<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="121"><p><add>ὃν</add> καὶ μύστην γεγονότα τῶν <lb n="5"/>
θείων τελετῶν καὶ συμπεριπολοῦντα ταῖς τῶν οὐρανίων χορείαις καὶ
περιόδοις ἐγέραρεν ὁ θεὸς ἠρεμίᾳ, βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα
περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσιν ἀνάγκαι ἐπιτιθέμεναι
κατὰ πλεονεξίαν παθῶν δυναστείας· <milestone unit="altpage1" n="p. 428 M."/>  ἢ γὰρ περιέψυξέ τι ἢ
περιέφλεξε[ν οὐρανὸς] καὶ αὐχμηρὸν ἢ τοὐναντίον ῥοῶδες ἀπειργάσατο· <lb n="10"/>
δι’ ὧν ἁπάντων ὁ νοῦς εὐθύνειν ἀδυνατεῖ τὴν τοῦ καθ’ αὑτὸν βίου
 πορείαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="122"><p>ἐνδιαιτώμενος δὲ ὑγιεινῷ σώματι κατὰ πολλὴν εὐμάρειαν
ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μακαρίας καὶ εὐδαίμονος
ζωῆς ἐπιλαχών· οὗτός ἐστιν ὁ πολὺν ἄκρατον σπάσας τῆς
εὐεργέτιδος τοῦ θεοῦ δυνάμεως καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς· <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="123"><p>οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν "ἐμπεριπατεῖν" οἷα βασιλείῳ,
καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου
καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν
οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν
 ἄρχοντος, ἁγίου ἅγιος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="124"><p>οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν <lb n="20"/>
ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ
<note xml:lang="mul" type="footnote">1.2 σπουδαίω F: τοῖς σπουδαίοις AHP (v)
<lb/>2 συνηρμοσμένην καὶ συνοικοδομουμένην οἰκίαν Α
<lb/>3 ἄχρι] μέχρι F οἰκίαν h. I. om. Α συμφυέστατον H (Turn.) διά τε FHP: ἅτε Α (Mang.)
<lb/>4 post χρησίμων add. ἐνεργοῦν ὦ (ἐνεργοῦν recepit Mang.) τόνδε FA: om. HP (v)
<lb/>5 ὃν add. 5.
<lb/>6 τῶν θείων om. Α
<lb/>6 συμπεριπολοῦντα F: μόνον σ. AH1P, μόναις σ. H2 (v) γῶν οὐρανίων Α: τῶν om. FHP (v)
<lb/>7 ἠρεμίᾳ] εὐημερίᾳ coni. Wendl. ἀμέθεκτον] ἀμέθελκτον coni. Mang, <add>νόσων</add> vel <add>νοσημάτων</add> vel <add>κακιῶν</add> conicio
<lb/>8 γεννῶσιν ἀνάγκαι Μang.: ἀνάγκαι (om. γεννῶσιν) Α, γεννῶσι δυνάμεις FHP (v)
<lb/>9 δυναστείαν coni. Mang. τι Α: τις FHP (Turn.) 
<lb/>10 περιέφλεξεν οὐρανὸς Α (Mang.): αὖον FUP (Turn.) ; οὐρανὸς seclusi
<lb/>15 τοῦ om. Α
<lb/>16 οὗτος ᾧ] τούτων οὑν Α φησιν: hic desinit F, cetera supplevit man. rcc. (lacobus Diassorimis)
<lb/>18 ἐξαίρετος Α: ἐξαίρετος χάριτι HP ἐξαιρέτῳ χάριτι v)</note> <note xml:lang="mul" type="footnote">16—18 Lev. 26,12. 17.
