<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><pb xml:id="p.200"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="1">ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="2">παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="3">ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="4">ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θʼ ἕκαστα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="5">ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="6">καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="7">καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="8">κερδαλέης, ὅσα φῶτες ἐπʼ ἰχθύσι μητίσαντο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="9">ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="10">τολμηρῇ κραδίῃ, κατὰ δʼ ἔδρακον οὐκ ἐπίοπτα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="11">βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="12">δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="13">θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="14">ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="15">ἄμφω δʼ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="16">μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="17">κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="18">εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="19">οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="20">φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="21">λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="22">αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="23">ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν</l><pb xml:id="p.202"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="24">ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="25">ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="26">εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="27">ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="28">τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="29">ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="30">ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="31">τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="32">κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="33">οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="34">εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="35">τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="36">ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="37">οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="38">ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="39">ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="40">δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="41">δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="42">πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="43">αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="44">αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="45">οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="46">ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="47">πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="48">κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="49">εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="50">οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει </l><pb xml:id="p.204"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="51">ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="52">οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="53">ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="54">θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="55">χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="56">οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="57">τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="58">νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="59">αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="60">νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="61">ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="62">χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="63">ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="64">φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="65">πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="66">σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="67">αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="68">ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="69">ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="70">οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="71">πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="72">παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="73">ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων</l><pb xml:id="p.206"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="74">εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="75">αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="76">δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="77">εἰπέμεν αἰνήσαιτε· σὺ δʼ ἰθύνειας ἕκαστα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="78">πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="79">θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="80">μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="81">ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="82">ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="83">ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="84">ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="85">πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="86">κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="87">θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="88">οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="89">παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="90">ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="91">εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="92">ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="93">ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="94">κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="95">οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="96">ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="97">ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι</l><pb xml:id="p.208"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="98">καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="99">τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="100">ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="101">σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="102">ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης</l><pb xml:id="p.210"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="103">φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="104">τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="105">ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="106">σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="107">θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="108">βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι</l><pb xml:id="p.212"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="109">καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="110">βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="111">Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="112">λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="113">πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="114">γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="115">ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="116">πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="117">ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="118">φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="119">λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,</l><pb xml:id="p.214"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="120">ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="121">ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="122">πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="123">φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="124">τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="125">φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="126">καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ<note place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἅς θ᾽</foreign> MSS. And schol.</note> ἁλιῆες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="127">ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="128">ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="129">λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="130">ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="131">ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα</l><pb xml:id="p.216"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="132">πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="133">χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="134">καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="135">φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="136">ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="137">δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="138">Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="139">ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="140">τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="141">κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ</l><pb xml:id="p.218"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="142">μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="143">οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="144">ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="145">ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="146">φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="147">ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="148">εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="149">ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="150">χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="151">ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="152">πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,</l><pb xml:id="p.220"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="153">μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="154">ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="155">ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="156">ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="157">τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="158">ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="159">ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="160">ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="161">εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="162">αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="163">πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="164">ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="165">δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="166">πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="167">προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="168">οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,</l><pb xml:id="p.222"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="169">ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="170">σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="171">σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="172">σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="173">ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="174">κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="175">θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="176">οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="177">ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="178">ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.</l><pb xml:id="p.224"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="179">οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="180">τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="181">θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="182">κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="183">ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="184">καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="185">ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="186">ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="187">ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="188">ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις</l><pb xml:id="p.226"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="189">ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="190">ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="191">τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="192">οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="193">οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="194">φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="195">ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="196">τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="197">οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="198">ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="199">παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="200">ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="201">εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="202">ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="203">ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="204">φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="205">αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="206">πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="207">σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="208">ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="209">πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="210">εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="211">εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="212">καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="213">ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,</l><pb xml:id="p.228"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="214">χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="215">εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="216">καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="217">θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="218">ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="219">εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="220">δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="221">νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="222">λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="223">ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="224">πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδʼ ἔτι τέμνει</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="225">κῦμα καὶ ἱεμένη, κατὰ δʼ ἔμπεδον ἐστήρικται, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="226">ἠΰτʼ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="227">καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="228">ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="229">ῥιπῇ ἐπειγομένη, πρύμνῃ δʼ ἔπι πάντα χαλινὰ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="230">ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="231">ἡ δʼ οὔτʼ οἰήκων ἐμπάζεται οὔτʼ ἀνέμοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="232">πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="233">μίμνει τʼ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="234">ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="235">ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="236">δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="237">ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="238">θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="239">κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="240">ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="241">ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="242">τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="243">ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.</l><pb xml:id="p.230"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="244">Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="245">ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="246">ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="247">αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="248">Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="249">ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="250">πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="251">γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="252">ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="253">κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="254">τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="255">ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα<note resp="ed" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αἷμα· εἷμα</foreign> Koechly</note> κελαινοί· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="256">ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="257">οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="258">ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.