<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:681-700</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:681-700</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l><l n="683">ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·</l><l n="684">ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.</l><l n="685">φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα</l><l n="686">κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><milestone ed="p" unit="card" n="687"/><l n="687"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ
                    γε</l><l n="688">εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν</l><l n="689">φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου</l><l n="690">ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ</l><l n="691">ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο</l><l n="692">χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες</l><l n="693">ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε</l><l n="694">καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.</l><l n="695">ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα</l><l n="696">πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ</l><l n="697">Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν</l><l n="698">ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων</l><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>