<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:441-460</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:441-460</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="441">εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,</l><l n="442">ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,</l><l n="443">ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.</l><l n="444">ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·</l><l n="445">βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="446">ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,</l><l n="447">ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.</l><l n="448">οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα</l><l n="449">πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.</l><l n="450">θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην</l><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>