<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:202-210</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:202-210</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="202"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> αὐτὸ γὰρ καθʼ αὑτὸ ἕκαστον ὀνομάσαι μόνον εἴη, προσειπεῖν δὲ οὐδὲν ἄλλο δυνατόν, οὔθʼ ὡς ἔστιν, οὔθʼ ὡς οὐκ ἔστιν· ἤδη γὰρ

<milestone n="202" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="202a"/>
           ἂν οὐσίαν ἢ μὴ οὐσίαν αὐτῷ προστίθεσθαι, δεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ. ἐπεὶ οὐδὲ τὸ <q>αὐτὸ</q> οὐδὲ τὸ <q>ἐκεῖνο</q> οὐδὲ τὸ <q>ἕκαστον</q> οὐδὲ τὸ <q>μόνον</q> οὐδὲ <q>τοῦτο</q> προσοιστέον οὐδʼ ἄλλα πολλὰ τοιαῦτα· ταῦτα μὲν γὰρ περιτρέχοντα πᾶσι προσφέρεσθαι, ἕτερα ὄντα ἐκείνων οἷς προστίθεται, δεῖν δέ, εἴπερ ἦν δυνατὸν αὐτὸ λέγεσθαι καὶ εἶχεν οἰκεῖον αὑτοῦ λόγον, ἄνευ τῶν ἄλλων ἁπάντων λέγεσθαι. νῦν δὲ ἀδύνατον εἶναι
         
         <milestone unit="section" resp="Stephanus" n="202b"/>            
ὁτιοῦν τῶν πρώτων ῥηθῆναι λόγῳ· οὐ γὰρ εἶναι αὐτῷ ἀλλʼ ἢ ὀνομάζεσθαι μόνον—ὄνομα γὰρ μόνον ἔχειν—τὰ δὲ ἐκ τούτων ἤδη συγκείμενα, ὥσπερ αὐτὰ πέπλεκται, οὕτω καὶ τὰ ὀνόματα αὐτῶν συμπλακέντα λόγον γεγονέναι· ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ· τὰς δὲ συλλαβὰς γνωστάς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ,
         
         <milestone unit="section" resp="Stephanus" n="202c"/>            
ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δʼ οὔ· τὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον ἀνεπιστήμονα εἶναι περὶ τούτου· προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελείως πρὸς ἐπιστήμην ἔχειν. οὕτως σὺ τὸ ἐνύπνιον ἢ ἄλλως ἀκήκοας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτω μὲν οὖν παντάπασιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀρέσκει οὖν σε καὶ τίθεσαι ταύτῃ, δόξαν ἀληθῆ μετὰ λόγου ἐπιστήμην εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="202d"/><label>ΣΩ.</label> ἆρʼ, ὦ Θεαίτητε, νῦν οὕτω τῇδε τῇ ἡμέρᾳ εἰλήφαμεν ὃ πάλαι καὶ πολλοὶ τῶν σοφῶν ζητοῦντες πρὶν εὑρεῖν κατεγήρασαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐμοὶ γοῦν δοκεῖ, ὦ Σώκρατες, καλῶς λέγεσθαι τὸ νῦν ῥηθέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰκός γε αὐτὸ τοῦτο οὕτως ἔχειν· τίς γὰρ ἂν καὶ ἔτι ἐπιστήμη εἴη χωρὶς τοῦ λόγου τε καὶ ὀρθῆς δόξης; ἓν μέντοι τί με τῶν ῥηθέντων ἀπαρέσκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ καὶ δοκεῖ λέγεσθαι κομψότατα, ὡς τὰ μὲν
         