<lb/>18 DR fol. 195v Anton. Mel. II
<lb/>87 Col. 1209 Φίλωνοζι οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων, ὥς ὅ DR) φησιν ὁ προφήτης, ὡς (ᾧ?) θεὸς (ὁ θεὸς DR) ἐμπεριπατεῖ οἷα βασιλείῳ (16). DR fol. 137r ἔστι γὰρ τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια, ὥς φησιν ὁ προφήτης τόν θεὸν ἐμπεριπατεῖν οἷα βασιλείῳ. τούτου καλεῖται θεὸς ὁ τῶν συμπάντων ἵδιος.</note>  

<pb n="v.5.p.365"/>
ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ κακὰ τῆς δουλείας συνέτριψεν ὁ θεὸς
εἰς ἐλευθερίαν ἐξαιρούμενος· οὗτος ὁ μὴ ἀπαρρησιάστου τυχὼν εὐεργεσίας
ἀλλὰ διαβεβοημένης καὶ περιηγγελμένης πάντῃ διὰ τὴν τοῦ
προασπίζοντος ἐξουσίαν, ὑφ’ ἧς οὐχ ὑπεσύρη πρὸς τὰ οὐραῖα, ἀλλ’ ἐπὶ
<lb n="5"/> κεφαλὴν ἄνω παρεπέμφθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="125"><p>ταῦτα δ’ ἀλληγορεῖται τροπικῶς ἐξενεχθέντα· καθάπερ γὰρ ἐν ζῴῳ κεφαλὴ μὲν πρῶτον καὶ ἄριστον, οὐρὰ δ’ ὕστατον
καὶ φαυλότατον, οὐ μέρος συνεκπληροῦν τὸν τῶν μελῶν ἀριθμόν, ἀλλὰ
σόβησις τῶν ἐπιποτωμένων, τὸν αὐτὸν τρόπον κεφαλὴν μὲν τοῦ ἀνθρωπείου
γένους ἔσεσθαί φησι τὸν σπουδαῖον εἴτε ἄνδρα εἴτε λαόν, τοὺς
<lb n="10"/> δὲ ἄλλους ἅπαντας οἷον μέρη σώματος ψυχούμενα ταῖς ἐν κεφαλῇ καὶ
ὑπεράνω δυνάμεσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="126"><p>Αὗται μὲν αἱ ὑπὲρ τῶν ἀνθρώπων τῶν ἀγαθῶν εἰσιν εὐχαὶ καὶ τοὺς νόμους ἔργοις ἐπιτελούντων, ἅς φησι τελεσφορηθήσεσθαι χάριτι
τοῦ φιλοδώρου θεοῦ τὰ καλὰ διὰ τὴν πρὸς αὑτὸν ὁμοιότητα σεμνοποιοῦντος
<lb n="15"/> καὶ γεραίροντος· τὰς δὲ κατὰ τῶν ἐκνόμων καὶ ἀθέσμων
ὁρισθείσας ἀρὰς ἐπισκεπτέον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="127"><head>Περὶ ἀρῶν.</head><p><milestone unit="altref" n="1"/><milestone unit="altpage2" n="p. 429 Μ."/> Πρώτην ἀρὰν ὡς κουφότατον κακὸν ἀναγράφει πενίαν καὶ ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων καὶ μετουσίαν παντελοῦς ἀπορίας·
<lb n="20"/> τὸν γὰρ σπόρον, φησίν, ἀτελῆ μὲν ὄντα δῃώσουσι, τελειωθέντα δ’
ἀμήσουσιν ἐξαίφνης ἐπελθόντες πολέμιοι, διττὴν ἐργασάμενον συμφοράν,
λιμὸν μὲν φίλοις, ἐχθροῖς δὲ περιουσίαν· λυπεῖ γὰρ μᾶλλον ἢ οὐχ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="128"><p>ἧττον τῶν ἰδίων κακῶν τῶν δυσμενῶν τὰ ἀγαθά. καὶ ἡσυχαζόντων δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 συνεζευγμένος Α τῆς δουλείας HP: κἀν τῆ δουλεία Α (Mang.)
<lb/>3 ἀλλὰ διαβεβοημένης om. H (Turn.)
<lb/>4 ἐξουσίαν codd.: ὑπερουσίαν Turn. ὑφ’ om. Turn. 6.
<lb/>7 ὕστατόν τε καὶ A
<lb/>7 <add>μέρος</add> οὐ μέρος coni. Mang. τῶ μελῶν ἀριθμῶ Η2 (Turn.) ἀλλά AHP: om. v
<lb/>8 σόβησίς AP: σόβητρον Η μὲν Α: om. HP (v) 8.
