<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:181-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1:181-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="181"><p>πάγκαλον γὰρ καὶ συμφέρον
αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀποβεβλῆσθαι C ὡς S: om. ceteri (v) ἀναγιεαιοτάτων SCΗ2: ἀναγκαιοτάτω G2, ἀναγκαιότατα G1, ἀναγκαιότατον AFΗ1P καὶ] ὡς G1
<lb/>2 αἰτίων S: αἰτιωτάτων CG1H2(v), αἰτιωτάτω G2, αἰτιώτατον AFH1P περιέρχεσθαι Α κατεξαναθέντας F1 
<lb/>3 ἁπαλαῖς] ἀπαλλαγεὶς F1H1P1 γονεῖς S: om ceteri (Turn.) καὶ ante τίτθαι om. C τιτθαῖς AP2
<lb/>4 πλάνον ἀνήνυτον] πλὴν ἀνήνυτα F 
<lb/>6 ἢ om. AFG1 οὗ] οἲ F ἐκείνους S: τοὺς ceteri (Turn. Mang.) 
<lb/>7 τοῦ μέτρου SA 7.8 ἐκλαθόρενοι οἱ κενοὶ φρενῶν S
<lb/>8 πάντες SC1 πατέρα CG2H2: δημιουργὸν S, τὸν πατέρα ceteri
<lb/>9 ἠξιώθησαν (sed θησ in ras.) A 9.
<lb/>10 post πολυαρχίας add. σέβειν H (Turn.)
<lb/>10 φιλτάτοις καὶ συγγενεστάτοις G2 
<lb/>11 φιλίαν] φιλανθρωπίαν H οἰκειότητα SCG2: οἰκειότατον ceteri οἷς] ἧς F1 
<lb/>12 ἄν om. S
<lb/>14 ὃ μὲν AFHP
<lb/>16 γεννητὰ Α ἀγεννήτου Α καὶ ποιητοῦ om. S (fort. rccte) ἐν om. G2; ἐπὶ coni. Mang.
<lb/>17 βίων Α ἀναγκαῖον C τῆς om. S φυλοτάτης S
<lb/>18 κακοπολιτειῶν] κακοποντίων S ὀχλοκρατείας ΑΗP, ὀχλοκρασίας SG2 δημοκρατείαν S2 
<lb/>19 τοῦτο δ’ ἐστὶν S: τουτέστιν ceteri (v)
<lb/>20 ἀκρατείας] ἀκρασίας A (Mang.) 
<lb/>21 θαρσαλεότητα S πάγκαλον] καλὸν S
<lb/>22 αὐτομολεῖν: hic desinunt AFG1HP, reliqua (usque ad p. 324,14) exhibent solummodo SCG2</note>  

<pb n="v.5.p.323"/>
ἀπολιπόντας· ἅμα δ’ ἀναγκαῖον ἕπεσθαι, ὡς ἐν ἡλίῳ σκιὰν σώματι, καὶ τῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="182"><p>τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν. γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί,
φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους
<lb n="5"/> χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας
ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας,
φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν
ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας
εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη
<lb n="10"/> βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="183"><p>παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι
τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν· φησὶ γάρ, ὅτι τουτὶ τὸ
πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐδὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα
ἀνωτάτω κἀν ἐσχατιαῖς <add>γῆς οὔτε πέραν</add> τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι
<lb n="15"/> λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἡμᾶς ἐνδιαιτώμενον,
στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς
καὶ πράξεσι· λόγου μὲν <add>γὰρ</add> στόμα σύμβολον, καρδία δὲ βουλευμάτων,
πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="184"><p>ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς
<lb n="20"/> καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ
ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ
<note xml:lang="mul" type="footnote"><lb/>1 σκιάν om. CG2
<lb/>2 τὴν om. G2
<lb/>6 ἔστιν om. CG2
<lb/>7 ἑταίρους C: ἑτέρους SG2 
<lb/>9 τῶν] τόν G2
<lb/>10 βαρύταται Mang.: βαρύτατα codd. εἰσιν SC 
<lb/>13 πρᾶγμα] πρόσταγμα coni. Mang. οὐκ S1, corr. S2 οὐδέ scripsi: οὔτε codd. (v) ἀφεστὼς codd.