</l><pb xml:id="p.232"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="259">δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="260">φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="261">κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός· οἱ δὲ καὶ ἄμφω</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="262">πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="263">ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="264">οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτʼ αὐτῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="265">λείπεθʼ ἑκών, ἀλλʼ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="266">τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="267">αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="268">σπεύδων, οὐδʼ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="269">οὐδʼ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="270">καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="271">κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="272">τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="273">ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="274">πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθʼ ἐγένοντο,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="275">στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδʼ ἄρα μούνοις </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="276">πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="277">οὐδʼ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="278">φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="279">ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="280">ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται </l><pb xml:id="p.234"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="281">καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="282">οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="283">πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="284">ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="285">σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="286">ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="287">πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="288">ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="289">πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="290">οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="291">αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="292">ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="293">ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="294">ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="295">βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="296">τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="297">ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="298">ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="299">ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="300">πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="301">τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="302">ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="303">ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="304">δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="305">ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="306">πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν</l><pb xml:id="p.236"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="307">ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="308">ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="309">γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="310">ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="311">πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="312">τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="313">σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="314">πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="315">νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="316">κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="317">ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="318">τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="319">ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.</l><pb xml:id="p.238"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="320">Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="321">ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="322">τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="323">ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="324">εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="325">ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="326">αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="327">ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="328">τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="329">εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="330">ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="331">οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="332">ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="333">καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="334">δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="335">πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="336">ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="337">κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="338">ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="339">μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="340">ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="341">ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="342">πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·</l><pb xml:id="p.240"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="343">ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="344">αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="345">ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="346">ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="347">λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="348">δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="349">πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="350">ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="351">φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="352">ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="353">κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="354">ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="355">εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="356">τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="357">ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="358">δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="359">ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="360">κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="361">ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="362">εἰσιδέειν, αἰεὶ δʼ ὀλοῇ κεκορυθμένα λύσσῃ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="363">πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="364">ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="365">παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="366">ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="367">τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα</l><pb xml:id="p.242"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="368">πορδάλιές τʼ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="369">ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="370">πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="371">μάλθη τʼ οὐ<note resp="ed" place="unspecified" anchored="true"><foreign xml:lang="lat">v. l.</foreign> μάλθη θ’ ἡ.</note> μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="372">κριοί τʼ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="373">καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="374">τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="375">κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="376">διπλόα καρτίστοισι μετʼ ἰχθύσι δινεύονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="377">πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="378">κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δʼ ὁμαρτῇ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="379">κλείονται γαλεοί· γαλεῶν δʼ ἑτερότροπα φῦλα</l><pb xml:id="p.244"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="380">σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δʼ ἄρα τοῖσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="381">ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="382">πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="383">δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="384">καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="385">δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="386">οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="387">μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="388">φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="389">κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="390">παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="391">καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="392">ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="393">κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="394">ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="395">ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="396">δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις</l><pb xml:id="p.246"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="397">μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="398">καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="399">ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="400">ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="401">δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="402">οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="403">καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="404">ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="405">ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="406">φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="407">πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="408">εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="409">Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="410">εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="411">ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.</l><pb xml:id="p.248"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="412">οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="413">αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="414">καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="415">πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="416">ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="417">ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="418">ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="419">γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="420">πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="421">τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="422">ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="423">ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="424">μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="425">ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="426">ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="427">ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="428">τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="429">οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="430">ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="431">ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="432">τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="433">εἰσοράαν, ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="434">αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="435">ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται, </l><pb xml:id="p.250"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="436">ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="437">ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="438">αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="439">κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="440">τῶν δʼ οἱ μὲν μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="441">πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="442">κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="443">εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="444">μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="445">οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="446">χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="447">σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="448">ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="449">ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="450">μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="451">ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="452">εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="453">ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="454">κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="455">πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="456">ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει</l><pb xml:id="p.252"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="457">ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="458">ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="459">πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="460">χείματος εὐδιόωσα γαληναίη τε γένηται </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="461">ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="462">πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="463">ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="464">ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="465">δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="466">ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="467">ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="468">τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="469">ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="470">ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="471">ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="472">θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="473">εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="474">καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="475">πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="476">ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="477">εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="478">ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="479">αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="480">θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="481">γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="482">ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="483">φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="484">στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="485">ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="486">ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="487">ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="488">ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες</l><pb xml:id="p.254"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="489">δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="490">ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="491">θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="492">ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="493">ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="494">τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="495">αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="496">κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="497">πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="498">καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="499">ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="500">Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="501">θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="502">πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="503">μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="504">πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="505">ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="506">ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="507">τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="508">τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="509">καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="510">τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="511">τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="512">κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.