<lb/>9 ἀνθρωπείου ΑΗΡ: ἀνθρωπίνου v
<lb/>9 εἴτ᾿ ἄνδρα Α 
<lb/>14 φιλοδώρου Α: φιλαρέτου ΗΡ (om. Turn.) αὐτόν codd.
<lb/>16 ὁρισθείσας Α mg P2: om. HP (Turn.)
<lb/>17 tit. περὶ ἀρῶν Η, τοῦ αὐτοῦ περὶ ἀρῶν P, τοῦ αὐτοῦ φίλωνος περὶ ἀρῶν Α
<lb/>19 ἀπορίας HP: ἀπωλείας Α
<lb/>21 ἀμύσουσιν 1 ἐργασάμενον scripsi: ἐργασάμενοι codd., ἐργασόμενοι v
<lb/>23 τῶν δυσμενῶν τὰ ἀγαθά A: τά δυσμενῶν ἀγαθά HP (v) δὲ Α: μὲν HP (v)</note> <note xml:lang="lat" type="footnote"><lb/>1 Lev. 26,13.
<lb/>4 Deut. 28,13.
<lb/>18 sqq. Lev. 26,16. Deut. 28,20.</note>  

<pb n="v.5.p.366"/>
τῶν ἐχθρῶν οὐχ ἡσυχάσουσιν αἱ ἐκ φύσεως ἀργαλεώτεραι ζημίαι· σὺ
μὲν γὰρ κατασπείρεις τὴν βαθύγειον τῆς πεδιάδος, ἀκρίδων δὲ νέφος
ἐξαίφνης καταπτάμενον ἐκθερίσει καὶ τὰ ὑπολειφθέντα πολλοστὸν εἰς
συγκομιδὴν ἔσται μέρος τῶν σπαρέντων· καὶ σὺ μὲν ἀμπελῶνα φυτεύεις
δαπάναις ἀφειδέσι <add>καὶ</add> κακοπαθείαις ἀτρύτοις, ἃς εἰκὸς γεωπόνους <lb n="5"/>
ἀναδέχεσθαι, τελειωθέντα δὲ ἤδη καὶ βλαστάνοντα καὶ βρίθοντα ὑπ’
 εὐφορίας σκώληκες ἐπιγενόμενοι τρυγήσουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="129"><p>τοὺς ἐλαιῶνας ὅταν ἴδῃς
εὐθηνοῦντας καὶ καρπῶν ἄφθονον πλῆθος, ἡσθήσῃ, ὥσπερ εἰκός, δι’
ἐλπίδα συγκομιδῆς εὐτυχοῦς, ὅταν δὲ ἄρξῃ συγκομίζειν, αἰσθήσῃ τῆς
ἀτυχίας μᾶλλον ἢ τῆς ἀσεβείας· τὸ μὲν γὰρ ἔλαιον καὶ ὅσον πῖον <lb n="10"/>
ἐκρυήσεται σύμπαν ἀφανῶς, ὁ δ’ ἐκτὸς ὄγκος αὐτὸς εἰς ἀπάτην ψυχῆς
κενὸς κενῆς ὑπολειφθήσεται. καὶ συνόλως ὅσα σπαρτὰ ἢ δένδρα καρποῖς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="130"><p> αὐτοῖς ἐξαναλωθήσεται πρὸς ἐρυσίβης. <milestone unit="altref" n="2"/> ἐφεδρεύουσι δὲ καὶ ἄλλαι
συμφοραὶ δίχα τῶν εἰρημένων, ἐνδείας καὶ ἀπορίας δημιουργοί. δι’ ὧν
γὰρ ἀνθρώποις ἡ φύσις ἐχορήγει τὰ ἀγαθά, στειρωθήσεται, γῆ καὶ <lb n="15"/>
οὐρανός, ἡ μὲν ἀμβλίσκουσα καὶ τελειογονεῖν ἀδυνατοῦσα τοὺς καρπούς,
ὁ δὲ μεταβεβηκὼς εἰς ἀγονίαν, τῶν ἐτησίων ὡρῶν μὴ χειμῶνος, μὴ
θέρους, μὴ ἔαρος, μὴ μετοπώρου πρὸς τὰς οἰκείας τάξεις ἀνιόντων, ἀλλ’
εἰς ἄποιον καὶ πεφορημένην σύγκρισιν βιασθέντων ἀποκριθῆναι δεσποτικοῦ
 κράτους ἀρχῇ. οὐ γὰρ ὄμβρος, οὐχ</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="131"><p>ὑετός, οὐ λεπτὴ ψεκάς, οὐ βραχεῖα <lb n="20"/>
λιβάς, οὐ δρόσος, οὐκ ἄλλο τι τῶν αὔξειν δυναμένων ἐπιγενήσεται,
τοὐναντίον δὲ ὅσα λυμαντικὰ μὲν φυομένων, φθοροποιὰ δὲ καρπῶν καταπεπανθέντων
καὶ ἵνα μὴ τελειωθῇ παρεσκευασμένα· „θήσω“ γάρ φησι
„τὸν οὐρανὸν ὑμῖν χαλκοῦν καὶ τὴν γῆν σιδηρᾶν“ (Lev. 26, 19.