         <milestone unit="section" resp="Stephanus" n="202e"/>            
στοιχεῖα ἄγνωστα, τὸ δὲ τῶν συλλαβῶν γένος γνωστόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν ὀρθῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἰστέον δή· ὥσπερ γὰρ ὁμήρους ἔχομεν τοῦ λόγου τὰ παραδείγματα οἷς χρώμενος εἶπε πάντα ταῦτα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ τῶν γραμμάτων στοιχεῖά τε καὶ συλλαβάς. ἢ οἴει ἄλλοσέ ποι βλέποντα ταῦτα εἰπεῖν τὸν εἰπόντα ἃ λέγομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκ, ἀλλʼ εἰς ταῦτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Σωκράτης"><milestone n="203" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="203a"/><label>ΣΩ.</label> βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως ἢ οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον· ἆρʼ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί· <q>ὦ Θεαίτητε, λέγε τί ἐστι <term>ΣΩ</term></q>; τί ἀποκρινῇ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅτι σῖγμα καὶ ὦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="203b"/><label>ΣΩ.</label> ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, ὦ Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης· τοῦ δʼ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδʼ ὁντινοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τουτὶ μὲν ἄρα, ὦ ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαινόμεθα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="203c"/><label>ΣΩ.</label> τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρʼ ὀρθῶς ἀποδεδείγμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω ᾖ ἢ δύο, τὰ πάντα, ἢ μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ ὦ. ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι ὁ γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="203d"/><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; ἑκάτερον ἄρʼ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="203e"/><label>ΘΕΑΙ.</label> καὶ μάλα γε ἐξαίφνης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλʼ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν· καὶ τάχα γʼ ἂν μᾶλλον οὕτως ἢ ʼκείνως ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="204"><p><said who="#Σωκράτης"><milestone n="204" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="204a"/><label>ΣΩ.</label> ἐχέτω δὴ ὡς νῦν φαμεν, μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη ἡ συλλαβή, ὁμοίως ἔν τε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν μέρη αὐτῆς οὐ δεῖ εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι. ἢ καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς ἢ
         
         <milestone unit="section" resp="Stephanus" n="204b"/>            
ἕτερον ἑκάτερον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή· εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δεῖ γε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθʼ ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ
         
         <milestone unit="section" resp="Stephanus" n="204c"/>            
ἐὰν δὶς τρία ἢ τρὶς δύο ἢ τέτταρά τε καὶ δύο ἢ τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἢ ἕτερον λέγομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ αὐτό.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ ἄλλο τι ἢ ἕξ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐφʼ ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πᾶν δʼ οὐδὲν λέγομεν τὰ πάντα λέγοντες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ ἄλλο τι ἢ τὰ ἕξ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="204d"/><label>ΣΩ.</label> ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="204e"/><label>ΣΩ.</label> ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦ παντός γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="205"><p><said who="#Σωκράτης"><milestone n="205" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="205a"/><label>ΣΩ.</label> ἀνδρικῶς γε, ὦ Θεαίτητε, μάχῃ. τὸ πᾶν δὲ οὐχ ὅταν μηδὲν ἀπῇ, αὐτὸ τοῦτο πᾶν ἐστιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅλον δὲ οὐ ταὐτὸν τοῦτο ἔσται, οὗ ἂν μηδαμῇ μηδὲν ἀποστατῇ; οὗ δʼ ἂν ἀποστατῇ, οὔτε ὅλον οὔτε πᾶν, ἅμα γενόμενον ἐκ τοῦ αὐτοῦ τὸ αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκεῖ μοι νῦν οὐδὲν διαφέρειν πᾶν τε καὶ ὅλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐλέγομεν ὅτι οὗ ἂν μέρη ᾖ, τὸ ὅλον τε καὶ πᾶν τὰ πάντα μέρη ἔσται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν δή, ὅπερ ἄρτι ἐπεχείρουν, οὐκ, εἴπερ ἡ
         
