<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:861-880</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:861-880</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="861">πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα</l><l n="862">ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς</l><l n="863">τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι</l><l n="864">θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.</l><l n="865">οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ</l><l n="866">τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.</l><l n="867">ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.</l><l n="868">ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.</l><l n="869"><milestone ed="P" unit="para"/>ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,</l><l n="870">νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·</l><l n="871">οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·</l><l n="872">οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·</l><l n="873">αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,</l><l n="874">πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·</l><l n="875">ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας</l><l n="876">ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ</l><l n="877">ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·</l><l n="878">αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν</l><l n="879">ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων</l><l n="880">πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>