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡσυχάσουσιν HP (coni. Μang.): ἡσυχάζουσιν Α (v) post ἀργαλεώτεραι add. δέ v, om. codd.
<lb/>2 γάρ οm. A κατασπερεῖς coni. Mang. τὴν βαθύγειον Η: τὸ βαθύγειον P, τὸ βαθύγαιον Α
<lb/>3 ἐκθεριεῖ conicio
<lb/>4 ἀμπελῶνας Α φυτεύεις codd.: φυτεύσεις V
<lb/>5 καὶ add. Mang. γεωπόνους A: γεωπόνοις ΗΡ β΄ 
<lb/>6 βρίθοντα καὶ βλαστάνοντα Α
<lb/>8 εὐθηνοῦντας Η2: εὐθυνοῦντας Η1Ρ, ἀσθενοῦντας Α ἡσθήσῃ Α: ἴσθι P, ἴθι II Τurn.)
<lb/>9 δὲ A: om. HP (v)
<lb/>10 ἀσεβείας codd. εὐσεβείας v; ἀσεβείας corruptum, ἀφθονίας vel εὐθηνίας conicio, εὐπαθείας coni. Mang. 
<lb/>11 αὐτός] αὖος coni. Mang., αὐτὸ <add>μόνον</add> couicio
<lb/>13 ἐφεδρεύουσι codd.: ἐφεδρεύσουσι V
<lb/>15 ἀνθρώποις ἡ φύσις Α: ἡ φύσις ἀνθρώποις ΗΡ (v)
<lb/>18 μὴ ἔαρος om. A ἀνιόντων A: ἰόντων ΗΡ (Turn.)
<lb/>19 σύγκρισιν] σύγχυσιν conicio βιασθέντων ἀποκριθῆναι Α: ἀποκριθῆναι βιασθέντων
<lb/>11 P (v)
<lb/>23 παρεσκευασμένα Α: παρεσκευασμένων HP
<lb/>24 ἡμῖν Η (Turn.)</note> <note xml:lang="lat" type="footnote"><lb/>2 Deut. 28,38.
<lb/>4 Deut. 28,39.
<lb/>10 Dent. 28,40. 12.
