<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:383-402</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:383-402</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="383"><p><said who="#Ἑρμογένης"><milestone n="383" unit="page" resp="Stephanus"/><milestone n="383a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα τὸν λόγον;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> εἴ σοι δοκεῖ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν <milestone n="383b" unit="section" resp="Stephanus"/>ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ ὄνομα <del>ἐστὶν ἢ οὔ</del>· ὁ δὲ ὁμολογεῖ. <q>τί δὲ Σωκράτει;</q> ἔφην. <q>Σωκράτης,</q> ἦ δʼ ὅς. <q>οὐκοῦν καὶ τοῖς ἄλλοις ἀνθρώποις πᾶσιν, ὅπερ καλοῦμεν ὄνομα ἕκαστον, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;</q> ὁ δέ, <q>οὔκουν σοί γε,</q> ἦ δʼ ὅς, <q>ὄνομα Ἑρμογένης, οὐδὲ ἂν πάντες καλῶσιν ἄνθρωποι.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="384"><p><said who="#Ἑρμογένης" rend="merge"><label>ΕΡΜ.</label> καὶ ἐμοῦ ἐρωτῶντος καὶ προθυμουμένου εἰδέναι ὅτι ποτὲ <milestone n="384" unit="page" resp="Stephanus"/><milestone n="384a" unit="section" resp="Stephanus"/>λέγει, οὔτε ἀποσαφεῖ οὐδὲν εἰρωνεύεταί τε πρός με, προσποιούμενός τι αὐτὸς ἐν ἑαυτῷ διανοεῖσθαι ὡς εἰδὼς περὶ αὐτοῦ, ὃ εἰ βούλοιτο σαφῶς εἰπεῖν, ποιήσειεν ἂν καὶ ἐμὲ ὁμολογεῖν καὶ λέγειν ἅπερ αὐτὸς λέγει. εἰ οὖν πῃ ἔχεις συμβαλεῖν τὴν Κρατύλου μαντείαν, ἡδέως ἂν ἀκούσαιμι· μᾶλλον δὲ αὐτῷ σοι ὅπῃ δοκεῖ <del>ἔχειν</del> περὶ ὀνομάτων ὀρθότητος ἔτι ἂν ἥδιον πυθοίμην, εἴ σοι βουλομένῳ <del>ἐστίν</del>.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ παῖ Ἱππονίκου Ἑρμόγενες, παλαιὰ παροιμία ὅτι
<milestone n="384b" unit="section" resp="Stephanus"/>χαλεπὰ τὰ καλά ἐστιν ὅπῃ ἔχει μαθεῖν· καὶ δὴ καὶ τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος· νῦν δὲ οὐκ ἀκήκοα,
<milestone n="384c" unit="section" resp="Stephanus"/>ἀλλὰ τὴν δραχμιαίαν. οὔκουν οἶδα πῇ ποτε τὸ ἀληθὲς ἔχει περὶ τῶν τοιούτων· συζητεῖν μέντοι ἕτοιμός εἰμι καὶ σοὶ καὶ Κρατύλῳ κοινῇ. ὅτι δὲ οὔ φησί σοι Ἑρμογένη ὄνομα εἶναι τῇ ἀληθείᾳ, ὥσπερ ὑποπτεύω αὐτὸν σκώπτειν· οἴεται γὰρ ἴσως σε χρημάτων ἐφιέμενον κτήσεως ἀποτυγχάνειν ἑκάστοτε. ἀλλʼ, ὃ νυνδὴ ἔλεγον, εἰδέναι μὲν τὰ τοιαῦτα χαλεπόν, εἰς τὸ κοινὸν δὲ καταθέντας χρὴ σκοπεῖν εἴτε ὡς σὺ λέγεις ἔχει εἴτε ὡς Κρατύλος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μὴν ἔγωγε, ὦ Σώκρατες, πολλάκις δὴ καὶ τούτῳ διαλεχθεὶς καὶ ἄλλοις πολλοῖς, οὐ δύναμαι πεισθῆναι
<milestone n="384d" unit="section" resp="Stephanus"/>ὡς ἄλλη τις ὀρθότης ὀνόματος ἢ συνθήκη καὶ ὁμολογία. ἐμοὶ γὰρ δοκεῖ ὅτι ἄν τίς τῳ θῆται ὄνομα, τοῦτο εἶναι τὸ ὀρθόν· καὶ ἂν αὖθίς γε ἕτερον μεταθῆται, ἐκεῖνο δὲ μηκέτι καλῇ, οὐδὲν ἧττον τὸ ὕστερον ὀρθῶς ἔχειν τοῦ προτέρου, ὥσπερ τοῖς οἰκέταις ἡμεῖς μετατιθέμεθα <del>οὐδὲν ἧττον τοῦτʼ εἶναι ὀρθὸν τὸ μετατεθὲν τοῦ πρότερον κειμένου</del>· οὐ γὰρ φύσει ἑκάστῳ πεφυκέναι ὄνομα οὐδὲν οὐδενί, ἀλλὰ νόμῳ καὶ ἔθει τῶν ἐθισάντων τε καὶ καλούντων. εἰ δέ πῃ ἄλλῃ
<milestone n="384e" unit="section" resp="Stephanus"/>ἔχει, ἕτοιμος ἔγωγε καὶ μανθάνειν καὶ ἀκούειν οὐ μόνον παρὰ Κρατύλου, ἀλλὰ καὶ παρʼ ἄλλου ὁτουοῦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="385"><p><said who="#Σωκράτης"><milestone n="385" unit="page" resp="Stephanus"/><milestone n="385a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες· σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθʼ ἑκάστῳ ὄνομα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="385b" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή μοι τόδε εἰπέ· καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής· ὃς δʼ ἂν ὡς οὐκ ἔστιν, ψευδής;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="385c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ὁ λόγος δʼ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δʼ αὐτοῦ οὐκ ἀληθῆ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὔκ, ἀλλὰ καὶ τὰ μόρια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ· ἢ πάντα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάντα, οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοῦτο <del>ὄνομα</del> ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθές γε, ὡς φῄς.