<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:561-580</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:561-580</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="561"><milestone ed="P" unit="para"/>ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·</l><l n="562">ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ</l><l n="563">οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο</l><l n="564">θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.</l><l n="565">ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο</l><l n="566">κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν</l><l n="567">ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,</l><l n="568">Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,</l><l n="569">ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.</l><l n="570">αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·</l><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>