<lb/>14 κἀν scripsi: καὶ codd.; καὶ ἐν coni. etiam Mang.; deinde ἐσχατιαῖς <add>γῆς οὗτε πέραν</add> τῆς μεγάλης θαλάττης supplevi
<lb/>15 τῶν] τοῖς coni. Mang. coll. Clem. AI. 15.
<lb/>16 ἐνδιαιτωμένων C1G2
<lb/>17 πράξεσιν S γὰρ add. Mang.
<lb/>21 ἐπιλάθοιτο SG2 (prob. Mang.): ἐπιλάβοιτο C (v) εὐαρεστήσει (ση S) θεῶ SG2: om. C</note> <note xml:lang="mul" type="footnote"><lb/>10 sqq. pergit Clem. Alex. l. l. ἀφ’ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν. σύμβολον δ’ ἂν εἴη ταῦτα πράξεως μέν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία, καὶ λόγου <add>τὸ</add> στόμα. cf. Clem. Alex. Protrept. cap.
<lb/>10 p.
<lb/>85 P. (177,32 Stählin) . . ἐστι ἡ ἀλήθεια) δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ᾿ ἡμᾶς ἐνδιαιτωμένη μέρεσι, καὶ στόματι καὶ καρδίᾳ. σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ.
<lb/>13 Deut.</note>  

<pb n="v.5.p.324"/>
γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ <milestone unit="altpage1" n="p. 407 M."/>  συμφώνως τοῖς
εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί
σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut.
 26,17.18).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="185"><p>παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου
μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην <lb n="5"/>
καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν
θεραπείαν αὐτοῦ. ὁ δ’ ἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν
ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν
 ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="186"><p>καὶ πέφυκεν οὕτως ἔχειν· ὡς
γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ <lb n="10"/>
στρατηγὸς ἅπασι τοῖς στρατιώταις — διαφθαρέντος γοῦν ἡττᾶσθαι
συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω —, τὸν αὐτὸν
τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="187"><head>Περὶ εὐγενείας</head><p><milestone unit="altpage1" n="p. 437 M."/><milestone unit="altref" n="1"/> Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ
μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται
τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων,
<note xml:lang="mul" type="footnote"><lb/>1 ὁμοῦ καὶ θεοφιλὴς C (v)
<lb/>2 τὸ ante τὸν add. S τόν θεόν S (Clem. Al.): τὸν κύριον CG2 (v) εἰλοῦ S (Clem. Al.): ἀντηλλάξω C (v), ἀντηλλαξάτω G2 
<lb/>3 σοι] σου Clem. Al. θεόν S (Clem. Al.): εἰς θεόν CG2 (v) εἵλατό S (Clem. Al.): ἀντηλλάξατο CG2 (v) αὐτοῦ S
<lb/>4 τῆς διαιρέσεως S
<lb/>5 τὸ ὄν S (Clem. Al.): θεόν C (v), θεῶ G2
<lb/>6 προαπαντῶν (sic) S βουλήματι CG2: βουλεύματι S ἰόντος] εἰ ὄντος G2
<lb/>7 ἀληθῶς coni. Mang. ὢν] ὢ S1, in ὁ corr. S2
<lb/>8 αὐτός αἱρεῖται corruptum; αὖθις vel ἄλλοθι εἴρηται coni. Mang., πρότερον εἴρηται coni. Wendl.
<lb/>11 γ’ οὗν G2
<lb/>12 πάσα δύναμις scripsi: πάση δυνάμι codd. (v)
<lb/>15 tit. περὶ εὐγενείας SCG2HRP: τοῦ αὐτοῦ περὶ εὐγενείας F
<lb/>16 Διὸ καὶ τοῖς ὑμνοῦσι F: Καὶ τοῖς ὑμνοῦσι S, Τοῖς δὲ (δ’ P) ὑμνοῦσι ceteri (v) ὡς καὶ 
<lb/>17 εἰ om. S
<lb/>18 πάλαι ἐνδόξων FG2 μηδὲ S: μήτε ceteri (v)</note> <note xml:lang="mul" type="footnote"><lb/>1 sqq. pergit Clem. Alex. Strom. l. l. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο „τὸν θεὸν εἰλοῦ σήμερον εἶναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται
<lb/>6 θεός. κἄν εἷς ᾗ τὸν ἀριθμόν, ἐπ’ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται ἀποκατασταθεὶς ἐξ
<lb/>00 ἢν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πάν.
