<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.7-2.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.7-2.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><quote type="lemma" n="53">Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα
                            περαιούσας <lb/>ἀλγηδόνας.</quote><pb n="526"/><p><milestone unit="ed2page" n="41"/>Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον
                            ἐδήλωσεν <lb/>ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς
                            ὑποχόνδριον <lb/>περαιούσας. </p></div><div type="textpart" subtype="chapter" n="8"><quote type="lemma" n="54">Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς
                            τὴν <lb/>κληῖδα περαίνοιτο ἡ ὀδύνη.</quote><p>Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως <lb/>εἰπὼν λύειν
                            συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ <lb/>περὶ τούτου τοῦ
                            βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει. </p></div><div type="textpart" subtype="chapter" n="9"><quote type="lemma" n="55">Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ
                            χρὴ <lb/>πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος
                            <lb/>τοῦτο καὶ ἐμπυητικόν.</quote><p>Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ, <pb n="527"/> τὰ δὲ
                            ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν <lb/>ἐὰν ὁ πόνος
                            μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς <lb/>τοῦ σώματος ἀφιστάμενος τῶν
                            θερμασμάτων, ὡς καὶ τὸν <lb/>πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον
                            ἐμπύημα ποιούντων. <lb/>γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς
                            <lb/>μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου
                            <lb/>συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν. </p></div><div type="textpart" subtype="chapter" n="10"><quote type="lemma" n="56">Ἀλλ᾿ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῖδα ἢ ἐς τὸν
                            βραχίονα <lb/>βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν <lb/>ἀρήγει
                            τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν <lb/>συχνὸν ἀφαιρέειν τὸ
                            αἷμα, ἕως ἂν ἐρυθρότερον πολλῷ <lb/>ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ
                            πελιδνόν· ἀμφοτεροῖα <lb/>γὰρ γίγνεται.</quote><p>Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν <lb/>ποιεῖται τὰς
                            κενώσεις· τὸ γὰρ ἀκτέα ᾗ ῥέπει τῶν συμφερόντων <pb n="528"/> χωρίων
                            ἀληθέστατον. συμβαίνει δὲ ἐνίοτε <milestone unit="ed2page" n="42"/>
                            <lb/>τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος
                            <lb/>ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα <lb/>πρὸς τὴν
                            κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν <lb/>ἐκτείνει τὴν συμπάθειαν, τὰ
                            δὲ κάτω πρὸς τὰς φρένας τε <lb/>καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς
                            συμπαθείας διασημαινούσης <lb/>φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν
                            τε καὶ <lb/>θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι
                            <lb/>τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν
                            <lb/>ποιεῖσθαι προσήκει. εὖ δὲ εἶπε βάρος γίγνεσθαι <lb/>περὶ τὸν
                            βραχίονα καὶ οὐ πόνον· τοῦ μὲν γὰρ ἐνταῦθα <lb/>μᾶλλον ἠθροῖσθαι τὸ αἷμα
                            καὶ ῥέπειν σημεῖόν <milestone unit="ed1page" n="55"/>
                            <lb/>ἐστι τὸ βάρος ἐπὶ πλήθει γιγνόμενον· αἱ δὲ τάσεις καὶ <lb/>κατὰ
                            συμπάθειαν μόνην εἰώθασι γίγνεσθαι, τῶν συνεχῶν <lb/>τοῖς φλεγμαίνουσι
                            τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς <lb/>τὸ αἷμα· διὰ τοῦτο οὖν
                            αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον <lb/>αἷμα τέμνοντα φλέβα τὴν ἔνδον.