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="385d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ γὰρ ἔχω ἔγωγε, ὦ Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ἢ ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ὃ ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, ὃ αὖ σύ. οὕτω δὲ καὶ
<milestone n="385e" unit="section" resp="Stephanus"/>ταῖς πόλεσιν ὁρῶ ἰδίᾳ <del>ἑκάσταις</del> ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="386"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ ἴδωμεν, ὦ Ἑρμόγενες, πότερον καὶ τὰ ὄντα οὕτως ἔχειν σοι φαίνεται, ἰδίᾳ αὐτῶν ἡ οὐσία εἶναι ἑκάστῳ, ὥσπερ Πρωταγόρας ἔλεγεν λέγων <q>πάντων χρημάτων
<milestone n="386" unit="page" resp="Stephanus"/><milestone n="386a" unit="section" resp="Stephanus"/>μέτρον</q> εἶναι ἄνθρωπον—ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα <del>εἶναι</del>, τοιαῦτα μὲν ἔστιν ἐμοί· οἷα δʼ ἂν σοί, τοιαῦτα δὲ σοί—ἢ ἔχειν δοκεῖ σοι αὐτὰ αὑτῶν τινα βεβαιότητα τῆς οὐσίας;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἤδη ποτὲ ἔγωγε, ὦ Σώκρατες, ἀπορῶν καὶ ἐνταῦθα ἐξηνέχθην εἰς ἅπερ Πρωταγόρας λέγει· οὐ πάνυ τι μέντοι μοι δοκεῖ οὕτως ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἐς τόδε ἤδη ἐξηνέχθης, ὥστε μὴ πάνυ σοι
<milestone n="386b" unit="section" resp="Stephanus"/>δοκεῖν εἶναί τινα ἄνθρωπον πονηρόν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ μὰ τὸν Δία, ἀλλὰ πολλάκις δὴ αὐτὸ πέπονθα, ὥστε μοι δοκεῖν πάνυ πονηροὺς εἶναί τινας ἀνθρώπους, καὶ μάλα συχνούς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; πάνυ χρηστοὶ οὔπω σοι ἔδοξαν εἶναι <del>ἄνθρωποι</del>;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μάλα ὀλίγοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδοξαν δʼ οὖν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν τοῦτο τίθεσαι; ἆρʼ ὧδε· τοὺς μὲν πάνυ χρηστοὺς πάνυ φρονίμους, τοὺς δὲ πάνυ πονηροὺς πάνυ ἄφρονας;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="386c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷόν τε οὖν <del>ἐστιν</del>, εἰ Πρωταγόρας ἀληθῆ ἔλεγεν καὶ ἔστιν αὕτη ἡ ἀλήθεια, τὸ οἷα ἂν δοκῇ ἑκάστῳ τοιαῦτα καὶ εἶναι, τοὺς μὲν ἡμῶν φρονίμους εἶναι, τοὺς δὲ ἄφρονας;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν· οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ὁ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἃ ἂν ἑκάστῳ
<milestone n="386d" unit="section" resp="Stephanus"/>δοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν οὐδὲ κατʼ Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί· οὐδὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετή τε καὶ κακία εἴη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μήτε πᾶσι πάντα ἐστὶν ὁμοίως ἅμα καὶ ἀεί, μήτε ἑκάστῳ ἰδίᾳ ἕκαστον <del>τῶν ὄντων ἐστίν</del>, δῆλον δὴ
<milestone n="386e" unit="section" resp="Stephanus"/>ὅτι αὐτὰ αὑτῶν οὐσίαν ἔχοντά τινα βέβαιόν ἐστι τὰ πράγματα, οὐ πρὸς ἡμᾶς οὐδὲ ὑφʼ ἡμῶν ἑλκόμενα ἄνω καὶ κάτω τῷ ἡμετέρῳ φαντάσματι, ἀλλὰ καθʼ αὑτὰ πρὸς τὴν αὑτῶν οὐσίαν ἔχοντα ᾗπερ πέφυκεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖ μοι, ὦ Σώκρατες, οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αὐτὰ μὲν ἂν εἴη οὕτω πεφυκότα, αἱ δὲ πράξεις αὐτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον; ἢ οὐ καὶ αὗται ἕν τι εἶδος τῶν ὄντων εἰσίν, αἱ πράξεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε καὶ αὗται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="387"><p><said who="#Σωκράτης"><milestone n="387" unit="page" resp="Stephanus"/><milestone