<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="41"><p>εἰ δέ τινες καὶ δι’ ἐπιστήμης ἴσχυσαν φαντασιωθῆναι τὸν ποιητὴν καὶ ἡγεμόνα τοῦ παντός, τὸ λεγόμενον
<lb n="5"/> δὴ τοῦτο κάτωθεν ἄνω προῆλθον. ὥσπερ γὰρ εἰς εὔνομον πόλιν
τόνδε τὸν κόσμον παρελθόντες καὶ θεασάμενοι γῆν μὲν ἀρετῶσαν ὀρεινὴν
καὶ πεδιάδα, σπαρτῶν καὶ δένδρων καὶ καρπῶν ἔτι δὲ καὶ παντοίων
 ζῴων  <milestone unit="altpage2" n="p. 415 Μ."/> ἀνάπλεων, ἐπὶ δ’ αὐτῆς ἀνακεχυμένα πελάγη καὶ λίμνας καὶ
ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους, καὶ ἀέρος καὶ πνευμάτων
<lb n="10"/> εὐκρασίας, καὶ τῶν ἐτησίων ὡρῶν τὰς ἐναρμονίους μεταβολάς, καὶ ἐπὶ
πᾶσιν ἥλιον καὶ σελήνην πλάνητάς τε καὶ ἀπλανεῖς ἀστέρας καὶ τὸν
σύμπαντα οὐρανὸν ἐν τάξεσι μετὰ τῆς οἰκείας στρατιᾶς ἡρμοσμένον,
κόσμον ἀληθινὸν ἐν κόσμῳ περιπολοῦντα,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="42"><p>θαυμάσαντες καὶ καταπλαγέντες εἰς ἔννοιαν ἦλθον ἀκόλουθον τοῖς φανεῖσιν, ὅτι ἄρα τοσαῦτα
<lb n="15"/> κάλλη καὶ οὕτως ὑπερβάλλουσα τάξις οὐκ ἀπαυτοματισθέντα γέγονεν,
ἀλλ’ ὑπό τινος δημιουργοῦ κοσμοποιοῦ, καὶ ὅτι πρόνοιαν ἀναγκαῖον
εἶναι· νόμος γὰρ φύσεως ἐπιμελεῖσθαι τὸ πεποιηκὸς τοῦ γεγονότος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="43"><p>ἀλλ’ οὗτοί γε οἱ θεσπέσιοι καὶ τῶν ἄλλων διενηνοχότες, ὅπερ ἔφην, κάτωθεν ἄνω προῆλθον οἷα διά τινος οὐρανίου κλίμακος, ἀπὸ τῶν
<lb n="20"/> ἔργων εἰκότι λογισμῷ στοχασάμενοι τὸν δημιουργόν. εἰ δέ τινες ἐδυνήθησαν
αὐτὸν ἐξ ἑαυτοῦ καταλαβεῖν ἑτέρῳ μηδενὶ χρησάμενοι λογισμῷ
συνεργῷ πρὸς τὴν θέαν, ἐν ὁσίοις καὶ γνησίοις θεραπευταῖς καὶ θεοφιλέσιν
ὡς ἀληθῶς ἀναγραφέσθωσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="44"><p>τούτων ἐστὶν ὁ Χαλδαϊστὶ μὲν προσαγορευόμενος Ἰσραήλ, Ἑλληνιστὶ δὲ ὁρῶν θεόν, οὐχ οἷός ἐστιν
<note xml:lang="mul" type="footnote"><lb/>1 θεοῦ ὑπάρξεως transp. FN
<lb/>2 κομίσαντες Α: νομίσαντές HP (Turn.) λαβόντες FN περὶ N
<lb/>3 χαράξαντες AFN: ἐγχαράξαντες ΗΡ (v)
<lb/>4 τοῦ παντός FNHP: τοῦδε τοῦ παντός Α Μang.)
<lb/>5 ἔννομοι Α
<lb/>6 παρελθόντες FA (Mang.): παρεληλυθότες HP ἀρετῶσαν Mang.: ἑστῶσαν codd.