<lb/>16 sqq. cf. Wendland Philo u. die kynisch - stoische Diatribe (W. u. Kern, Beitr. z. Gesch. d. griech. Philos. u. Religion) p.
<lb/>51 sqq.</note>  

<pb n="v.5.p.325"/>
ἀφ’ ὧν αὐχοῦσι γενέσθαι, διὰ τὰς ἀφθόνους περιουσίας εὐδαιμονησάντων,
ἐπειδὴ τὸ πρὸς ἀλήθειαν ἀγαθὸν οὐδενὶ τῶν ἐκτός, ἀλλ’ οὐδὲ τῶν
περὶ σῶμα, μᾶλλον δὲ οὐδὲ παντὶ μέρει ψυχῆς, ἀλλὰ μόνῳ τῷ ἡγεμονικῷ
πέφυκεν ἐνδιαιτᾶσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="188"><p>βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ <lb n="5"/> φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον
οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ <add>ὢν</add> μόνος ἀγαλματοφορεῖ
τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν
ἄκροις — ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος
  <milestone unit="altpage2" n="p. 438 M."/> εὐεξία μετ’ εὐμορφίας <add>ἐξαρκεῖν</add> ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις
<lb n="10"/> ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * * *
αὐγοειδέστατον φῶς μὴ ἰδόντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="189"><p>ἐπειδὴ τοίνυν ἡ εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς
τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτων
γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ
<lb n="15"/> εὐγενείας χωρίον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="190"><p>ἄοικος γὰρ καὶ ἄπολις ὁ φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, ἣ καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς· τούτῳ κατὰ τὸ
ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων ἢ προγόνων γένοιτο τοὺς
βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας
διαζευγνύντι ἑαυτὸν ἔν τε λόγοις καὶ ἔργοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="191"><p>ἀλλὰ γὰρ πρὸς τῷ <lb n="20"/> μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ
<note xml:lang="mul" type="footnote">1.2 εὐδαιμονισάντων F
<lb/>3 δ’ S 3.4 ἡγεμονικωτάτω S
<lb/>4 δι’ S: διὰ ceteri
<lb/>5 καὶ παρ’ ἡμῖν om. H1P τοῦθ’ S2: τοῦτ’ S1G2HP, om. F Barb. 
<lb/>6 οὐχ εὗρεν ἐπὶ γῆς S: ἐπὶ γῆς οὐχ εὗρεν ceteri (v) κρείττων γὰρ ὢν μόνος scripsi: κρείττων γὰρ μόνος F, κρείττων γάρ νόμος G-, κρεῖττον (κρείττω Η2)· ὁ γὰρ νόμος HP, παρόν ὁ νόμος S: κρείττω· ὁ γὰρ νοῦς v, κεκαθαρμένων γὰρ ὁ νοῦς coni. Mang. 
<lb/>7 τἀγαθὸν S: τό ἀγαθόν G2HP, om. F ἐπιστῶσι F pr. ἢ S: om. ceteri 
<lb/>8 pr. καὶ] ἢ S
<lb/>9 εὐεξία S: εὐεξίαι ceteri (v) ἐξαρκεῖν e. gr. addidi ἐοίκασι SF: om. G2HP (Turn.)
<lb/>10 lacunam indicavi
<lb/>11 αὐγοειδέστατον φῶς μὴ ἰδόντες om. S αὐγ.] ἀνειδέστατον H1P
<lb/>12 καθαρσίοις S (Mang.): καὶ καθαρσίοις ceteri χρὴ μόνους S: μόνους χρὴ Η2 (v), μόνους
<lb/>61 χρὴ ceteri 
<lb/>13 ἢ] καὶ FN
<lb/>14 δ’ HP γεγονόσιν om. S (fort. recte)
<lb/>15 ὁ φαῦλος S: πᾶς φαῦλος oeteri (v)
<lb/>16 ἐληλασμένος G2HP ἣ scripsi: εἰ S, ἥτις ceteri (v) τοῦτο F1
<lb/>17 κὰν εἰ FNG2H2: κἄν ἢ SH1P (v) ἢ] καὶ HP προγόν SFNG2: προπάππων HP (v) 18.