n="387a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> κατὰ τὴν αὑτῶν ἄρα φύσιν καὶ αἱ πράξεις πράττονται, οὐ κατὰ τὴν ἡμετέραν δόξαν. οἷον ἐάν τι ἐπιχειρήσωμεν ἡμεῖς τῶν ὄντων τέμνειν, πότερον ἡμῖν τμητέον <del>ἐστὶν</del> ἕκαστον ὡς ἂν ἡμεῖς βουλώμεθα καὶ ᾧ ἂν βουληθῶμεν, ἢ ἐὰν μὲν κατὰ τὴν φύσιν βουληθῶμεν ἕκαστον τέμνειν τοῦ τέμνειν τε καὶ τέμνεσθαι καὶ ᾧ πέφυκε, τεμοῦμέν τε καὶ πλέον τι ἡμῖν ἔσται καὶ ὀρθῶς πράξομεν τοῦτο, ἐὰν δὲ παρὰ φύσιν, ἐξαμαρτησόμεθά τε καὶ οὐδὲν πράξομεν;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="387b" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐὰν κάειν τι ἐπιχειρήσωμεν, οὐ κατὰ πᾶσαν δόξαν δεῖ κάειν, ἀλλὰ κατὰ τὴν ὀρθήν; αὕτη δʼ ἐστὶν ᾗ ἐπεφύκει ἕκαστον κάεσθαί τε καὶ κάειν καὶ ᾧ ἐπεφύκει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τἆλλα οὕτω;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ καὶ τὸ λέγειν μία τις τῶν πράξεών ἐστιν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ᾗ ἄν τῳ δοκῇ λεκτέον εἶναι, ταύτῃ
<milestone n="387c" unit="section" resp="Stephanus"/>λέγων ὀρθῶς λέξει, ἢ ἐὰν μὲν ᾗ πέφυκε τὰ πράγματα λέγειν τε καὶ λέγεσθαι καὶ ᾧ, ταύτῃ καὶ τούτῳ λέγῃ, πλέον τέ τι ποιήσει καὶ ἐρεῖ· ἂν δὲ μή, ἐξαμαρτήσεταί τε καὶ οὐδὲν ποιήσει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὕτω μοι δοκεῖ ὡς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν; διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς <del>τίς</del> ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="387d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλʼ αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ὀνομαστέον <del>ἐστὶν</del> ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλʼ οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεταί μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="387e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="388"><p><said who="#Ἑρμογένης"><milestone n="388" unit="page" resp="Stephanus"/><milestone n="388a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τρύπανον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ᾧ κερκίζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> κερκίς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ᾧ ὀνομάζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὄνομα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν ἐγὼ ἐροίμην <q>τί ἦν ὄργανον ἡ κερκίς;</q> οὐχ ᾧ κερκίζομεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἔχω λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ
<milestone n="388c" unit="section" resp="Stephanus"/>διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑφαντικὸν δέ γε ἡ κερκίς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς· διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῷ τοῦ τέκτονος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τῷ τοῦ χαλκέως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐδὲ τοῦτʼ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι <del>εἶναι</del> ὁ παραδιδοὺς αὐτά;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικεν.
</said></p><p><said who="#Σωκράτης"><milestone n="388e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ τὴν τέχνην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="389"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι
<milestone n="389" unit="page" resp="Stephanus"/><milestone n="389a" unit="section" resp="Stephanus"/><del>ἐστὶν</del> ἀλλά τινος ὀνοματουργοῦ· οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται· ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="389b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει,
<milestone n="389c" unit="section" resp="Stephanus"/>ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος· τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ <del>τὸ ἔργον</del>, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλʼ οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.
