<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="101">ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,</l><l n="102">αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων</l><l n="103">μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.</l><sp><milestone ed="p" unit="card" n="104"/><l n="104"><milestone ed="P" unit="para"/>χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν
                        ἀοιδήν.</l><l n="105">κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, </l><l n="106">οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="107">Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.</l><l n="108">εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο</l><l n="109">καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, </l><l n="110">ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν</l><l n="111"><del>οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων</del></l><l n="112">ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο</l><l n="113">ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.</l><l n="114">ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="115">ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.</l></sp><l n="116"><milestone ed="P" unit="para"/>ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα</l><l n="117">Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ</l><l n="118"><del>ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</del></l><l n="119">Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,</l><l n="120">ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>