</l><pb xml:id="p.256"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="513">ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="514">οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="515">μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="516">αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="517">ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="518">πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="519">ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="520">δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="521">τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="522">αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="523">ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="524">τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="525">σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="526">ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="527">τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="528">ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="529">αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="530">εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="531">νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="532">ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="533">ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="534">εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="535">ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="536">πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="537">συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·</l><pb xml:id="p.258"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="538">οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="539">πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="540">αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="541">πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="542">καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="543">ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="544">τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="545">οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="546">τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="547">ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="548">ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="549">ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="550">βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="551">τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="552">πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="553">αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="554">ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="555">ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="556">πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="557">ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="558">μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="559">πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="560">τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων </l><pb xml:id="p.260"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="561">ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="562">ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="563">στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="564">κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="565">ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="566">ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="567">ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="568">ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="569">συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="570">νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="571">ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="572">ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="573">λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="574">ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="575">ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="576">αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="577">λευγαλέοιο λάβῃσιν ἀνωϊστου θανάτοιο,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="578">αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="579">ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="580">δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="581">μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="582">οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="583">κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="584">τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="585">ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="586">καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="587">τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="588">καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην</l><pb xml:id="p.262"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="589">οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="590">τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="591">σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="592">πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="593">οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="594">ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="595">Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="596">ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="597">εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="598">πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="599">Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="600">κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="601">κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="602">ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="603">ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="604">πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="605">ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="606">ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="607">ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="608">δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν</l><pb xml:id="p.264"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="609">ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="610">παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="611">κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="612">τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="613">ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="614">στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="615">εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="616">πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="617">Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="618">ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="619">στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="620">ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="621">ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="622">Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι</l><pb xml:id="p.266"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="623">Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="624">τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="625">ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="626">ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="627">Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="628">πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="629">εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="630">καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="631">νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="632">χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="633">οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="634">οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="635">τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="636">αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="637">κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="638">ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων</l><pb xml:id="p.268"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="639">ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="640">ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="641">φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="642">ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="643">κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="644">δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="645">ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="646">οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="647">ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="648">δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="649">ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας</l><pb xml:id="p.270"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="650">ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="651">πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="652">γυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="653">ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="654">εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="655">αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="656">νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="657">εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="658">ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="659">στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="660">μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="661">θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="662">καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="663">τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="664">ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="665">μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="666">ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="667">οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="668">πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="669">ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="670">οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="671">τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="672">αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="673">δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="674">οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι</l><pb xml:id="p.272"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="675">ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="676">κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="677">τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="678">ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="679">φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="680">ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="681">ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="682">αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="683">πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="684">ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="685">ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="686">ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="687">καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="688">εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="689">λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="690">μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="691">αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="692">σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="693">παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="694">ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="695">ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="696">παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="697">δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="698">τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="699">παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="700">ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ </l><pb xml:id="p.274"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="701">ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="702">δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="703">φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="704">ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="705">ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="706">ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="707">καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="708">πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="709">ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="710">θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="711">μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="712">χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="713">ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="714">βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="715">οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="716">ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="717">τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="718">ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="719">ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="720">ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="721">χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="722">οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="723">γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="724">οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="725">μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="726">κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="727">καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="728">ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,</l><pb xml:id="p.276"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="729">ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="730">μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="731">ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="732">ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="733">παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="734">θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="735">τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="736">ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="737">ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="738">αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="739">γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="740">ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="741">σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="742">τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="743">ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="744">ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="745">εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="746">τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="747">ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="748">δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="749">οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="750">πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="751">κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται</l><pb xml:id="p.278"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="752">παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="753">τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="754">ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="755">χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν. </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="756">θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="757">οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="758">ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="759">αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="760">νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="761">ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="762">ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="763">τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="764">ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="765">κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="766">ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="767">ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="768">οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="769">εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="770">λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="771">μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="772">σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,</l><pb xml:id="p.280"/><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="773">αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="774">ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="775">μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="776">οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="777">ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="778">εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="779">βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="780">σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="781">ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="782">ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="783">πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="784">οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="785">δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="786">δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="787">ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="788">κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="789">ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="790">διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν, </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="791">πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="792">ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="793">ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="794">κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="795">ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται· </l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="796">ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι</l><l xml:base="urn:cts:greekLit:tlg0023.tlg001.perseus-grc2:1" n="797">φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>