</said></p><p><said who="#Σωκράτης"><milestone n="389d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης; εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν
<milestone n="389e" unit="section" resp="Stephanus"/>δεῖ τοῦτο ἀ<add>μφι</add>γνοεῖν· οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον· ἀλλʼ ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε
<milestone n="390" unit="page" resp="Stephanus"/><milestone n="390a" unit="section" resp="Stephanus"/>ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. ἦ γάρ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="390"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="390b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος <del>ὁ</del> ὑφάντης;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρʼ οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτʼ εὖ εἴργασται εἴτε μή;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ὁ κιθαριστής.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="390c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> κυβερνήτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τʼ ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρʼ οὐχ ὅσπερ χρήσεται;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὔκ, ἀλλὰ τοῦτο.
</said></p><p><said who="#Σωκράτης"><milestone n="390d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει
<milestone n="390e" unit="section" resp="Stephanus"/>τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="391"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἔχω, ὦ Σώκρατες, ὅπως χρὴ πρὸς ἃ λέγεις
<milestone n="391" unit="page" resp="Stephanus"/><milestone n="391a" unit="section" resp="Stephanus"/>ἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ μέν, ὦ μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλʼ ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ
<milestone n="391b" unit="section" resp="Stephanus"/>παντὸς ἀνδρὸς ἐπίστασθαι <del>καλῶς</del> αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι· ἢ οὔ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτʼ αὖ ἐστιν αὐτοῦ ἡ ὀρθότης.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει τοίνυν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς οὖν χρὴ σκοπεῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθοτάτη μὲν τῆς σκέψεως, ὦ ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός
<milestone n="391c" unit="section" resp="Stephanus"/>σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρʼ Ὁμήρου χρὴ
<milestone n="391d" unit="section" resp="Stephanus"/>μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ τί λέγει, ὦ Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλαχοῦ· μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς ἅ τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. ἢ οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα·
<milestone n="391e" unit="section" resp="Stephanus"/>ἢ σὺ οὐκ οἴει;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, <q>ὃν Ξάνθον,</q> φησί, <q>καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="392"><p><said who="#Σωκράτης"><milestone n="392" unit="page" resp="Stephanus"/><milestone n="392a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον ἢ Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι—<quote type="verse"><l met="dactylic">χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν,</l></quote><bibl n="Hom. Il. 14.291">ηομ. ιλ. 14.291</bibl>φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; ἢ τὴν Βατίειάν τε καὶ Μυρίνην,
<milestone n="392b" unit="section" resp="Stephanus"/>καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν ἢ κατʼ ἐμὲ καὶ σὲ ἐξευρεῖν· ὁ δὲ Σκαμάνδριός τε καὶ ὁ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, ἅ φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἃ ἐγὼ λέγω.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν <q>Ἀστυάνακτα</q> ἢ τὸν <q>Σκαμάνδριον</q>;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="392c" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> οὐκ ἔχω λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους ἢ τοὺς ἀφρονεστέρους;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι ἢ οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἱ ἄνδρες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος
<milestone n="392d" unit="section" resp="Stephanus"/>ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔοικέ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν <q>Ἀστυάνακτα</q> ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν <q>Σκαμάνδριον</q>;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶμεν δὴ διὰ τί ποτε. ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ—