         <milestone unit="section" resp="Stephanus" n="205b"/>            
συλλαβὴ μὴ τὰ στοιχεῖά ἐστιν, ἀνάγκη αὐτὴν μὴ ὡς μέρη ἔχειν ἑαυτῆς τὰ στοιχεῖα, ἢ ταὐτὸν οὖσαν αὐτοῖς ὁμοίως ἐκείνοις γνωστὴν εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτο ἵνα μὴ γένηται, ἕτερον αὐτῶν αὐτὴν ἐθέμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; εἰ μὴ τὰ στοιχεῖα συλλαβῆς μέρη ἐστίν, ἔχεις ἄλλʼ ἄττα εἰπεῖν ἃ μέρη μέν ἐστι συλλαβῆς, οὐ μέντοι στοιχεῖά γʼ ἐκείνης;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς. εἰ γάρ, ὦ Σώκρατες, μόριʼ ἄττʼ αὐτῆς συγχωροίην, γελοῖόν που τὰ στοιχεῖα ἀφέντα ἐπʼ ἄλλα ἰέναι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="205c"/><label>ΣΩ.</label> παντάπασι δή, ὦ Θεαίτητε, κατὰ τὸν νῦν λόγον μία τις ἰδέα ἀμέριστος συλλαβὴ ἂν εἴη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μέμνησαι οὖν, ὦ φίλε, ὅτι ὀλίγον ἐν τῷ πρόσθεν ἀπεδεχόμεθα ἡγούμενοι εὖ λέγεσθαι ὅτι τῶν πρώτων οὐκ εἴη λόγος ἐξ ὧν τἆλλα σύγκειται, διότι αὐτὸ καθʼ αὑτὸ ἕκαστον εἴη ἀσύνθετον, καὶ οὐδὲ τὸ <q>εἶναι</q> περὶ αὐτοῦ ὀρθῶς ἔχοι προσφέροντα εἰπεῖν, οὐδὲ <q>τοῦτο,</q> ὡς ἕτερα καὶ ἀλλότρια λεγόμενα, καὶ αὕτη δὴ ἡ αἰτία ἄλογόν τε καὶ ἄγνωστον αὐτὸ ποιοῖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="205d"/><label>ΣΩ.</label> ἦ οὖν ἄλλη τις ἢ αὕτη ἡ αἰτία τοῦ μονοειδές τε καὶ ἀμέριστον αὐτὸ εἶναι; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ ἄλλην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν δὴ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰς ταὐτὸν ἐμπέπτωκεν ἡ συλλαβὴ εἶδος ἐκείνῳ, εἴπερ μέρη τε μὴ ἔχει καὶ μία ἐστὶν ἰδέα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ μὲν ἄρα πολλὰ στοιχεῖα ἡ συλλαβή ἐστιν καὶ ὅλον τι, μέρη δʼ αὐτῆς ταῦτα, ὁμοίως αἵ τε συλλαβαὶ γνωσταὶ καὶ ῥηταὶ καὶ τὰ στοιχεῖα, ἐπείπερ τὰ πάντα μέρη τῷ ὅλῳ ταὐτὸν ἐφάνη.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="205e"/><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε ἕν τε καὶ ἀμερές, ὁμοίως μὲν συλλαβή, ὡσαύτως δὲ στοιχεῖον ἄλογόν τε καὶ ἄγνωστον· ἡ γὰρ αὐτὴ αἰτία ποιήσει αὐτὰ τοιαῦτα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔχω ἄλλως εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν ἄρα μὴ ἀποδεχώμεθα, ὃς ἂν λέγῃ συλλαβὴν μὲν γνωστὸν καὶ ῥητόν, στοιχεῖον δὲ τοὐναντίον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὴ γάρ, εἴπερ τῷ λόγῳ πειθόμεθα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="206"><p><said who="#Σωκράτης"><milestone n="206" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="206a"/><label>ΣΩ.</label> τί δʼ αὖ; τοὐναντίον λέγοντος ἆρʼ οὐ μᾶλλον ἂν ἀποδέξαιο ἐξ ὧν αὐτὸς σύνοισθα σαυτῷ ἐν τῇ τῶν γραμμάτων μαθήσει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς οὐδὲν ἄλλο μανθάνων διετέλεσας ἢ τὰ στοιχεῖα ἔν τε τῇ ὄψει διαγιγνώσκειν πειρώμενος καὶ ἐν τῇ ἀκοῇ αὐτὸ καθʼ αὑτὸ ἕκαστον, ἵνα μὴ ἡ θέσις σε ταράττοι λεγομένων τε καὶ γραφομένων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὲ κιθαριστοῦ τελέως μεμαθηκέναι μῶν ἄλλο τι
         