<lb/>19 ἐπιτηδεύων καὶ πόρρω τὰ της (sic) συγγενεία διαζευγνὺς S
<lb/>19 ἀλλὰ] ἄμα S πρός om. S τῷ] τὸ SG2H 
<lb/>20 μὴ om. G2 πονηροὺς] μοχθηροὺς FNG2</note> <note xml:lang="mul" type="footnote">4—6 Maximi Eclog. cod. Barb. I 158: βουληθεὶς—λογισμοῦ κρείττω 12—329,
<lb/>12 N fol. 189r: μόνους χρὴ λέγειν—καθ’ ὅσον οἷόν τε ἣν.</note>  

<pb n="v.5.p.326"/>
πολεμίους ἀσυμβάτους εὐγενείᾳ καθαιροῦντας τὸ προγονικὸν ἀξίωμα καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="192"><p> ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάς τε καὶ σβεννύντας. <milestone unit="altref" n="2"/> διό
μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθ’  υἱῶν
ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως
ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἡ ἐν ἐκείνοις <lb n="5"/>
 μοχθηρία κατακρατήσῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="193"><p>τὸ δ’ ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’
ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ ἂν εἰς τὸ
βλέπειν ὄφελος ὀξυωπία προγονική; ἢ πρὸς ἑρμηνείαν τῷ παρειμένῳ
γλῶτταν τὸ γονεῖς ἢ πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ ὀνίνησι
πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, <lb n="10"/>
ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις ἢ
περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος
κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="194"><p>τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε
ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ <lb n="15"/>
οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες
 ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="195"><p>ὅθεν οἶμαι τὴν
εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν
πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν· „τὸ συγγενὲς οὐχ
αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι <lb n="20"/>
καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ
φίλα νομίσαντες ἐχθρά, τὰ δὲ <milestone unit="altpage1" n="p. 439 M."/>  δυσμενῆ φίλα· παρ’ ἐμοὶ μὲν γὰρ
αἰδὼς καὶ ἀλήθεια μετριοπάθειά τε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρ’
<note xml:lang="mul" type="footnote"><lb/>1 εὐγενείᾳ S: εὐγένειαν ceteri (v): εὐγενείας Mang.
<lb/>2 ὅσοι S
<lb/>3 ἀπορρήσεις FN: ἀπαρνήσεις ceteri (v) καθ᾿ S2: κατ’ S1, κατὰ FG2H2, καὶ τὰ H1P 
<lb/>4 οἰκείας S post οἰκίας add. πατρίδος G2 καὶ del. S2
<lb/>5 γεννήσασιν S, γεννήμασι P ἔννοιαν FN
<lb/>6 κατακρατήσῃ N: κατακρατήσοι F, κατακρατήσειε G-P, κατακρατήσειεν SH (v)
<lb/>7 τῷ om. S 7.
<lb/>8 τὸ βλέπειν] τὰς ὄψεις HP (Turn.)
<lb/>8 ὤφελος S1, corr. S2 ὀξυωπία προγονική S: ὀξυωπίας προγονικῆς ἐστερημένῳ ceteri (v) παρημένω S
<lb/>9 τὸ codd.: om. v ὀνήνησι (sic) S: ὀνήσει ceteri (v)
<lb/>10 φθεινάδος S (φθινάδος scripsi): φθεινώδους P, ceteri (v) κατεσκηλιτευμένον S
<lb/>12 περιοδονίκατις] περίοδον καὶ S γράφωνται FNP: γράφονται S2G2H (v), στράφονται S1
<lb/>13 κήραις SG2, κῆραι FNHP οἰκιῶν N
<lb/>14 τοῖς om. FN
<lb/>15 ὤφελος S1, corr. S2 οὐδὲ S: οὔτε ceteri (v) 16.
<lb/>17 νόμοι δέ τινες ἄγραφοι καὶ S: νόμοι δέ τίνες ἂν εἶεν ἄγραφοι ἡ ceteri (v)
<lb/>17 τὴν ἀρετήν S: τὴν om. ceteri (v) οἶμαι: hic incipit C οἶμαι] οι S
<lb/>18 εἰδέαν S ἐτύπωσε] διαπλάσει (sic) S καταστᾶσα (sic) S
<lb/>19 ταῦτ’ CG2
<lb/>20 μόνον om. S πράξεως S 
<lb/>21 θηρατῶν αὐτῶν S
<lb/>22 ἐχθρά] αἰσχρὰ HP τὰ δὲ codd.: τὰ δὲ καὶ Mang.