<lb/>7 καὶ καρπῶν om. A 7.8 παντοίων ζώων F: ζώων παντοίων AHP (v)
<lb/>8 ἀνάπλεω F ἀνακεχυμένα HP: ἐπικεχυμένα FA πελάγη om. HP (Turn.) λίμνας F: λιμένας AHP 
<lb/>9 καὶ αὐθιγενεῖς Α καὶ ἀέρος καὶ πνευμάτων FA: καὶ ἀέρος om. HP (Turn.) ; καὶ πνευμάτων καὶ ἀέρος Mang.
<lb/>10 ἐναρμονίους οm. Α alt. καὶ om. F 
<lb/>11 pr. καὶ om. F τε καὶ Α: τε om. HP (v), τε καὶ om. F
<lb/>12 ἡρμοσμένον FA: om. HP (v)
<lb/>15 ὑπερβάλλουσα τάξις FAH1P: ὑπερβάλλοντα τάξει Η2 (v) 
<lb/>16 <add>καὶ</add> κοσμοποιοῦ conicio
<lb/>17 πεποιηκότος Η1Ρ τοῦ γεγονότος τοῦ om. v
<lb/>18 οἱ θεσπέσιοι FA: οἱ om. HP (v) ὅπερ FAP (Turn.): ὁπότε Η; ὥσπερ Mang.
<lb/>19 οἷα HP: οἷον Α, ἶνα F διά FA: δή HP (Turn.) 19.20 ἀπό τῶν ἔργων FA mg Ρ2: om. HP (Turn.) 20.21 ἠδυνήθησαν codd, 
<lb/>21 λογισμῶ FA: om. HP (Turn.)
<lb/>22 καὶ γνησίοις oin. L (Turn.), καὶ γνησίοις— ἀληθῶς (23) om. F
<lb/>23 ὡς om. Α</note>  

<pb n="v.5.p.346"/>
ὁ θεός — τοῦτο γὰρ ἀμήχανον, ὡς ἔφην —, ἀλλ’ ὅτι ἔστιν, οὐ παρ’
ἑτέρου τινὸς μαθών, οὐχὶ τῶν κατὰ γῆν, οὐχὶ τῶν κατ’ οὐρανόν, οὐχὶ
τῶν ὅσα στοιχεῖα ἢ συγκρίματα θνητά τε αὖ καὶ ἀθάνατα, ἀλλὰ παρ’
αὐτοῦ μόνου μετακληθεὶς τὴν ἰδίαν ὕπαρξιν ἀναφῆναι θελήσαντος ἱκέτῃ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="45"><p>πῶς δ’ ἡ προσβολὴ γέγονεν, ἄξιον διά τινος εἰκόνος ἰδεῖν. τὸν αἰσθητὸν <lb n="5"/>
τοῦτον ἥλιον μὴ ἑτέρῳ τινὶ θεωροῦμεν ἢ ἡλίῳ; τὰ δὲ ἄστρα μή τισιν
ἄλλοις ἢ ἄστροις θεωροῦμεν; καὶ συνόλως τὸ φῶς ἆρ’ οὐ φωτὶ βλέπεται;
τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεὸς ἑαυτοῦ φέγγος ὢν δι’ αὐτοῦ μόνου
θεωρεῖται, μηδενὸς ἄλλου συνεργοῦντος ἢ δυναμένου συνεργῆσαι πρὸς
 τὴν εἱλικρινῆ κατάληψιν τῆς ὑπάρξεως αὐτοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="46"><p>στοχασταὶ μὲν οὖν οἱ <lb n="10"/>
ἀπὸ τῶν γεγονότων τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες
θεωρεῖν, ὅμοιόν τι δρῶντες τοῖς ἀπὸ δυάδος μονάδος φύσιν ἐρευνῶσι,
δέον ἔμπαλιν ἀπὸ μονάδος — ἀρχὴ γὰρ αὕτη — δυάδα σκοπεῖν· ἀλήθειαν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="47"><p> δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. <milestone unit="altref" n="8"/> τὸ
μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ <lb n="15"/>
ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται
δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32,25) συμβολικῶς· ἀλαζονεία
μὲν γὰρ καὶ ὑπεροψία <milestone unit="altpage1" n="p. 416 Μ."/>  διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς
ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου
 πράγματος, οἰήσεως, συστολή.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="48"><p>σύμφορον δὲ οὐδὲν οὕτως ὡς τὸ <lb n="20"/>
κεχαλασμένον καὶ ἀνειμένον τῶν ὁρμῶν ἀνακοπῆναί τε καὶ ναρκῆσαι
παρεθὲν τοὺς πνευματικοὺς τόνους, ἵν’ ἡ τῶν παθῶν ἄμετρος ἰσχὺς
ἐξασθενήσασα πλάτος ἐμπαράσχῃ ψυχῆς τῷ βελτίονι μέρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="49"><p>Προσεξεταστέον δὲ ὅτι καὶ οἰκειότατον ἑκάστῳ τῶν τριῶν ἀπενεμήθη
τὸ ἆθλον. τῷ μὲν γὰρ ἐκ διδασκαλίας τελειωθέντι πίστις, ἐπειδὴ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 οὐ om. Α παρ’] ὑπὸ Α