         <milestone unit="section" resp="Stephanus" n="206b"/>            
ἦν ἢ τὸ τῷ φθόγγῳ ἑκάστῳ δύνασθαι ἐπακολουθεῖν, ποίας χορδῆς εἴη· ἃ δὴ στοιχεῖα πᾶς ἂν ὁμολογήσειε μουσικῆς λέγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδὲν ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧν μὲν ἄρʼ αὐτοὶ ἔμπειροί ἐσμεν στοιχείων καὶ συλλαβῶν, εἰ δεῖ ἀπὸ τούτων τεκμαίρεσθαι καὶ εἰς τὰ ἄλλα, πολὺ τὸ τῶν στοιχείων γένος ἐναργεστέραν τε τὴν γνῶσιν ἔχειν φήσομεν καὶ κυριωτέραν τῆς συλλαβῆς πρὸς τὸ λαβεῖν τελέως ἕκαστον μάθημα, καὶ ἐάν τις φῇ συλλαβὴν μὲν γνωστόν, ἄγνωστον δὲ πεφυκέναι στοιχεῖον, ἑκόντα ἢ ἄκοντα παίζειν ἡγησόμεθʼ αὐτόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="206c"/><label>ΣΩ.</label> ἀλλὰ δὴ τούτου μὲν ἔτι κἂν ἄλλαι φανεῖεν ἀποδείξεις, ὡς ἐμοὶ δοκεῖ· τὸ δὲ προκείμενον μὴ ἐπιλαθώμεθα διʼ αὐτὰ ἰδεῖν, ὅτι δή ποτε καὶ λέγεται τὸ μετὰ δόξης ἀληθοῦς λόγον προσγενόμενον τὴν τελεωτάτην ἐπιστήμην γεγονέναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρὴ ὁρᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τί ποτε βούλεται τὸν λόγον ἡμῖν σημαίνειν; τριῶν γὰρ ἕν τί μοι δοκεῖ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνων δή;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="206d"/><label>ΣΩ.</label> τὸ μὲν πρῶτον εἴη ἂν τὸ τὴν αὑτοῦ διάνοιαν ἐμφανῆ ποιεῖν διὰ φωνῆς μετὰ ῥημάτων τε καὶ ὀνομάτων, ὥσπερ εἰς κάτοπτρον ἢ ὕδωρ τὴν δόξαν ἐκτυπούμενον εἰς τὴν διὰ τοῦ στόματος ῥοήν. ἢ οὐ δοκεῖ σοι τὸ τοιοῦτον λόγος εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔμοιγε. τὸν γοῦν αὐτὸ δρῶντα λέγειν φαμέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αὖ τοῦτό γε πᾶς ποιεῖν δυνατὸς θᾶττον ἢ σχολαίτερον, τὸ ἐνδείξασθαι τί δοκεῖ περὶ ἑκάστου αὐτῷ, ὁ μὴ ἐνεὸς ἢ κωφὸς ἀπʼ ἀρχῆς· καὶ οὕτως ὅσοι τι ὀρθὸν
         
         <milestone unit="section" resp="Stephanus" n="206e"/>            
δοξάζουσι, πάντες αὐτὸ μετὰ λόγου φανοῦνται ἔχοντες, καὶ οὐδαμοῦ ἔτι ὀρθὴ δόξα χωρὶς ἐπιστήμης γενήσεται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="207"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν ῥᾳδίως καταγιγνώσκωμεν τὸ μηδὲν εἰρηκέναι τὸν ἀποφηνάμενον ἐπιστήμην ὃ νῦν σκοποῦμεν. ἴσως γὰρ ὁ λέγων οὐ τοῦτο ἔλεγεν, ἀλλὰ τὸ ἐρωτηθέντα τί ἕκαστον δυνατὸν εἶναι τὴν ἀπόκρισιν διὰ τῶν στοιχείων

