<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:421-440</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:421-440</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="421">ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="422">καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.</l><l n="423">οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,</l><l n="424">ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,</l><l n="425">ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,</l><l n="427">καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· </l><l n="426">οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,</l><l n="428">ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.</l><l n="429">ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="434">ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, </l><l n="430">ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·</l><l n="431">ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται</l><l n="432">ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι</l><l n="433">νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. </l><l n="435">ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, </l><l n="436">ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·</l><l n="437">νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον</l><l n="438">ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.</l><l n="439">ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.</l><l n="440">καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>