<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="161">αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος</l><l n="162">τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·</l><l n="163">εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·</l><sp><l n="164"><milestone ed="P" unit="para"/>παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ
                        ἐθέλητε</l><l n="165">πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην</l><l n="166">ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ
                        τις αὐτῶν</l><l n="168">φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης</l><l n="169">ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·</l><l n="170"><milestone ed="P" unit="para"/>μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος
                        τελέσαιμι</l><l n="171">ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω</l><l n="172">ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.</l></sp><milestone ed="p" unit="card" n="173"/><l n="173"><milestone ed="P" unit="para"/>ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· </l><l n="174">εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν</l><l n="175">ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. </l><l n="176"><milestone ed="P" unit="para"/>ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ
                    Γαίῃ</l><l n="177">ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη</l><l n="178">πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ</l><l n="179">σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην</l><l n="180">μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>