    <milestone n="392e" unit="section" resp="Stephanus"/><quote type="verse"><l met="dactylic">οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.</l></quote><bibl n="Hom. Il. 22.507">ηομ. ιλ. 22.507</bibl>διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεταί μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δή ποτε; οὐ γάρ πω οὐδʼ αὐτὸς ἔγωγε μανθάνω· ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="393"><p><said who="#Σωκράτης"><milestone n="393" unit="page" resp="Stephanus"/><milestone n="393a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἀλλʼ ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα <del>τὰ ὀνόματα</del>. ὁ γὰρ <q>ἄναξ</q> καὶ ὁ <q>Ἕκτωρ</q> σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα· οὗ γὰρ ἄν τις <q>ἄναξ</q> ᾖ, καὶ <q>Ἕκτωρ</q> δήπου ἐστὶν τούτου· δῆλον γὰρ ὅτι κρατεῖ
<milestone n="393b" unit="section" resp="Stephanus"/>τε αὐτοῦ καὶ κέκτηται καὶ <term>ἔχει</term> αὐτό. ἢ οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> μὰ Δίʼ οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαιόν γέ τοί ἐστιν, ὡς ἐμοὶ φαίνεται, τὸν λέοντος ἔκγονον λέοντα καλεῖν καὶ τὸν ἵππου ἔκγονον ἵππον. οὔ τι λέγω ἐὰν ὥσπερ τέρας γένηται ἐξ ἵππου ἄλλο τι ἢ ἵππος,
<milestone n="393c" unit="section" resp="Stephanus"/>ἀλλʼ οὗ ἂν ᾖ τοῦ γένους ἔκγονον τὴν φύσιν, τοῦτο λέγω· ἐὰν βοὸς ἔκγονον φύσει ἵππος παρὰ φύσιν τέκῃ μόσχον, οὐ πῶλον κλητέον ἀλλὰ μόσχον· οὐδʼ ἂν ἐξ ἀνθρώπου οἶμαι μὴ τὸ ἀνθρώπου ἔκγονον γένηται, <del>ἀλλʼ ὃ ἂν</del> τὸ ἔκγονον ἄνθρωπος κλητέος· καὶ τὰ δένδρα ὡσαύτως καὶ τἆλλα ἅπαντα· ἢ οὐ συνδοκεῖ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> συνδοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις· φύλαττε γάρ με μή πῃ παρακρούσωμαί σε. κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι
<milestone n="393d" unit="section" resp="Stephanus"/>ἔκγονον, βασιλεὺς κλητέος· εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα· οὐδʼ εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ποικίλον, ἀλλʼ ὥσπερ τῶν στοιχείων οἶσθα ὅτι ὀνόματα λέγομεν ἀλλʼ οὐκ αὐτὰ τὰ στοιχεῖα, πλὴν τεττάρων, τοῦ Ε καὶ τοῦ Υ καὶ τοῦ Ο καὶ τοῦ Ω· τοῖς δʼ
<milestone n="393e" unit="section" resp="Stephanus"/>ἄλλοις φωνήεσί τε καὶ ἀφώνοις οἶσθα ὅτι περιτιθέντες ἄλλα γράμματα λέγομεν, ὀνόματα ποιοῦντες· ἀλλʼ ἕως ἂν αὐτοῦ δηλουμένην τὴν δύναμιν ἐντιθῶμεν, ὀρθῶς ἔχει ἐκεῖνο τὸ ὄνομα καλεῖν ὃ αὐτὸ ἡμῖν δηλώσει. οἷον τὸ <q>βῆτα</q>· ὁρᾷς ὅτι τοῦ ἦτα καὶ τοῦ ταῦ καὶ τοῦ ἄλφα προστεθέντων οὐδὲν ἐλύπησεν, ὥστε μὴ οὐχὶ τὴν ἐκείνου τοῦ στοιχείου φύσιν δηλῶσαι ὅλῳ τῷ ὀνόματι οὗ ἐβούλετο ὁ νομοθέτης· οὕτως ἠπιστήθη καλῶς θέσθαι τοῖς γράμμασι τὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ μοι δοκεῖς λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="394"><p><said who="#Σωκράτης"><milestone n="394" unit="page" resp="Stephanus"/><milestone n="394a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ βασιλέως ὁ αὐτὸς λόγος; ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται· κλητέον δὴ ταὐτὰ ὀνόματα. ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα· ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε
<milestone n="394b" unit="section" resp="Stephanus"/>ἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων. οὕτω δὲ ἴσως καὶ ὁ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα ἢ μετάκειται ἢ ἀφῄρηται, ἢ καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν ἡ τοῦ ὀνόματος δύναμις. ὥσπερ ὃ νυνδὴ ἐλέγομεν, <q>Ἀστυάναξ</q> τε καὶ <q>Ἕκτωρ</q> οὐδὲν τῶν αὐτῶν
<milestone n="394c" unit="section" resp="Stephanus"/>γραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλʼ ὅμως ταὐτὸν σημαίνει. καὶ <q>Ἀρχέπολίς</q> γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ; δηλοῖ δὲ ὅμως τὸ αὐτό· καὶ ἄλλα πολλά ἐστιν ἃ οὐδὲν ἀλλʼ ἢ βασιλέα σημαίνει· καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον <q>Ἆγις</q> καὶ <q>Πολέμαρχος</q> καὶ <q>Εὐπόλεμος</q>. καὶ ἰατρικά γε ἕτερα, <q>Ἰατροκλῆς</q> καὶ <q>Ἀκεσίμβροτος</q>· καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα. φαίνεται οὕτως ἢ οὔ;
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="394d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρʼ οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="394e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ <q>Θεόφιλον,</q> ὡς ἔοικεν, οὐδὲ <q>Μνησίθεον</q> οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλʼ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> παντός γε μᾶλλον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ γε καὶ ὁ <q>Ὀρέστης,</q> ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ <term>ὀρεινὸν</term> ἐνδεικνύμενος τῷ ὀνόματι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="395"><p><said who="#Ἑρμογένης"><milestone n="395" unit="page" resp="Stephanus"/><milestone n="395a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> φαίνεται οὕτως, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ <q>Ἀγαμέμνων,</q> οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι διʼ ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν <term>ἀγαστὸς</term> κατὰ