                            εἰσὶ γὰρ ἔνδον ἐν τῇ <pb n="529"/> κατ᾿ ἀγκῶνα διαρθρώσει πλείους
                            φλέβες, ἃς τέμνειν εἰώθαμεν· <lb/>εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε
                            τὸ τρίτον <lb/>γράμμα τῶν ἀνατομικῶν ἐγχειρήσεων κᾀν τῇ τῶν φλεβῶν
                            <lb/>τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ᾿ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον·
                            <lb/>ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἀπ᾿ <lb/>ἀρχῆς ἀγαγόντας
                            τὸν λόγον. ἡ κοίλη φλέψ ἐκ τῶν κυρτῶν <lb/>τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς
                            τῆς καρδίας ἀναφέρουσα τὸ <lb/>αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ
                            μορίοις ὀλίγον, αὐτῇ <lb/>δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτα
                            ἐντεῦθεν ὡς ἐξ <lb/>ἀρχῆς ὥρμητο κατ᾿ εὐθὺ φερομένη πρὸς τὸν τράχηλον,
                            εἰς <lb/>ὀρθίας σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας
                            <lb/>μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δὲ αὐτῆς, <lb/>πρὶν
                            ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς <lb/>τὸ διάφραγμα,
                            σμικρῶν δὲ εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω <lb/>μέρος τῶν ὀκτὼ πλευρῶν, ὅ
                            ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβὸς, <lb/>ἐπὶ μὲν ἐνίων ζώων ἀνωτέρω τῆς
                            καρδίας ἀποφυομένης, <lb/>ἐπ᾿ ἐνίων δ᾿ ὥσπερ καὶ ἐπ᾿ ἀνθρώπων, καθ᾿ ὃ
                            μέρος ἤδη <pb n="530"/> ψαύει τοῦ τῆς καρδίας ὠτὸς ἡ κοίλη φλέψ.
                            ἐντεῦθεν γὰρ <lb/>ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν
                            <lb/>ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰς τὰ κάτω <lb/>μέρη τοῦ
                            θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν <lb/>ἄχρι τοῦ
                            διαφράγματος· αἱ δ᾿ ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ <lb/>πλευραὶ τέσσαρες
                            ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν, <lb/>ἀποφυομένων τῆς κοίλης πρὶν
                            εἰς τὰς σφαγίτιδας σχισθῆναι. <lb/>τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως
                            ἐφεξῆς εἰσιν <lb/>αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν· αἱ
                            <lb/>δ᾿ ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι εἰς τὰς σφαγίτιδας <lb/>τὴν
                            κοίλην ἀφ᾿ ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ <lb/>θώρακος, ἔχουσι δὲ
                            τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. <lb/>ἀπὸ μὲν οὖν τῶν
                            ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς <lb/>σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν
                            τράχηλον καὶ τὴν <lb/>κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ
                            τῶν <lb/>διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας <lb/>τε
                            καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν <lb/>τῆς εἰρημένης
                            ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας <lb/>ἐπ᾿ αὐτά· λέγω δὲ κοινὴν
                            ῥίζαν ἢν ἀρτίως εἶπον εἶναι <pb n="531"/> ταῖς τε ἐπιπολαίοις σφαγίτισι
                            καὶ ταῖς ὠμιαίαις. εἰκότως <lb/>οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν
                            μέρη κενοῖ θᾶττόν <lb/>τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τέ ἐστι καὶ
                            κεφαλήν· <lb/>ἡ δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων
                            <lb/>αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· <lb/>
                            <milestone unit="ed2page" n="43"/>ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα
                            τρέφει κατωτέρω <lb/>τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης
                            <lb/>δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας <lb/>τῶν
                            πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν <lb/>μερῶν ἄχρι τοῦ
                            διαφράγματος, αἱ καθ᾿ ἕκαστον μεσοπλεύριον, <lb/>ἀριστερόν τε καὶ
                            δεξιὸν, ἀπονεμήσεις γίγνονται· καὶ <lb/>μέντοι καὶ τὸ λείψανον αὐτῆς
                            διεκπίπτει πρὸς τὸ διάφραγμα <lb/>τοῖς πρώτοις μετ᾿ αὐτὸ διανεμόμενον
                            σώμασιν. αἱ δὲ διὰ <lb/>τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας
                            ἔχουσιν <lb/>ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος
                            <lb/>τέτταρας πλευρὰς, οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν <lb/>ὦμον
                            εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον <lb/>χώραν
                            ἑκατέρου βραχίονος, φέρονται δὲ δι᾿ αὐτῶν κατάντεις, <pb n="532"/>
                            ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. <lb/>ἐπειδὰν δὲ πλησίον
                            ἑκατέρα γένηται τῆς κατ᾿ ἀγκῶνα διαρθρώσεως, <lb/>ἀποφύει τὰς ἔνδον τοῦ
