<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:237-256</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:237-256</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="237">Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="238">ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,</l><l n="239">τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων</l><l n="240">λοιγὸν ἀμύνοντες,  τοὶ δὲ πραθέειν μεμαῶτες.</l><l n="241">πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες</l><l n="242">μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων</l><l n="243">χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,</l><l n="244">ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.</l><milestone ed="p" n="245" unit="card"/><l n="245">ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,</l><l n="246">ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι</l><l n="247">χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι</l><l n="248">δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς</l><l n="249">Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,</l><l n="250">δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε</l><l n="251">δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο</l><l n="252">αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν</l><l n="253">κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ</l><l n="254">βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν</l><l n="255">Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο</l><l n="256">αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>