<milestone n="395b" unit="section" resp="Stephanus"/>τὴν <term>ἐπιμονὴν</term> οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ <q>Ἀγαμέμνων.</q> ἴσως δὲ καὶ ὁ <q>Ἀτρεὺς</q> ὀρθῶς ἔχει. ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ <term>ἀτηρὰ</term> πρὸς ἀρετήν. ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός· τοῖς δʼ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ <q>Ἀτρεύς.</q> καὶ γὰρ κατὰ τὸ <term>ἀτειρὲς</term> καὶ
<milestone n="395c" unit="section" resp="Stephanus"/>κατὰ τὸ <term>ἄτρεστον</term> καὶ κατὰ τὸ <term>ἀτηρὸν</term> πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι· σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα <del>ἄξιον εἶναι ταύτης τῆς ἐπωνυμίας</del>.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷόν που καὶ κατʼ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ
<milestone n="395d" unit="section" resp="Stephanus"/>δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δʼ ἐστὶ <q>πέλας</q> —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὰ ποῖα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου
<milestone n="395e" unit="section" resp="Stephanus"/><term>ταλαντεία</term> θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι· καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος <term>ταλάντατον</term> ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντʼ ἐκείνου <q>Τάνταλον,</q> τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="396"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ
<milestone n="396" unit="page" resp="Stephanus"/><milestone n="396a" unit="section" resp="Stephanus"/>παγκάλως τὸ ὄνομα κεῖσθαι· ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ <q>Ζῆνα,</q> οἱ δὲ <q>Δία</q> καλοῦσιν—συντιθέμενα δʼ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς
<milestone n="396b" unit="section" resp="Stephanus"/>ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι, <term>διʼ</term> ὃν <term>ζῆν</term> ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει· διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ <q>Διὶ</q> καὶ τῷ <q>Ζηνί.</q> τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία· <term>κόρον</term> γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ <term>καθαρὸν</term> αὐτοῦ καὶ <term>ἀκήρατον</term> τοῦ <term>νοῦ</term>. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος· ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι,
<milestone n="396c" unit="section" resp="Stephanus"/><q>οὐρανία,</q> <term>ὁρῶσα τὰ ἄνω</term>, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι· εἰ δʼ ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ
<milestone n="396d" unit="section" resp="Stephanus"/>προσπέπτωκεν ἄρτι οὐκ οἶδʼ ὁπόθεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι· ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι
<milestone n="396e" unit="section" resp="Stephanus"/>χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι· τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς
<milestone n="397" unit="page" resp="Stephanus"/><milestone n="397a" unit="section" resp="Stephanus"/>καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="397"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλʼ ἐγὼ μὲν συγχωρῶ· πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλʼ ἔχειν
<milestone n="397b" unit="section" resp="Stephanus"/>τινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν· πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατʼ ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον <q>Εὐτυχίδην</q> καὶ <q>Σωσίαν</q> καὶ <q>Θεόφιλον</q> καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν· εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα
<milestone n="397c" unit="section" resp="Stephanus"/>μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δʼ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ <q>θεοὶ</q> ὀρθῶς ἐκλήθησαν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους
<milestone n="397d" unit="section" resp="Stephanus"/><del>τοὺς θεοὺς</del> ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ <term>δαήμονες</term> <q>θεοὺς</q> αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλον δὴ ὅτι <del>δαίμονάς τε καὶ ἥρωας καὶ ἀνθρώπους</del> δαίμονας.