                            βραχίονος φλέβας παρὰ <lb/>τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεος ὀστοῦ·
                            τῷ δ᾿ ἄλλῳ <lb/>παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ᾿ ἀγκῶνα καμπῆς,
                            <lb/>ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, <lb/>διὰ
                            βάθους δὲ πολλοῦ τὴν κατασχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται <lb/>δὲ καὶ
                            ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξὴ, καθάπερ ἤδη <lb/>καθ᾿ ἑκατέραν χεῖρα μία,
                            τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· <lb/>διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν
                            βραχίονα προφανὴς ὑπὸ τῷ <lb/>δέρματι σχίζεται καὶ αὕτη κατὰ τὴν ἐν
                            ἀγκῶνι διάρθρωσιν, <lb/>ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς,
                            ἐσχηματισμένης δηλονότι <lb/>τῆς χειρὸς, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ
                            περὶ ἀγμῶν. <lb/>ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ
                            <lb/>τοῦ πήχεος ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν
                            <lb/>τέμνεται, κατ᾿ εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς <lb/>φλεβὸς,
                            διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα <lb/>χωρία· τὸ δ᾿ εἰς τὴν
                            καμπὴν φερόμενον λοξὸν ἧττον μὲν <pb n="533"/> τοῦδε, μᾶλλον δὲ τῶν
                            ἄλλων κενοῖ ταῦτα, τὸ δὲ ἀπὸ τῆς ἔνδον <lb/>τῆς μεγάλης φερόμενον καὶ
                            αὐτὸ λοξὸν, ἥκιστα μὲν τὰ <lb/>προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ
                            τοῦ θώρακος ἄνω, <lb/>διὰ τὰς ῥίζας καὶ τῆς διὰ τῆς μασχάλης πρὸς τὴν
                            χεῖρα <lb/>φερομένης καὶ τῆς τὰ τοῦ θώρακος ἄνω τρεφούσης ἐγγυτάτω
                            <lb/>ὑπαρχούσας. ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν <lb/>ἀφικέσθαι
                            καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ <lb/>φαινομένης δ᾿ ἐνίοτε
                            ταύτης, ἀντ᾿ αὐτῆς τέμνομέν τινα τῶν <lb/>ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεος
                            ὀστοῦν κατ᾿ ἴξιν καταφέρεσθαι <lb/>μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ
                            τούτων ἐπὶ τὴν γιγνομένην <lb/>ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν
                            <lb/>τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ
                            <lb/>φαίνεσθαι, τῆς δ᾿ ὠμιαίας φαινομένης καὶ ἐκείνην τέμνε,
                            <lb/>γινώσκων τὰς κενώσεις ὅθεν ἂν γένωνται ἀναδιδομένας μὲν <lb/>εἰς τὸ
                            σῶμα τῶν ζώων ὅλον οὐ, μὴν οὔτε ταχέως οὔθ᾿ <lb/>ὁμοίως ἐξ ἁπάσης
                            φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον <lb/>τῶν ἄλλων μορίων κενῶσαι
                            σπεύδομεν τὸ φλεγμαῖνον καὶ <lb/>μάλιστ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἡ
                            ἔσω φλέψ ἡ ἐν <pb n="534"/> ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν
                            ῥοπὴν ἄνω τὸ πλεονάζον <lb/>αἷμα φαίνηται ποιούμενον ἢ καὶ τὰ τοῦ
                            θώρακός <lb/>ἐστιν ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον
                            <lb/>ἐν βραχίονι γίγνεται καὶ κατὰ τὸν μαστόν. αἱ δ᾿ ἐν <lb/>τοῖς κάτω
                            μέρεσι τοῦ θώρακος φλεγμοναὶ, πλησίον οὖσαι <lb/>τοῦ διαφράγματος, εἰς
                            ὑποχόνδριον εἰκότως διαπέμπουσι <lb/>τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι
                            μεγάλως ἡ ἀπ᾿ ἀγκῶνος <lb/>κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης·
                            ἤκουσας γὰρ <lb/>ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα <milestone unit="ed2page" n="44"/>κατωτέρω <lb/>τῆς καρδίας ἀποφύεσθαι. ταῦτα
                            μὲν εἴρηταί μοι περὶ τοῦ <lb/>καλῶς ὑπ᾿ αὐτοῦ γεγράφθαι τέμνειν τὴν
                            φλέβα τὴν ἐν <lb/>ἀγκῶνι, τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον
                            αὐτοῦ <lb/>θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς, ἐφεξῆς ἂν εἴη καὶ περὶ
                            <lb/>τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμονῇ αἷμά ἐστι, τοῦτο <lb/>διὰ
                            τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ᾿ <lb/>ἄλλο
                            παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ <lb/>μὲν ἐν ὅλῳ τῷ
                            σώματι φλεγματικωτέρου τυγχάνοντος, ἐρυθρότερον <pb n="535"/> ἔσται τὸ
                            κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου <lb/>δ᾿ ὄντος ἐρυθροῦ
                            κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν <lb/>ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν
                            ἐξ ἐρυθροῦ μεταβολῆς <lb/>ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν
                            ἱκανόν ἐστι <lb/>τῆς <milestone unit="ed1page" n="56"/>ἐκ τοῦ
                            φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ <lb/>αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή.