<milestone n="207" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="207a"/>
          ἀποδοῦναι τῷ ἐρομένῳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οἷον τί λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον καὶ Ἡσίοδος περὶ ἁμάξης λέγει τὸ <q>ἑκατὸν δέ τε δούραθʼ ἁμάξης.</q> ἃ ἐγὼ μὲν οὐκ ἂν δυναίμην εἰπεῖν, οἶμαι δὲ οὐδὲ σύ· ἀλλʼ ἀγαπῷμεν ἂν ἐρωτηθέντες ὅτι ἐστὶν ἅμαξα, εἰ ἔχοιμεν εἰπεῖν τροχοί, ἄξων, ὑπερτερία, ἄντυγες, ζυγόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δέ γε ἴσως οἴοιτʼ ἂν ἡμᾶς, ὥσπερ ἂν τὸ σὸν ὄνομα ἐρωτηθέντας καὶ ἀποκρινομένους κατὰ συλλαβήν,
         
         <milestone unit="section" resp="Stephanus" n="207b"/>            
γελοίους εἶναι, ὀρθῶς μὲν δοξάζοντας καὶ λέγοντας ἃ λέγομεν, οἰομένους δὲ γραμματικοὺς εἶναι καὶ ἔχειν τε καὶ λέγειν γραμματικῶς τὸν τοῦ Θεαιτήτου ὀνόματος λόγον· τὸ δʼ οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν, πρὶν ἂν διὰ τῶν στοιχείων μετὰ τῆς ἀληθοῦς δόξης ἕκαστον περαίνῃ τις, ὅπερ καὶ ἐν τοῖς πρόσθε που ἐρρήθη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐρρήθη γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτω τοίνυν καὶ περὶ ἁμάξης ἡμᾶς μὲν ὀρθὴν ἔχειν δόξαν, τὸν δὲ διὰ τῶν ἑκατὸν ἐκείνων δυνάμενον διελθεῖν
         
         <milestone unit="section" resp="Stephanus" n="207c"/>            
αὐτῆς τὴν οὐσίαν, προσλαβόντα τοῦτο, λόγον τε προσειληφέναι τῇ ἀληθεῖ δόξῃ καὶ ἀντὶ δοξαστικοῦ τεχνικόν τε καὶ ἐπιστήμονα περὶ ἁμάξης οὐσίας γεγονέναι, διὰ στοιχείων τὸ ὅλον περάναντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν εὖ δοκεῖ σοι, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ σοί, ὦ ἑταῖρε, δοκεῖ, καὶ ἀποδέχῃ τὴν διὰ στοιχείου διέξοδον περὶ ἑκάστου λόγον εἶναι, τὴν δὲ κατὰ συλλαβὰς ἢ καὶ κατὰ μεῖζον ἔτι ἀλογίαν, τοῦτό μοι λέγε,
         
         <milestone unit="section" resp="Stephanus" n="207d"/>            
ἵνʼ αὐτὸ ἐπισκοπῶμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ πάνυ ἀποδέχομαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ἡγούμενος ἐπιστήμονα εἶναι ὁντινοῦν ὁτουοῦν, ὅταν τὸ αὐτὸ τοτὲ μὲν τοῦ αὐτοῦ δοκῇ αὐτῷ εἶναι, τοτὲ δὲ ἑτέρου, ἢ καὶ ὅταν τοῦ αὐτοῦ τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον δοξάζῃ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα ἀμνημονεῖς ἐν τῇ τῶν γραμμάτων μαθήσει κατʼ ἀρχὰς σαυτόν τε καὶ τοὺς ἄλλους δρῶντας αὐτά;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἆρα λέγεις τῆς αὐτῆς συλλαβῆς τοτὲ μὲν ἕτερον,
         
         <milestone unit="section" resp="Stephanus" n="207e"/>            
τοτὲ δὲ ἕτερον ἡγουμένους γράμμα, καὶ τὸ αὐτὸ τοτὲ μὲν εἰς τὴν προσήκουσαν, τοτὲ δὲ εἰς ἄλλην τιθέντας συλλαβήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα λέγω.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὰ Δίʼ οὐ τοίνυν ἀμνημονῶ, οὐδέ γέ πω ἡγοῦμαι ἐπίστασθαι τοὺς οὕτως ἔχοντας.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="208"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὅταν ἐν τῷ τοιούτῳ καιρῷ <q>Θεαίτητον</q> γράφων τις θῆτα καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ,