</said></p><p><said who="#Σωκράτης"><milestone n="397e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ <q>δαίμονες</q>; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐκ ἐννοῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οἶδα τοῦτό γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="398"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγει τοίνυν περὶ αὐτοῦ—<quote type="verse"><l met="dactylic">αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρʼ ἐκάλυψεν,</l></quote>
<milestone n="398" unit="page" resp="Stephanus"/><milestone n="398a" unit="section" resp="Stephanus"/><cit><quote type="verse"><l met="c">οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται,</l><l>ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.</l></quote><bibl>Hes. WD 122 ff.</bibl></cit></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί οὖν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλʼ ἀγαθόν τε καὶ καλόν. τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις
<milestone n="398b" unit="section" resp="Stephanus"/>ἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δʼ ἀγαθοὶ ἄλλο τι ἢ φρόνιμοι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φρόνιμοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν παντὸς μᾶλλον λέγει, ὡς ἐμοὶ δοκεῖ, τοὺς δαίμονας· ὅτι φρόνιμοι καὶ <term>δαήμονες</term> ἦσαν, <q>δαίμονας</q> αὐτοὺς ὠνόμασεν· καὶ ἔν γε τῇ ἀρχαίᾳ τῇ ἡμετέρᾳ φωνῇ αὐτὸ συμβαίνει τὸ ὄνομα. λέγει οὖν καλῶς καὶ οὗτος καὶ ἄλλοι ποιηταὶ πολλοὶ ὅσοι λέγουσιν ὡς, ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἔχει καὶ γίγνεται
<milestone n="398c" unit="section" resp="Stephanus"/>δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν. ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ <del>τὸν δαήμονα</del> πάντʼ ἄνδρα ὃς ἂν ἀγαθὸς ᾖ, δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς <q>δαίμονα</q> καλεῖσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. ὁ δὲ δὴ <q>ἥρως</q> τί ἂν εἴη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί οὖν;
</said></p><p><said who="#Σωκράτης"><milestone n="398d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> πάντες δήπου γεγόνασιν ἐρασθέντος ἢ θεοῦ θνητῆς ἢ θνητοῦ θεᾶς. ἐὰν οὖν σκοπῇς καὶ τοῦτο κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ· δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν <sic>ὀνόματος</sic> χάριν. καὶ ἤτοι τοῦτο λέγει τοὺς ἥρωας, ἢ ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες <del>καὶ</del> δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ ὄντες· τὸ γὰρ <q>εἴρειν</q> λέγειν ἐστίν. ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι
<milestone n="398e" unit="section" resp="Stephanus"/>οἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον. ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε <q>ἄνθρωποι</q> καλοῦνται· <add>ἢ</add> σὺ ἔχεις εἰπεῖν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πόθεν, ὠγαθέ, ἔχω; οὐδʼ εἴ τι οἷός τʼ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="399"><p><said who="#Σωκράτης"><milestone n="399" unit="page" resp="Stephanus"/><milestone n="399a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δῆλα δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γε σὺ πιστεύων· ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ ὃ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δʼ ἐξαιροῦμεν, παρʼ ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον <q>Διὶ φίλος</q> —τοῦτο ἵνα
<milestone n="399b" unit="section" resp="Stephanus"/>ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα <add>ὀξύτερα</add> φθεγγόμεθα.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς λέγεις;
</said></p><p><said who="#Σωκράτης"><milestone n="399c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ <q>ἄνθρωπος</q> ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ <term>ἀναθρεῖ</term>, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δʼ ἐστὶ <del>τὸ</del> <q>ὄπωπε</q> —καὶ <term>ἀναθρεῖ</term> καὶ λογίζεται τοῦτο ὃ <term>ὄπωπεν</term>. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος <q>ἄνθρωπος</q> ὠνομάσθη, <term>ἀναθρῶν</term> ἃ <term>ὄπωπε</term>.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ γε.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="399d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. <q>ψυχὴν</q> γάρ που καὶ <q>σῶμα</q> καλοῦμεν τοῦ ἀνθρώπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτʼ αὖ τὸ σῶμα;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ
<milestone n="399e" unit="section" resp="Stephanus"/>ἀναπνεῖν δύναμιν παρέχον καὶ <term>ἀναψῦχον</term>, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν αὐτὸ <q>ψυχὴν</q> καλέσαι. εἰ δὲ βούλει —ἔχε ἠρέμα· δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου
<milestone n="400" unit="page" resp="Stephanus"/><milestone n="400a" unit="section" resp="Stephanus"/>τοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι· τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="400"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν φύσιν παντὸς τοῦ σώματος, ὥστε καὶ ζῆν καὶ περιιέναι, τί σοι δοκεῖ ἔχειν τε καὶ ὀχεῖν ἄλλο ἢ ψυχή;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐδὲν ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; καὶ τὴν τῶν ἄλλων ἁπάντων φύσιν οὐ πιστεύεις Ἀναξαγόρᾳ νοῦν καὶ ψυχὴν εἶναι τὴν διακοσμοῦσαν καὶ ἔχουσαν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔγωγε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="400b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ <term>φύσιν ὀχεῖ</term> καὶ <term>ἔχει</term> <q>φυσέχην</q> ἐπονομάζειν. ἔξεστι δὲ καὶ <q>ψυχὴν</q> κομψευόμενον λέγειν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἔστιν· γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ σῶμα λέγεις;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλαχῇ μοι δοκεῖ τοῦτό γε· ἂν μὲν καὶ σμικρόν
<milestone n="400c" unit="section" resp="Stephanus"/>τις παρακλίνῃ, καὶ πάνυ. καὶ γὰρ <term>σῆμά</term> τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ <term>σημαίνει</term> ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ <q>σῆμα</q> ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα <term>σῴζηται</term>, δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, <del>τὸ</del> <q>σῶμα,</q> καὶ οὐδὲν δεῖν παράγειν οὐδʼ ἓν γράμμα.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="400d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, ὦ Σώκρατες, εἰρῆσθαι· περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων, οἷον καὶ περὶ τοῦ <q>Διὸς</q> νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναὶ μὰ Δία ἡμεῖς γε, ὦ Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον, ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς καλοῦσιν· δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι.
