<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="41">τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.</l><l n="42">ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα</l><l n="43">νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,</l><l n="44">ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας</l><l n="45">ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.</l><l n="46">παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι</l><l n="47">τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.</l><l n="48">ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ</l><l n="49">Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,</l><l n="50">οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·</l><l n="51">τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,</l><l n="52">δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·</l><l n="53">τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,</l><l n="54">τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ  Ἀμφιτρύωνι,</l><l n="55">κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,</l><l n="56">τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.</l><l n="57"><milestone ed="P" unit="para"/>ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.</l><l n="58">εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος</l><l n="59">αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,</l><l n="60">τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>