<lb/>13 Deut. 28,42.</note>  

<pb n="v.5.p.367"/>
 ξφ. δευτ. 28,23), αἰνιττόμενος τὸ μηδέτερον αὐτῶν  <milestone unit="altpage2" n="p. 430 M."/> τὰ οἰκεῖα καὶ πρὸς
ἃ γέγονεν ἐπιτελέσειν ἔργα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="132"><p>ποῦ γὰρ ἢ σίδηρος ἐσταχυηφόρησεν ἢ ὑετὸν ἤνεγκε χαλκός, ὧν χρεῖα τὰ ζῷα καὶ μάλιστα τὸ ἐπίκηρον καὶ πολλῶν
ἐπιδεές, ἄνθρωπος; μηνύει δ’ οὐ μόνον ἀφορίαν καὶ τῶν ἐτησίων ὡρῶν
<lb n="5"/> φθοράν, ἀλλὰ καὶ πολέμων γενέσεις καὶ τῶν ἐν τούτοις ἀφορήτων καὶ
ἀμυθήτων κακῶν· χαλκὸς γὰρ καὶ σίδηρος πολεμιστηρίων ὅπλων ὗλαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="133"><p>καὶ γῆ μέντοι κονιορτὸν οἴσει καὶ χοῦς ἄνωθεν ἐξ οὐρανοῦ καταχθήσεται βαρύτατον ἐπιφέρων καρπὸν εἰς τὴν διὰ πνίγους ἀπώλειαν, ἵνα μηδὲν
παραλειφθῇ τῶν ἐπ’ ὀλέθρῳ. πολυάνθρωποι μὲν ἐρημωθήσονται συγγένειαι,
<lb n="10"/> κεναὶ δὲ αἱ πόλεις ἐξαπιναίως οἰκητόρων ἔσονται, μνημεῖα
παλαιᾶς μὲν εὐτυχίας προσκαίρου δὲ βαρυδαιμονίας ὑπολειφθεῖσαι πρὸς
νουθεσίαν τῶν δυναμένων σωφρονίζεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="134"><p><milestone unit="altref" n="3"/> τοσαύτη δὲ ἐφέξει σπάνις τῶν ἀναγκαίων, ὥστε ἀλλοτριωθέντες τούτων τρέψονται ἐπ’
ἀλληλοφαγίας, οὐ μόνον ὀθνείων καὶ μηδὲν προσηκόντων, ἀλλὰ καὶ τῶν
<lb n="15"/> οἰκειοτάτων καὶ φιλτάτων· ἅψεται γὰρ καὶ πατὴρ υἱοῦ σαρκῶν καὶ
μήτηρ σπλάγχνων θυγατρὸς καὶ ἀδελφῶν ἀδελφοὶ καὶ γονέων παῖδες·
ἀεὶ δὲ οἱ ἀσθενέστεροι τῶν δυνατωτέρων κακαὶ καὶ ἐπάρατοι τροφαί·
τὰ Θυέστεια παιδιὰ [καὶ] συγκρινόμενα ταῖς ὑπερβολαῖς τῶν συμφορῶν,
ἃς μεγαλουργήσουσιν οἱ καιροί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="135"><p>μετὰ γὰρ τῶν ἄλλων, ὥσπερ τοῖς ἐν <lb n="20"/> εὐτυχίαις ποθεινὸς ὁ βίος εἰς ἀπόλαυσιν ἀγαθῶν, οὕτως καὶ τοῖς βαρυδαίμοσιν
ἐκείνοις ἔρως πολὺς ἐνιδρυθήσεται τοῦ ζῆν πρὸς ἀμέτρων καὶ
ἀπαύστων κακῶν μετουσίαν, ἁπάντων ἀνιάτων. ἧττον γὰρ <add>χαλεπὸν</add>
ἀπαλγήσαντας ἐπιτεμεῖν θανάτῳ τὰς ἀνίας, ὃ τοῖς μὴ λίαν φρενοβλαβέσιν
ἔθος δρᾶν· οἱ δ’ ἐκ παραπληξίας ἐθέλοιεν ἂν καὶ μακροβιώτατοι γενέσθαι,
<lb n="25"/> τῆς ἀνωτάτω βαρυδαιμονίας ἀπλήστως καὶ ἀκορέστως ἔχοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="136"><p>τοιαῦτα
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐσταχυηφόρησεν scripsi: ἐσταχυφόρησεν codd. 2.3 ὑετὸν ἤνεγκε χαλκός Α: χαλκοῦς (sic) ὑετὸν ἤνεγκε HP (χαλκὸς ὑετὸν ἤνεγκε v)
<lb/>3 ὧν om. H (Turn.) 
<lb/>4 ὡρῶν] καρπῶν coni. Mang.
<lb/>5 γενέσεις] κινήσεις coni. Mang.
<lb/>7 μέντοι] μὲν Α ἐξ οὐρανοῦ ἄνωθεν transp. Α
<lb/>8 καρπὸν] κακόν conicio διαπνίγουσαν ἀπώλειαν A 8.9 ἵνα—ὀλέθρῳ] ἵνα μηδενός παραλειφθέντος Α 
<lb/>12 δ’ Α
<lb/>13 ἀλλοτριωθέντςε] ἐλαττωθέντες conicio
<lb/>14 ἀλληλοφαγίαις Η1P ὀθνείων Mang.: ἐθνῶν codd.
