<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:341-360</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:341-360</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="341">Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε</l><l n="342">Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα</l><l n="343">Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον</l><l n="344">Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε</l><l n="345">Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. </l><l n="346"><milestone ed="P" unit="para"/>τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν</l><l n="347">ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι</l><l n="348">καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,</l><l n="349">Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε</l><l n="350">Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς</l><l n="351">Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε</l><l n="352">Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε</l><l n="353">Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη</l><l n="354">Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη</l><l n="355">Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις</l><l n="356">Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε</l><l n="357">Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε</l><l n="358">Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος</l><l n="359">Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ</l><l n="360">Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>