<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:297-317</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:297-317</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="297">χρύσεος ἦν,  κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,</l><l n="299">σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,</l><l n="300">βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.</l><l n="301">οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο</l><l n="302">πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν</l><l n="303">ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,</l><l n="304">ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.</l><l n="305"><milestone ed="P" unit="para"/>πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ</l><l n="306">δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων</l><l n="307">ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους</l><l n="308">ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο</l><l n="309">ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.</l><l n="310">οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν</l><l n="311">νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.</l><l n="312">τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,</l><l n="313">χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.</l><l n="314"><milestone ed="P" unit="para"/>ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,</l><l n="315">πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον,  οἳ δὲ κατʼ αὐτὸν</l><l n="316">κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ</l><l n="317">νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>