<lb/>2 οὐχὶ τῶν κατ’ οὐρανόν om. F 
<lb/>3 ἢ συγγράμματα (sic) Α
<lb/>4 μόνου AHP: μόνον F (v) μετακληθεὶς FA: καταβληθεὶς ΗΡ (v) ; καταληφθεὶς vel κατηχηθεὶς coni. Mang. οἰκέτῃ HP (οὐκέτι Turn.)
<lb/>6 ἢ om. HP
<lb/>7 ἄλλοις ἡ FA: ἄλλοισιν HP ἡ πάλιν ἄστροις Α συνόλως om. L (Turn.)
<lb/>8 δὴ om. Α ἑαυτοῦ] αὐτοῦ F δι’ αὐτοῦ F: δι’ αὑτοῦ HP (v), δι’ ἑαυτοῦ Α
<lb/>11 ἀγέννητον Α καὶ γεννητὴν τῶν ὅλων FA: om. HP (v)
<lb/>12 δρῶσι Α φύσιν μονάδος transp. Α post μονάδος add. ἄρχεσθαι Α mg Ρ2
<lb/>13 ἀρχὴ γὰρ αὕτη] αὕτη γὰρ ἐν ἀρχὴ F δυάδα Α: δυάδος FHP (Turn.)
<lb/>16 δ’ F
<lb/>17 πλάτους om. P (Turn.) ἡ νάρκη A: νάρκα l-, νάρκα ΗΡ (v) ; ct. Lob. Phryn. p. 331
<lb/>18 μὲν FA: om. HP (v) τοῦ om. F
<lb/>19 καὶ μετεώρου ΑΡ2
<lb/>20 συ στολή (συ ss. F2) σύμφορον] συμφέρον coni. Mang. δ’ F
<lb/>22 παρεθέν FHP: παρεθέντα Α (παραθὲν Turn.)
<lb/>23 ἀσθενήσασα Α
<lb/>24 προσεξεταστέον] προσθετέον coni. Mang. δ’ F</note>  

<pb n="v.5.p.347"/>
τὸν μανθάνοντα πιστεῦσαι δεῖ τῷ διδάσκοντι περὶ ὧν ὑφηγεῖται· δύσκολον
γάρ, μᾶλλον δ’ ἀδύνατον ἀπιστοῦντα παιδεύεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="50"><p>τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως ἐπ’ ἀρετὴν φθάσαντι χαρά· χαρτὸν γὰρ ἡ εὐφυΐα καὶ τὰ φύσεως
δῶρα. τῆς διανοίας εὐθιξίαις καὶ εὐσκόποις ἐπιβολαῖς προσγανουμένης,
<lb n="5"/> ἐν αἷς ἀπόνως εὑρίσκει τὰ ζητούμενα, καθάπερ ὑποβολέως ἔνδοθεν
ὑπηχοῦντος· ἡ γὰρ σύντομος τῶν ἀπορουμένων εὕρεσις χαρτόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="51"><p>τῷ δὲ δι’ ἀσκήσεως περιποιησαμένῳ φρόνησιν ὅρασις· μετὰ γὰρ τὸν ἐν νεότητι
πρακτικὸν  βίον ὁ ἐν γήρᾳ θεωρητικὸς βίος ἄριστος καὶ ἱερώτατος, ὃν
οἷα κυβερνήτην παραπέμψας ἐπὶ πρύμναν ὁ θεὸς ἐνεχείρισε τοὺς οἴακας
<lb n="10"/> ὡς ἱκανῷ πηδαλιουχεῖν τὰ ἐπίγεια· χωρὶς γὰρ θεωρίας ἐπιστημονικῆς
οὐδὲν τῶν πραττομένων καλόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="52"><p><milestone unit="altref" n="9"/> Ἑνὸς ἔτι μνησθεὶς ἀνδρός, στοχαζόμενος τοῦ μὴ μακρηγορεῖν, ἐπὶ τὰ ἀκόλουθα τῶν λόγων τρέψομαι. ὁ δ’ ἀνὴρ οὗτος τοὺς ἱεροὺς
ἀγῶνας ἑξῆς στεφανωθεὶς ἐκηρύχθη· λέγω δὲ ἱεροὺς οὐ τοὺς παρὰ
<lb n="15"/> πολλοῖς νομιζομένους — ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ
ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες —,
ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν
ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ
θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας,
<lb n="20"/> αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="53"><p>πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ
εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 γάρ] μὲν γὰρ A παιδεύεσθαι FAP: παιδευθῆναι Η (v)
<lb/>4 εὐθιξίαις F: εὐθηξίαις HP, ἐν εὐεξίαις Α καὶ κόποις (sic) καὶ ἐπιβουλαῖς Α προγανουμένης conicio
<lb/>5 αἷς] οἷς codd. (v) εὑρίσκει] ἂν εὑρίσκῃ Α
<lb/>6 χαρτόν] χαρτή Α
<lb/>7 περιπεποιημένω F φρόνησις F
<lb/>8 πρακτικὸν] πνικὸν (i. e. πνευματικόν) Α βίος ἄριστος DR, ἄριστος βίος F: βίος οm. AHP (v) 