<lb/>16 γονέως Η1P
<lb/>17 ἀεὶ δέ] ἔσονται coni. Mang.
<lb/>18 τὰ θυἐστεια Α, τὰ θυέστια HP: τὰ Θυέστου v παιδιὰ scripsi (ludas vertit Mang.): παιδία codd. (v) καὶ seclusit Mang.
<lb/>19 τοῖς Α: om. ΗP (v)
<lb/>20 ὁ βίος ποθεινὸς transp. Α
<lb/>21 καὶ] ἢ Α
<lb/>22 ἧττον γὰρ χαλεπὸν scripsi: ἧττον γὰρ codd.; αἱρετώτερον γὰρ coni. Mang.
<lb/>23 ἀνίας] ἡνίας Η(Turn.)
<lb/>24 καὶ om. Α</note> <note xml:lang="lat" type="footnote"><lb/>7 Deut. 28,24. Lev. 26,31.
<lb/>15 Lev. 26,29. Deut. 28,53.</note>  

<pb n="v.5.p.368"/>
τὸ κουφότατον εἶναι δοκοῦν τῶν κακῶν, ἀπορία, προσεργάζεσθαι πέφυκεν,
ὅταν θεήλατος ἐπάγηται δίκη· καὶ γὰρ εἰ χαλεπὰ ῥῖγος, δίψος, ἔνδεια
τροφῆς, ἀλλ’ εὐκταιότατα γένοιτ’ ἂν ἐπὶ καιρῶν, εἰ μόνον ἀνυπέρθετον
φθορὰν ἐργάσοιτο· χρονίζοντα δὲ καὶ τήκοντα ψυχήν τε καὶ σῶμα τῶν
τετραγῳδημένων, ἃ δι’ ὑπερβολὰς μεμυθεῦσθαι δοκεῖ, βαρύτερα πέφυκε <lb n="5"/>
καινουργεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="137"><p><milestone unit="altref" n="4"/> Δουλεία τοῖς ἐλευθέροις ἀφορητότατόν ἐστιν, ὑπὲρ ἧς σπουδάζουσιν
ἀποθνῄσκειν οἱ σώφρονες <milestone unit="altpage1" n="p. 431 Μ."/>  ἀγωνιζόμενοι φιλοκινδύνως πρὸς
τοὺς ἐπανατεινομένους δεσποτείαν· ἀφόρητον δὲ καὶ ἐχθρὸς ἄμαχος· εἰ
δ’ ὁ αὐτὸς ἀμφότερα γένοιτο, δεσπότης ὁμοῦ καὶ πολέμιος, τίς ἂν ὑποσταίη <lb n="10"/>
<add>τὸν</add> τὸ μὲν δύνασθαι ἀδικεῖν ἐκ δεσποτικῆς ἐξουσίας, τὸ δὲ μηδὲν
 συγγινώσκειν ἐξ ἀσυμβάτου δυσμενείας περιπεποιημένον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="138"><p>ἐχθροῖς οὖν
φησι δεσπόταις εἰς τὸ ἀνηλεὲς χρήσεσθαι τοὺς ἀλογοῦντας νόμων ἱερῶν,
οὐ μόνον ἐξ ἐπιθέσεως τῆς ἐκείνων ὑπαχθέντας, ἀλλὰ καὶ γνώμαις
ἑκουσίοις ἐκδόντας αὑτοὺς ἕνεκα τῶν ἀβουλήτων, ἃ λιμὸς καὶ σπάνις <lb n="15"/>
τῶν ἀναγκαίων ἀπεργάζεται· τὰ γὰρ ἐλάττω κακὰ φυγῇ μειζόνων αἱρετὰ
 νομίζουσί τινες, εἰ δή τι βραχὺ τῶν εἰρημένων ἐστί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="139"><p>δουλεύοντες <add>γὰρ</add>
πικρῶν μὲν ἐπιταγμάτων ὑπηρεσίας ἀναδέξονται τοῖς σώμασι, πικροτέρων
δὲ θεαμάτων ἀνίαις κατατεινόμενοι τὰς ψυχὰς ἀπαγορεύσουσιν· ὄψονται
γὰρ ὧν συνῳκοδόμησαν ἢ κατεφύτευσαν ἢ περιεποιήσαντο κληρονόμους <lb n="20"/>
