<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:381-400</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:381-400</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="381">τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια</l><l n="382">ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.</l><l n="383"><milestone ed="P" unit="para"/>Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι
                    μιγεῖσα</l><l n="384">Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·</l><l n="385">καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, </l><l n="386">τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,</l><l n="387">οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,</l><l n="388">ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.</l><l n="389">ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη</l><l n="390">ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς</l><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="395">τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,</l><l n="396">τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.</l><l n="397">ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε</l><l n="398">σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.</l><l n="399">τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.</l><l n="400">αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>