<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:281-300</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:281-300</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="281">ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.</l><l n="282">τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς</l><l n="283">γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.</l><l n="284">χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,</l><l n="285">ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει</l><l n="286">βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.</l><l n="287">Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα</l><l n="288">μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.</l><l n="289">τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη</l><l n="290">βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ</l><l n="291">ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους</l><l n="292">Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο</l><l n="293">Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα</l><l n="294">σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.</l><l n="295"><milestone ed="P" unit="para"/>ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν
                    ἐοικὸς</l><l n="296">θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,</l><l n="297">σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,</l><l n="298">ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,</l><l n="299">ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε</l><l n="300">αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>