<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:181-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:181-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="181">ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι</l><l n="182">ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·</l><l n="183">ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,</l><l n="184">πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν</l><l n="185">γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, </l><l n="186">τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,</l><l n="187">Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="188">μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι</l><l n="189">κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,</l><l n="190">ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς</l><l n="191">ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη</l><l n="192">ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν</l><l n="193">ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.</l><l n="194">ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη</l><l n="195">ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην</l><l n="196"><del>ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν</del></l><l n="197">κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ</l><l n="198">θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·</l><l n="199">Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·</l><l n="200">ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>