγελαιοτροφικήν—μέμνησαι γάρ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτης τοίνυν πῃ διημαρτάνομεν. τὸν γὰρ πολιτικὸν οὐδαμοῦ συνελάβομεν οὐδʼ ὠνομάσαμεν, ἀλλʼ ἡμᾶς ἔλαθεν κατὰ τὴν ὀνομασίαν ἐκφυγών.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ τὰς ἀγέλας ἑκάστας τρέφειν τοῖς μὲν ἄλλοις που πᾶσι μέτεστι νομεῦσι, τῷ πολιτικῷ δὲ οὐ μετὸν ἐπηνέγκαμεν <milestone unit="section" resp="Stephanus" n="275e"/> τοὔνομα, δέον τῶν κοινῶν ἐπενεγκεῖν τι σύμπασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ λέγεις, εἴπερ ἐτύγχανέ γε ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς δʼ οὐκ ἦν τό γε θεραπεύειν που πᾶσι κοινόν, μηδὲν διορισθείσης τροφῆς μηδέ τινος ἄλλης πραγματείας; ἀλλʼ ἤ τινα ἀγελαιοκομικὴν ἢ θεραπευτικὴν ἢ καί τινα ἐπιμελητικὴν αὐτὴν ὀνομάσασιν ὡς κατὰ πάντων ἐξῆν περικαλύπτειν καὶ τὸν πολιτικὸν ἅμα τοῖς ἄλλοις, ἐπειδὴ δεῖν τοῦτʼ ἐσήμαινεν ὁ λόγος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="276"><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="276"/><milestone unit="section" resp="Stephanus" n="276a"/><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς. ἀλλʼ ἡ μετὰ τοῦτο διαίρεσις αὖ τίνα τρόπον ἐγίγνετʼ ἄν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ ταὐτὰ καθʼ ἅπερ ἔμπροσθεν διῃρούμεθα τὴν ἀγελαιοτροφικὴν πεζοῖς τε καὶ ἀπτῆσι, καὶ ἀμείκτοις τε καὶ ἀκεράτοις, τοῖς αὐτοῖς ἄν που τούτοις διαιρούμενοι καὶ τὴν ἀγελαιοκομικὴν τήν τε νῦν καὶ τὴν ἐπὶ Κρόνου βασιλείαν περιειληφότες ἂν ἦμεν ὁμοίως ἐν τῷ λόγῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεται· ζητῶ δὲ αὖ τί τὸ μετὰ τοῦτο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δῆλον ὅτι λεχθέντος οὕτω τοῦ τῆς ἀγελαιοκομικῆς <milestone unit="section" resp="Stephanus" n="276b"/> ὀνόματος οὐκ ἄν ποτε ἐγένεθʼ ἡμῖν τό τινας ἀμφισβητεῖν ὡς οὐδʼ ἐπιμέλεια τὸ παράπαν ἐστίν, ὥσπερ τότε δικαίως ἠμφεσβητήθη μηδεμίαν εἶναι τέχνην ἐν ἡμῖν ἀξίαν τούτου τοῦ θρεπτικοῦ προσρήματος, εἰ δʼ οὖν τις εἴη, πολλοῖς πρότερον αὐτῆς καὶ μᾶλλον προσήκειν ἤ τινι τῶν βασιλέων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐπιμέλεια δέ γε ἀνθρωπίνης συμπάσης κοινωνίας οὐδεμία ἂν ἐθελήσειεν ἑτέρα μᾶλλον καὶ προτέρα τῆς βασιλικῆς <milestone unit="section" resp="Stephanus" n="276c"/> φάναι καὶ κατὰ πάντων ἀνθρώπων ἀρχῆς εἶναι τέχνη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγεις ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μετὰ ταῦτα δέ γε, ὦ Σώκρατες, ἆρʼ ἐννοοῦμεν ὅτι πρὸς αὐτῷ δὴ τῷ τέλει συχνὸν αὖ διημαρτάνετο;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε, ὡς ἄρʼ εἰ καὶ διενοήθημεν ὅτι μάλιστα τῆς δίποδος ἀγέλης εἶναί τινα θρεπτικὴν τέχνην, οὐδέν τι μᾶλλον ἡμᾶς ἔδει βασιλικὴν αὐτὴν εὐθὺς καὶ πολιτικὴν ὡς ἀποτετελεσμένην προσαγορεύειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρῶτον μέν, ὃ λέγομεν, τοὔνομα μετασκευωρήσασθαι, <milestone unit="section" resp="Stephanus" n="276d"/> πρὸς τὴν ἐπιμέλειαν μᾶλλον προσαγαγόντας ἢ τὴν τροφήν, ἔπειτα ταύτην τέμνειν· οὐ γὰρ σμικρὰς ἂν ἔχοι τμήσεις ἔτι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἧι τε τὸν θεῖον ἄν που διειλόμεθα νομέα χωρὶς καὶ τὸν ἀνθρώπινον ἐπιμελητήν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> αὖθις δέ γε τὴν ἀπονεμηθεῖσαν ἐπιμελητικὴν δίχα τέμνειν ἀναγκαῖον ἦν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ βιαίῳ τε καὶ ἑκουσίῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="276e"/><label>ΞΕ.</label> καὶ ταύτῃ που τὸ πρότερον ἁμαρτάνοντες εὐηθέστερα τοῦ δέοντος εἰς ταὐτὸν βασιλέα καὶ τύραννον συνέθεμεν, ἀνομοιοτάτους ὄντας αὐτούς τε καὶ τὸν τῆς ἀρχῆς ἑκατέρου τρόπον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γε πάλιν ἐπανορθούμενοι, καθάπερ εἶπον, τὴν ἀνθρωπίνην ἐπιμελητικὴν δίχα διαιρώμεθα, τῷ βιαίῳ τε καὶ ἑκουσίῳ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὴν μέν γέ που τῶν βιαίων τυραννικήν, τὴν δὲ ἑκούσιον καὶ ἑκουσίων διπόδων ἀγελαιοκομικὴν ζῴων προσειπόντες πολιτικήν, τὸν ἔχοντα αὖ τέχνην ταύτην καὶ ἐπιμέλειαν ὄντως ὄντα βασιλέα καὶ πολιτικὸν ἀποφαινώμεθα;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>