<lb/>9 κυβερνήτην D (v): κυβερνήτης codd. παραπέμψας FAD: ἄνωθεν παραπέμψας ΗΡ (v) ἐπὶ πρύμναν παραπέμψας transp. Α, ἐπὶ πρύμναν om. D
<lb/>10 ἱκανὸν D πηδαλιουχῆσαι Α
<lb/>13 τἀκόλουθα F τῶν λόγων HP: τὸν λόγον FA 
<lb/>14 ἑξῆς F: om. AHP (v) δ’ F 14.
<lb/>15 παρὰ πολλοῖς Α: παρ’ ἄλλοις FHP (v) 
<lb/>17 μὲν om. L (Turn.)
<lb/>18 pr. δ’ F ἀνδρεία codd.: ἀνδρίᾳ v 
<lb/>19 ἀντιθέους (sic) Α
<lb/>20 μήθ’ FA: μήτε HP μήτε FHP: μήτ’ Α συμφέρουσιν scripsi: συμφέρονται codd. (v) αἱ om. Α
<lb/>21 δ’ F 21.22 ἡ εὐσέβεια Α: ἡ δικαιοσύνη F, ἡ εὐσέβεια καὶ δικαιοσύνη HP (v)
<lb/>22 μωσῆς codd. δι’ ἣν FAH1P: διὸ Η2 (v)</note> <note xml:lang="mul" type="footnote">7—11 DR fol. 131r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων Anton. Mel. II 17 Col. 1056 Φίλωνος: μετὰ τόν ἐν νεότητι πρακτικὸν βίον—οὐδὲν τῶν πραττομένων καλόν.</note> <note xml:lang="mul" type="footnote">10.11 DP fol. 97v Φίλωνος: χωρὶς θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν·</note>  

<pb n="v.5.p.348"/>
μυρίων ἄλλων, ἅπερ ἐν τοῖς γραφεῖσι περὶ τοῦ κατ’ αὐτὸν βίου μεμήνυται,
τεττάρων ἄθλων ἐξαιρέτων τυγχάνει, [τυχὼν] βασιλείας, νομοθεσίας,
 προφητείας, ἀρχιερωσύνης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="54"><p>βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει
τῷ καθεστῶτι μετὰ <milestone unit="altpage1" n="p. 417 M."/>  στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς
καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν <lb n="5"/>
ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος
γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη,
πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν
 ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="55"><p>ὁ δ’
αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ <lb n="10"/>
ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ
καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον —
ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν
—, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς
γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, <lb n="15"/>
 παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="56"><p>τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων
 ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων
κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας
ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς
ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ <lb n="20"/>
γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος
κοινῶν πραγμάτων ἐπιμέλειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="57"><p><milestone unit="altref" n="10"/> Ἅλις μὲν δὴ τῶν καθ’ ἕκαστον ἄνδρα τιθεμένων ἄθλων·
τίθεται δὲ καὶ ὅλοις οἴκοις καὶ πολυανθρώποις συγγενείαις. αὐτίκα τοῦ
ἔθνους εἰς δώδεκα φυλὰς διανεμηθέντος ἰσάριθμοι ταῖς φυλαῖς εἰσιν <lb n="25"/>
ἡγεμόνες, οὐ μόνον μιᾶς οἰκίας ἢ συγγενείας, ἀλλὰ καὶ γνησιωτέρας
<note xml:lang="mul" type="footnote"><lb/>1 κατὰ FH1P αὐτὸν βίου] τὸν βίον F 1.2 μεμήνυται om. A 
<lb/>2 τεττάρων δ’ H1P τυγχάνει om. FA τυχὼν seclusi (cf. Mang.) 