<milestone n="208" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="208a"/>
          καὶ αὖ <q>Θεόδωρον</q> ἐπιχειρῶν γράφειν ταῦ καὶ εἶ οἴηταί τε δεῖν γράφειν καὶ γράψῃ, ἆρʼ ἐπίστασθαι φήσομεν αὐτὸν τὴν πρώτην τῶν ὑμετέρων ὀνομάτων συλλαβήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἄρτι ὡμολογήσαμεν τὸν οὕτως ἔχοντα μήπω εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κωλύει οὖν τι καὶ περὶ τὴν δευτέραν συλλαβὴν καὶ τρίτην καὶ τετάρτην οὕτως ἔχειν τὸν αὐτόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν τότε τὴν διὰ στοιχείου διέξοδον ἔχων γράψει <q>Θεαίτητον</q> μετὰ ὀρθῆς δόξης, ὅταν ἑξῆς γράφῃ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον δή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="208b"/><label>ΣΩ.</label> οὐκοῦν ἔτι ἀνεπιστήμων ὤν, ὀρθὰ δὲ δοξάζων, ὥς φαμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγον γε ἔχων μετὰ ὀρθῆς δόξης. τὴν γὰρ διὰ τοῦ στοιχείου ὁδὸν ἔχων ἔγραφεν, ἣν δὴ λόγον ὡμολογήσαμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα, ὦ ἑταῖρε, μετὰ λόγου ὀρθὴ δόξα, ἣν οὔπω δεῖ ἐπιστήμην καλεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὄναρ δή, ὡς ἔοικεν, ἐπλουτήσαμεν οἰηθέντες ἔχειν τὸν ἀληθέστατον ἐπιστήμης λόγον. ἢ μήπω κατηγορῶμεν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="208c"/><label>ΣΩ.</label> ἴσως γὰρ οὐ τοῦτό τις αὐτὸν ὁριεῖται, ἀλλὰ τὸ λοιπὸν εἶδος τῶν τριῶν, ὧν ἕν γέ τι ἔφαμεν λόγον θήσεσθαι τὸν ἐπιστήμην ὁριζόμενον δόξαν εἶναι ὀρθὴν μετὰ λόγου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς ὑπέμνησας· ἔτι γὰρ ἓν λοιπόν. τὸ μὲν γὰρ ἦν διανοίας ἐν φωνῇ ὥσπερ εἴδωλον, τὸ δʼ ἄρτι λεχθὲν διὰ στοιχείου ὁδὸς ἐπὶ τὸ ὅλον· τὸ δὲ δὴ τρίτον τί λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅπερ ἂν οἱ πολλοὶ εἴποιεν, τὸ ἔχειν τι σημεῖον εἰπεῖν ᾧ τῶν ἁπάντων διαφέρει τὸ ἐρωτηθέν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οἷον τίνα τίνος ἔχεις μοι λόγον εἰπεῖν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="208d"/><label>ΣΩ.</label> οἷον, εἰ βούλει, ἡλίου πέρι ἱκανὸν οἶμαί σοι εἶναι ἀποδέξασθαι, ὅτι τὸ λαμπρότατόν ἐστι τῶν κατὰ τὸν οὐρανὸν ἰόντων περὶ γῆν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λαβὲ δὴ οὗ χάριν εἴρηται. ἔστι δὲ ὅπερ ἄρτι ἐλέγομεν, ὡς ἄρα τὴν διαφορὰν ἑκάστου ἂν λαμβάνῃς ᾗ τῶν ἄλλων διαφέρει, λόγον, ὥς φασί τινες, λήψῃ· ἕως δʼ ἂν κοινοῦ τινος ἐφάπτῃ, ἐκείνων πέρι σοι ἔσται ὁ λόγος ὧν ἂν ἡ κοινότης ᾖ.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="208e"/><label>ΘΕΑΙ.</label> μανθάνω· καί μοι δοκεῖ καλῶς ἔχειν λόγον τὸ τοιοῦτον καλεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃς δʼ ἂν μετʼ ὀρθῆς δόξης περὶ ὁτουοῦν τῶν ὄντων τὴν διαφορὰν τῶν ἄλλων προσλάβῃ, αὐτοῦ ἐπιστήμων γεγονὼς ἔσται οὗ πρότερον ἦν δοξαστής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαμέν γε μὴν οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δῆτα, ὦ Θεαίτητε, παντάπασιν ἔγωγε, ἐπειδὴ ἐγγὺς ὥσπερ σκιαγραφήματος γέγονα τοῦ λεγομένου, συνίημι οὐδὲ σμικρόν· ἕως δὲ ἀφειστήκη πόρρωθεν, ἐφαίνετό τί μοι λέγεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τί τοῦτο;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="209"><p><said who="#Σωκράτης"><milestone n="209" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="209a"/><label>ΣΩ.</label> φράσω, ἐὰν οἷός τε γένωμαι. ὀρθὴν ἔγωγε ἔχων δόξαν περὶ σοῦ, ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε, εἰ δὲ μή, δοξάζω μόνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγος δέ γε ἦν ἡ τῆς σῆς διαφορότητος ἑρμηνεία.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡνίκʼ οὖν ἐδόξαζον μόνον, ἄλλο τι ᾧ τῶν ἄλλων διαφέρεις, τούτων οὐδενὸς ἡπτόμην τῇ διανοίᾳ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔοικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν κοινῶν τι ἄρα διενοούμην, ὧν οὐδὲν σὺ μᾶλλον ἤ τις ἄλλος ἔχει.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="209b"/><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ πρὸς Διός· πῶς ποτε ἐν τῷ τοιούτῳ σὲ μᾶλλον ἐδόξαζον ἢ ἄλλον ὁντινοῦν; θὲς γάρ με διανοούμενον ὡς ἔστιν οὗτος Θεαίτητος, ὃς ἂν ᾖ τε ἄνθρωπος καὶ ἔχῃ ῥῖνα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ οὕτω δὴ ἓν ἕκαστον τῶν μελῶν. αὕτη οὖν ἡ διάνοια ἔσθʼ ὅτι μᾶλλον ποιήσει με Θεαίτητον ἢ Θεόδωρον διανοεῖσθαι, ἢ τῶν λεγομένων Μυσῶν τὸν ἔσχατον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί γάρ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐὰν δὴ μὴ μόνον τὸν ἔχοντα ῥῖνα καὶ ὀφθαλμοὺς
         
