<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="121">λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων</l><l n="122">δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.</l><l n="123">ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·</l><l n="124">Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,</l><l n="125">οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. </l><l n="126">Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ </l><l n="127">Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,</l><l n="128">ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.</l><l n="129">γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,</l><l n="130">Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.</l><l n="131">ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, </l><l n="132">Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα</l><l n="133">Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="134">Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε</l><l n="135">Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε</l><l n="136">Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.</l><l n="137">τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,</l><l n="138">δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.</l><milestone ed="p" unit="card" n="139"/><l n="139"><milestone ed="P" unit="para"/>γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,</l><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>