<milestone n="400e" unit="section" resp="Stephanus"/>δεύτερος δʼ αὖ τρόπος ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινές τε καὶ ὁπόθεν χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν
<milestone n="401" unit="page" resp="Stephanus"/><milestone n="401a" unit="section" resp="Stephanus"/>εἰδότας· καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="401"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα—οὐ γὰρ ἀξιοῦμεν οἷοί τʼ ἂν εἶναι σκοπεῖν—ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα· τοῦτο γὰρ ἀνεμέσητον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἀλλά μοι δοκεῖς, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.
</said></p><p><said who="#Σωκράτης"><milestone n="401b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἄλλο τι οὖν ἀφʼ Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> δίκαιον γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> οὐ μὰ τὸν Δία οὐδὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων
<milestone n="401c" unit="section" resp="Stephanus"/>τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς <q>οὐσίαν</q> καλοῦμεν, εἰσὶν οἳ <q>ἐσσίαν</q> καλοῦσιν, οἳ δʼ αὖ <q>ὠσίαν.</q> πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία <q>Ἑστία</q> καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον <q>ἔστιν</q> φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο <q>Ἑστία</q>· ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν <q>ἐσσίαν</q> καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις
<milestone n="401d" unit="section" resp="Stephanus"/>ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους· τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν <q>ἐσσίαν</q> ἐπωνόμασαν. ὅσοι δʼ αὖ <q>ὠσίαν,</q> σχεδόν τι αὖ οὗτοι καθʼ Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν· τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ <term>ὠθοῦν</term>, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ <q>ὠσίαν</q> ὠνομάσθαι. καὶ ταῦτα
<milestone n="401e" unit="section" resp="Stephanus"/>μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω· μετὰ δʼ Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως μέντοι οὐδὲν λέγω.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δή, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ποῖον δὴ τοῦτο;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="402"><p><said who="#Σωκράτης"><milestone n="402" unit="page" resp="Stephanus"/><milestone n="402a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τίνα ταύτην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαίʼ ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγει που Ἡράκλειτος ὅτι <q>πάντα χωρεῖ καὶ οὐδὲν μένει,</q> καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς <q>δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔστι ταῦτα.
</said></p><p><said who="#Σωκράτης"><milestone n="402b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν ὁ τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις <q>Ῥέαν</q> τε καὶ <q>Κρόνον</q>; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι; ὥσπερ αὖ Ὅμηρος <q>Ὠκεανόν τε θεῶν γένεσίν</q> φησιν <q>καὶ μητέρα Τηθύν·</q> οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι<quote type="verse"><l met="dactylic">Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο,</l></quote>
<milestone n="402c" unit="section" resp="Stephanus"/><cit><quote type="verse"><l met="c">ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.</l></quote><bibl>Orpheus fr.</bibl></cit>ταῦτʼ οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνῃ τί μοι λέγειν, ὦ Σώκρατες· τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ <term>διαττώμενον</term> καὶ
<milestone n="402d" unit="section" resp="Stephanus"/>τὸ <term>ἠθούμενον</term> πηγῆς ἀπείκασμά ἐστιν· ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ <q>Τηθὺς</q> τὸ ὄνομα σύγκειται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὃ ὀνομάζουσιν αὐτόν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι
<milestone n="402e" unit="section" resp="Stephanus"/><del>τοῦ πρώτου ὀνομάσαντος</del>, ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν ἡ τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλʼ ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν <q>Ποσειδῶνα,</q> ὡς <q>ποσίδεσμον</q> ὄντα· τὸ δὲ ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>