<lb/>23 μετροπάθεια HP τιμία G2HP</note>  

<pb n="v.5.p.327"/>
ὑμῖν δὲ ἄτιμα· κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἡ ἀμετρία
τῶν παθῶν, ὁ τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="196"><p>τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα
ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας
<lb n="5"/> οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους
εὑρεῖν, ἤθη δ’ ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="197"><p>εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς
ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν
ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον
<lb n="10"/> ἔχειν <add>παράδειγμα</add> καλοκἀγαθίας, ὑπόδικοι δ’ ὑμεῖς οἱ ἐκ μεγάλων
φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων
γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι
καλὸν διενοήθητε.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="198"><p>Ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην <lb n="15"/> εὐγενῆ μόνον ὑπείληφεν, ἀλλ’ οὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται
γονέων, δῆλον ἐκ πολλῶν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="199"><p><milestone unit="altref" n="3"/> αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος
ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων
νυμφίων ἀνδρός τε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ
<lb n="20"/> σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλ’ ὅμως δυοῖν γενομένων ὁ πρεσβύτερος
ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος,
<note xml:lang="mul" type="footnote"><lb/>1 δὲ S: δ’ ceteri ἄτιμα SC2G2: ἀτιμία ceteri κἀμοὶ S: καὶ ἐμοὶ ceteri ἐχθρὰ] αἰσχρὰ ΗP τὸ ἀναίσχυντον Mang.: τὸ ἀναισχύντατον S, τά ἀναίσχυντα ceteri (Turn.) τὸ ante ψεῦδος om. S
<lb/>2 ἡ κακία S
<lb/>4 καὶ κεκομψευμένας N: καὶ om. ceteri, καὶ post κεκομψευμένας ss. H2 (sic v) κεκομψευσμένας F ἀπατᾷς Η1P, ἀπάτης C
<lb/>5 διότι] διὸ S πρός ante εὐπροσώπους add. P 
<lb/>6 ἤθη] ἡ S ὑπαλλάξασθαι S: ὑπαλλάξαι ceteri (v)
<lb/>7 τὰ C: τὰς S, κατά FG2HP, τοὺς corr. in τά κατὰ N
<lb/>8 ἔχθρας codd.: ἐχθράς v ἐκκαύματα S ζωπυρήσοντας Ν
<lb/>9 ὑποβλέψομαι C: ἀποβλέψομαι ceteri
<lb/>10 παράδειγμα add. Wendl. (v. sup. p. 251,1)
<lb/>11 περιϊδρυμένων S 12.
<lb/>13 ἀπομάξασθε S 
<lb/>14 ὅτι om. C δ’ S ἐν om. H P (Turn.). ἐν ἀρετῆς δέ transp. C κτίσει F τίθετε G2H2 (Turn.) καὶ om. G2
<lb/>15 ὑπείληφεν S: ὑπειλήφαμεν C, ὑπελείφατε F, ὑπειλήφατς ceteri (v) ὥς τις F ἂν om. FN 
<lb/>16 γονέων] προγόνων S γονέων: hic desinit C
<lb/>17 εὐπατριδῶν FG2: ευ εκπατρίδων (sic) S, εὐπατρίδων ceteri (v) ὄι] οἷς Η1Ρ ’P γένος] γέρας coni. Mang. 
<lb/>18 βλαστήσαντες H2: βλαστῶντας S, βλαστήσαντας ceteri
<lb/>19 τε om. S καινὴν S 
<lb/>20 σποράν S γενομένοιν S (sed οι ex ω corr.)
<lb/>21 ὑπέμεινεν S ἄγος] ἄλγος H</note> <note xml:lang="lat" type="footnote"><lb/>6 sqq. Gen. cap. 4.</note>  

<pb n="v.5.p.328"/>
 ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.opp-grc1" subtype="section" n="200"><p>τί
δὴ τοῦτον ὤνησεν ἡ εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον;
ἣν καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ
προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως
ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους <lb n="5"/>
λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>