                            τὸ μὲν οὖν οἰκεῖον τῷ <lb/>πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς
                            δυνάμεως δέ ποτε <lb/>κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ
                            τὴν ὠφέλειαν <lb/>ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ
                            <lb/>ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν ἢ κενῶσαι <lb/>τὸ
                            πλεονάζον αἷμα. </p></div><div type="textpart" subtype="chapter" n="11"><quote type="lemma" n="57">Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν
                            κληῖδα μὴ <lb/>σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ
                            <lb/>ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον <lb/>ἢ ἄλλο
                            τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν <lb/>σιλφίου· ἀτὰρ καὶ μισγόμενα
                            ἀλλήλοισιν ὁμοιότροπα ταῦτά <pb n="536"/> ἐστιν. ἄγει δὲ μέλας μὲν
                            καλλίω καὶ κρισιμώτερα <lb/>πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων
                            καταῤῥηκτικώτερόν <lb/>ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ
                            <lb/>καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν <lb/>ἐγὼ οἶδά
                            ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα <lb/>ὑπήλατα ἀρήγει, ὁκόσα
                            μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ <lb/>πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ
                            διὰ πλῆθος ἢ <lb/>χροιὴν ἢ ὑπεροψίην τινά.</quote><p>Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται <lb/>τίνα τε καθαίρει
                            χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας <lb/>ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν
                            φαρμάκων δυνάμεως· ὅτι μέντοι <lb/>χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ
                            πλεονάζοντες χυμοὶ <lb/>κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ
                            καὶ <lb/>βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης
                            <lb/>ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις
                            <lb/>πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα, <pb n="537"/> τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη <lb/>δ᾿
                            ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα <lb/>τοῦ
                            νοσήματος, ὅπερ ἐστὶ <milestone unit="ed2page" n="45"/>δυνάμει ταὐτὸν τῷ
                            <lb/>ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων <lb/>τὴν
                            γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι <lb/>νευρωδέστατόν τε καὶ
                            αἰσθητικώτατόν ἐστιν, ἡ μίξις ἐπενοήθη <lb/>τῶν εὐωδῶν, ὅπως μὴ μόνη
                            μηδ᾿ ἀκραιφνὴς ἡ δύναμις τῶν <lb/>καθαιρόντων φαρμάκων ἅπτηται τοῦ
                            στόματος τῆς γαστρός. <lb/>μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ
                            ἐλλέβορον ὁμοιότροπά <lb/>φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι
                            καὶ <lb/>κατὰ μηδὲν στασιάζειν. ἡ γάρ τοι στάσις ἐν ταῖς μίξεσι <lb/>τῶν
                            καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν <lb/>χολῆς, εἰ τύχῃ,
                            τὸ δὲ φλέγματος ᾖ κενωτικὸν (ἀμφότερα γὰρ <lb/>ἐκκενοῦσθαι δύναται κατὰ
                            τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ <lb/>μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς
                            προσφορᾶς πεφύκῃ κινεῖν <lb/>τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις
                            γίγνεται <lb/>προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι <pb n="538"/> δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ
                            <lb/>τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ
                            <lb/>θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον
                            <lb/>γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως
                            <lb/>ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν <lb/>ἐστι τῷ
                            ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε <lb/>παραπλησίως
                            ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε <lb/>τῆς ῥήσεως καὶ τῶν
                            ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ <lb/>χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ
                            οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, <lb/>ἀναμιμνησκομένους ἐκείνου τοῦ
                            ἀφορισμοῦ, καθ᾿ ὅν <lb/>φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν
                            ἀρχαῖς χρηστέον <lb/>εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον
                            <lb/>ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ
                            <lb/>πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν <lb/>δόσιν
                            τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον <lb/>μᾶλλον, εἰ
                            καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη <lb/>περαινομένη, μικροτέρας μὲν
                            ὠφελείας ἢ τῆς διὰ καθάρσεως <lb/>ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ,
                            μᾶλλον δὲ κίνδυνον μὲν <pb n="539"/> οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας
                            ἐχούσης, μεγίσταις δὲ <lb/>ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης,
                            καὶ μάλισθ᾿ <lb/>ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι
                            μὲν <lb/>γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου
                            <lb/>πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι, <lb/>τὸ
                            πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ <lb/>τῶν πλείστων οἶσθα καὶ
                            πεπείρασαι συμμέτρως κενοῦν. <lb/>ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ὁ
                            ἄνθρωπος κίνδυνος ἢ <lb/>πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ
                            οὐδ᾿ ὅλως <lb/>κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς
                            κεκενῶσθαι. <lb/>ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως
                            <lb/>νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. <lb/>ὅταν
                            οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς <lb/>τῆς τοῦ κάμνοντος
                            φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου <lb/>δόσιν ἀφίξῃ χρώμενος ἤτοι
                            τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις <lb/>ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων,
                            ὦν ἐστὶ καὶ τὸ <lb/>διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως
                            ὀνομάζουσι. <pb n="540"/> ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον
                            μὲν <lb/>εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον
                            <lb/>ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον. </p></div><div type="textpart" subtype="chapter" n="12"><quote type="lemma" n="58"><milestone unit="ed2page" n="46"/>Τὴν μέντοι πτισάνην ὁκόταν πίῃ τὸ
                            φάρμακον, ἐπιῤῥοφεῖν <lb/>αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου
                            ἢ <lb/>ὁκόσον εἴθισται.</quote><p>Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, <lb/>ὃ δὴ καὶ
                            στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς <lb/>ἐν ταῖς τῶν καθαιρόντων
                            φαρμάκων πόσεσιν, μάλιστα δ᾿ <lb/>ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι
                            τοιοῦτον. μία δὲ τοῦ <lb/>μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ
                            καθαῖρον φάρμακον, <lb/>ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν
                            αὐτοῦ <lb/>τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν ἡ φύσις ἁπάντων
                            <lb/>τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων <pb n="541"/>
                            σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος <lb/>αὐτῶν. ὥσπερ
                            δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου <lb/>καὶ ἄλλων πολλῶν
                            τοιούτων φαρμάκων ἐναντίων ταῖς <lb/>τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων
                            ἡμῶν καὶ φθείρειν πεφυκότων <lb/>τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες
                            ἀπολαύομεν <lb/>ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν
                            <lb/>ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων <lb/>τι
                            τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα. <lb/>καθάπερ δὲ ἐν
                            αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα <lb/>τῶν εὐωδῶν σπερμάτων, <milestone unit="ed1page" n="57"/>ἃ καὶ τὴν κακίαν πέφυκεν <lb/>ἀμβλύνειν καὶ
                            τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς <lb/>τε καὶ τμητικῆς ὄντα
                            δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς <lb/>τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν
                            δι᾿ ὦν ἐκκενοῦνται διοίγειν <lb/>τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ
                            ληφθῆναι συμφέρει <lb/>τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ
                            καθαρτικὸν <lb/>φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας
                            <lb/>ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος, ὅσον τε ὑψηλότερον
                            <lb/>τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος <pb n="542"/>
                            φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ <lb/>διόδῳ, μεταλαμβάνων
                            μεγάλως βλάπτεται· χρήσιμος οὖν ὁ <lb/>χυλὸς τῆς πτισάνης
                            ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν <lb/>καὶ κατασῦραι κάτω τὸ
                            προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, <lb/>ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι
                            τὴν ἐνιζηκυῖαν τοῖς μορίοις <lb/>ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν
                            οὖν ἐπὶ τῇ <lb/>τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν,
                            ἀρξαμένης <lb/>δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι
                            <lb/>τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ
                            <lb/>καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν· </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>