         <milestone unit="section" resp="Stephanus" n="209c"/>            
διανοηθῶ, ἀλλὰ καὶ τὸν σιμόν τε καὶ ἐξόφθαλμον, μή τι σὲ αὖ μᾶλλον δοξάσω ἢ ἐμαυτὸν ἢ ὅσοι τοιοῦτοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐ πρότερόν γε, οἶμαι, Θεαίτητος ἐν ἐμοὶ δοξασθήσεται, πρὶν ἂν ἡ σιμότης αὕτη τῶν ἄλλων σιμοτήτων ὧν ἐγὼ ἑώρακα διάφορόν τι μνημεῖον παρʼ ἐμοὶ ἐνσημηναμένη κατάθηται—καὶ τἆλλα οὕτω ἐξ ὧν εἶ σύ—ἥ με, καὶ ἐὰν αὔριον ἀπαντήσω, ἀναμνήσει καὶ ποιήσει ὀρθὰ δοξάζειν περὶ σοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="209d"/><label>ΣΩ.</label> περὶ τὴν διαφορότητα ἄρα καὶ ἡ ὀρθὴ δόξα ἂν εἴη ἑκάστου πέρι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ οὖν προσλαβεῖν λόγον τῇ ὀρθῇ δόξῃ τί ἂν ἔτι εἴη; εἰ μὲν γὰρ προσδοξάσαι λέγει ᾗ διαφέρει τι τῶν ἄλλων, πάνυ γελοία γίγνεται ἡ ἐπίταξις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧν ὀρθὴν δόξαν ἔχομεν ᾗ τῶν ἄλλων διαφέρει, τούτων προσλαβεῖν κελεύει ἡμᾶς ὀρθὴν δόξαν ᾗ τῶν ἄλλων διαφέρει. καὶ οὕτως ἡ μὲν σκυτάλης ἢ ὑπέρου ἢ ὅτου δὴ
         