<lb/>4 pr. τε om. F G τὴν ἑκούσιον αἵρεσιν Α: τὴν εἰς τὸ ἑκούσιον αἵρεσιν FHP (v): σπουδὴν εἰς τὴν ἑκούσιον αἵρεσιν coni. Mang. ἄναυδος HP: ἄναυλος FA 
<lb/>7 καὶ ἀκτήμων F: καὶ ἀνούσιος καὶ ἀκτήμων AP, καὶ ἀνακούσιος καὶ ἀκτήμων H; ἀνάκουστος (pro ἀνακούσιος) coni. Cotelier βασιλέων F
<lb/>8 τοῦ τυφλοῦ F: τοῦ om. ΑΗΡ (v)
<lb/>9 θεοῦ] τοῦ θεοῦ Α ἰδίας F
<lb/>10 τοῦτο τοῦ πλάτωνος adnot. mg H
<lb/>11 δ’ F ἕτερον om. F ἃ χρὴ] ἁ δεῖ Α 
<lb/>12 ἐπεὶ—ἃ μὴ δεῖ (13) om. F
<lb/>13 d δεῖ] d χρὴ F
<lb/>14 τρίτον λαβεῖν FAP: λαβεῖν τρίτον Η (v)
<lb/>15 τοῦ om. F
<lb/>16 παρὰ θεῶ δ’ F: παρά δὲ θεῶ AHP (v) ἀρχιερωσύνη F
<lb/>17 θεραπεύει Α ὑπὲρ F: om. ΑΗΡ (v) 
<lb/>20 τοῖς codd.: τῆς v
<lb/>21 γε om. Tnrn. ἀνειμένος Α
<lb/>25 ἔθνους om. Α post ἰσάριθμοι add. γάρ Α εἰσιν] ἤσαν coni. Mang.</note>  

<pb n="v.5.p.349"/>
οἰκειότητος· ἀδελφοὶ γὰρ ὁμοπάτριοι πάντες· ὁ δὲ τούτων πάππος καὶ
πρόπαππος σὺν τῷ πατρὶ γεγόνασιν ἀρχηγέται τοῦ ἔθνους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="58"><p>ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι
Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος
<lb n="5"/> ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν
ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας
σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους,
ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="59"><p>τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο <lb n="10"/> συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα
καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα
 τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας  <milestone unit="altpage2" n="p. 418 Μ."/> ἐραστὴν
ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν,
ἀφροσύνης ἀντίπαλον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="60"><p>οὗτός ἐστιν ὁ τρίτος τῶν ἀρχηγετῶν, <lb n="15"/> ὁ πολύπαις τε καὶ μόνος εὔτεκνος, ἀσινὴς ἐν ἅπασι τοῖς μέρεσι τῆς
οἰκίας, οἷά τις γεωργὸς εὐδαίμων ἅπασαν τὴν σπορὰν ἐπιδὼν σῶον ἥμερόν
τε καὶ καρποφόρον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>