<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:841-860</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:841-860</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="841">πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.</l><l n="842">ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος</l><l n="843">ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.</l><l n="844">καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον</l><l n="845">βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,</l><l n="846">πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.</l><l n="847">ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·</l><l n="848">θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ</l><l n="849">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·</l><l n="850">τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,</l><l n="851">Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,</l><l n="852">ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.</l><milestone ed="p" unit="card" n="853"/><l n="853">Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,</l><l n="854">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="855">πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας</l><l n="856">ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.</l><l n="857">αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,</l><l n="858">ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.</l><l n="859">φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος</l><l n="860">οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>