         <milestone unit="section" resp="Stephanus" n="209e"/>            
λέγεται περιτροπὴ πρὸς ταύτην τὴν ἐπίταξιν οὐδὲν ἂν λέγοι, τυφλοῦ δὲ παρακέλευσις ἂν καλοῖτο δικαιότερον· τὸ γάρ, ἃ ἔχομεν, ταῦτα προσλαβεῖν κελεύειν, ἵνα μάθωμεν ἃ δοξάζομεν, πάνυ γενναίως ἔοικεν ἐσκοτωμένῳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰπὲ δὴ τί νυνδὴ ὡς ἐρῶν ἐπύθου;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="210"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ τὸ λόγον, ὦ παῖ, προσλαβεῖν γνῶναι κελεύει, ἀλλὰ μὴ δοξάσαι τὴν διαφορότητα, ἡδὺ χρῆμʼ ἂν εἴη τοῦ καλλίστου τῶν περὶ ἐπιστήμης λόγου. τὸ γὰρ γνῶναι

<milestone n="210" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="210a"/>
            ἐπιστήμην που λαβεῖν ἐστιν· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐρωτηθείς, ὡς ἔοικε, τί ἐστιν ἐπιστήμη, ἀποκρινεῖται ὅτι δόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος. λόγου γὰρ πρόσληψις τοῦτʼ ἂν εἴη κατʼ ἐκεῖνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ παντάπασί γε εὔηθες, ζητούντων ἡμῶν ἐπιστήμην, δόξαν φάναι ὀρθὴν εἶναι μετʼ ἐπιστήμης εἴτε διαφορότητος εἴτε ὁτουοῦν. οὔτε ἄρα αἴσθησις, ὦ Θεαίτητε, οὔτε
         
         <milestone unit="section" resp="Stephanus" n="210b"/>            
δόξα ἀληθὴς οὔτε μετʼ ἀληθοῦς δόξης λόγος προσγιγνόμενος ἐπιστήμη ἂν εἴη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ἔτι κυοῦμέν τι καὶ ὠδίνομεν, ὦ φίλε, περὶ ἐπιστήμης, ἢ πάντα ἐκτετόκαμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ ναὶ μὰ Δίʼ ἔγωγε πλείω ἢ ὅσα εἶχον ἐν ἐμαυτῷ διὰ σὲ εἴρηκα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταῦτα μὲν πάντα ἡ μαιευτικὴ ἡμῖν τέχνη ἀνεμιαῖά φησι γεγενῆσθαι καὶ οὐκ ἄξια τροφῆς;παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐὰν τοίνυν ἄλλων μετὰ ταῦτα ἐγκύμων ἐπιχειρῇς
         
         <milestone unit="section" resp="Stephanus" n="210c"/>            
γίγνεσθαι, ὦ Θεαίτητε, ἐάντε γίγνῃ, βελτιόνων ἔσῃ πλήρης διὰ τὴν νῦν ἐξέτασιν, ἐάντε κενὸς ᾖς, ἧττον ἔσῃ βαρὺς τοῖς συνοῦσι καὶ ἡμερώτερος σωφρόνως οὐκ οἰόμενος εἰδέναι ἃ μὴ οἶσθα. τοσοῦτον γὰρ μόνον ἡ ἐμὴ τέχνη δύναται, πλέον δὲ οὐδέν, οὐδέ τι οἶδα ὧν οἱ ἄλλοι, ὅσοι μεγάλοι καὶ θαυμάσιοι ἄνδρες εἰσί τε καὶ γεγόνασιν· τὴν δὲ μαιείαν ταύτην ἐγώ τε καὶ ἡ μήτηρ ἐκ θεοῦ ἐλάχομεν, ἡ μὲν τῶν γυναικῶν,
         
         <milestone unit="section" resp="Stephanus" n="210d"/>            
ἐγὼ δὲ τῶν νέων τε καὶ γενναίων καὶ ὅσοι καλοί. νῦν μὲν οὖν ἀπαντητέον μοι εἰς τὴν τοῦ βασιλέως στοὰν ἐπὶ τὴν Μελήτου γραφὴν ἥν με γέγραπται· ἕωθεν δέ, ὦ Θεόδωρε, δεῦρο πάλιν ἀπαντῶμεν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>