γεγονότας ἐχθρούς, ἀλλοτρίων ἀπολαύοντας ἀγαθῶν καὶ ἑτοίμων· ὄψονται
καὶ τὰ πίονα τῶν ἰδίων θρεμμάτων εὐωχουμένους, ἱερεύοντας καὶ
παραρτύοντας εἰς ἀπόλαυσιν ἡδίστην, οἱ στερόμενοι τοὺς ἀφελομένους·
ὄψονται καὶ γυναῖκας, ἃς ἠγάγοντο κουριδίας ἐπὶ γνησίων παίδων σπορᾷ,
<note xml:lang="lat" type="footnote"><p><lb/>1 δοκούντων κακῶν H κακῶν] ἀρῶν A
<lb/>2 ῥῖγος suspectum; πνῖγος conicio 
<lb/>3 γένοιντ’ A μόνην A
<lb/>4 ἐργάσοιτο om. Α; ἐργάσαιτο conicio 
<lb/>5 βαρύτερα Mang.: βαρύτατα codd. (βαρύτατον ν)
<lb/>7 ἀφορητότατος 7.8 σπουδάζουσιν ἀποθνήσκειν ΑΗΡ: σπουδάζουσιν om. L ἀποθνήσκουσιν Τurn., ἀποθνήσκειν σπουδάζουσιν Mang.)
<lb/>9 δεσποτείαν HP: δεσπότας Α ἀφόρητος Α 
<lb/>11 τὸν addidi μηδὲν Α: μηδενὶ HP (v)
<lb/>12 περιπεποιημένον Μang.: περιπεποιημένος codd.
<lb/>13 ἀνηλεὲς AHP: ἀνηλεὲς in ἀνηλεῶς corr. L (ἀνηλεῶς v) ; καὶ τοῖς ἀνηλεέσι coni. Mang. χρήσεσθαι v: χρήσασθαι codd.
<lb/>14 ἐπιθεσίας (sic) Α γνώμαις scripsi: νόμοις codd.; σπονδαῖς coni. Mang.
<lb/>15 αὐτοὺς H1P ἕνεκα codd. (Mang.): ἕνεκεν v ἃ λιμός Α: d καὶ λιμὸς II P (v)
<lb/>17 γάρ add. Mang.
<lb/>22 ἱερεύοντας Mang.: ἱεροῦντας codd.
<lb/>23 01 στερόμενοι AP (Mang.): ὑστερούμενοι H (v) τοὺς ἀφελομένους Mang.: τοῖς ἀφελομένοις codd. τῆς ἀφελομένης v)
<lb/>24 ἅς] οὓς P κουριδίας H: κουριδίοις AP; scribondum fortasse κουριδίους σπορὰ Α: σπορὰν ΗΡ (Turn.)</p></note> <note xml:lang="lat" type="footnote"><lb/>13 Deut. 28,48.
<lb/>20 Deut. 28,30.
<lb/>22 Deut. 28,31. 51.
<lb/>24 Deut. 28,30.</note>  

<pb n="v.5.p.369"/>
σώφρονας <add>καὶ</add> οἰκουροὺς καὶ φιλάνδρους ἑταιρῶν τρόπον ὑβριζομένας.
καὶ πρὸς μὲν ἄμυναν ὁρμήσουσιν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg026.opp-grc1" subtype="section" n="140"><p>ἔξω δὲ τοῦ σφαδᾴζειν οὐδὲν ἐργάσασθαι δυνήσονται πᾶσαν ἰσχὺν ἐκτετμημένοι καὶ ἐκνενευρισμένοι· προκείσονται
γὰρ σκοποὶ τοῖς ἐθέλουσιν ἄγειν, φέρειν, ἁρπάζειν, ὑβρίζειν,
<lb n="5"/> τιτρώσκειν, εἰς βλάβας, εἰς αἰκίας, εἰς πανωλεθρίαν, ὡς μηδὲν ἀφεθῆναι
τῶν βλημάτων κωφόν, ἀλλ’ εὔσκοπα καὶ εὔστοχα πάντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>