<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="21"><p>τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς
αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="4"/> ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος <lb n="5"/>
ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν
τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν — φιλάνθρωπος γάρ, εἰ καί
τις ἄλλος —, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος
ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι
 καλόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="23"><p>ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις <lb n="10"/>
τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον
ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς
χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ
μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ
ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς <lb n="15"/>
 ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="24"><p>διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ
εὑρίσκετο“ δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν
ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς <milestone unit="altpage1" n="p. 5 M."/>  ἀνδρείαν
καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν,
ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ <lb n="20"/>
 δυναστείας κτῆσις ὠφελιμωτέρα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="25"><p>εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ
τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς
γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον
 ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="26"><p>οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ
δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸ alt.] τε CGP1, τὴν AP2F
<lb/>2 δ’ BEK, γὰρ Arm ἐπουρίσας scripsi: ἐπουριάσας BE, ἐπουρίας Α, εὐπορίας CFGM, ἐπορθιάσας εὐπορίας HP(v), ἐπορίας (sic) ἐπορθιάσας Κ, ἄφρουρα (sic) Aim post ἕνεκα add. καὶ H2(v), om. ceteri 2.
<lb/>3 περιεργασίας L (Turn.)
<lb/>3 post περιεργίας add. ἐπορθιάσας M Arm γὰρ om. CFG Arm, eras. Η εἴτ’ M εἴτ’ αὖ BEK Arm: εἴτε (om. αὖ) ceteri
<lb/>6 μόνω συναγαπᾶ Α
<lb/>8 τὸ μὴ προβεβλῆσθαι BEK
<lb/>9 δ’ BEK
<lb/>11 κλησιάδας CG 
<lb/>12 ἐν ναγρία (sic) Β, ἐν μοναγρίω C(v) ἥδιον] ἴδιον Α 12.
<lb/>13 συμβιωτὴς C 
<lb/>13 τοῦ] τοῖς E ἀνθρώπων om. BE ἀρίστοις, ὧν] ἄριστος ὢν FG 
<lb/>15 διά — συγγραμμάτων om. Arm κατὰ λογάδην MH
<lb/>16 τοῦτο BEK: τοῦτ’ ceteri
<lb/>17 εὑρίσκετο C Arm: εὑρίσκεται ceteri μεθαρμόζεται GK
<lb/>18 ἀμαθείας FG εἰς τε ἀνδρείαν ἐκ δειλίας Arm ἀνδρίαν EFG 19.
<lb/>20 καὶ pr. —ἀτυφίαν] „et ab omni malitia in omnem virtutem“ Arm
<lb/>20 ἢ pr.] ὁ F, BE Arm 20.
<lb/>21 ἢ βασιλείας—ὠφελιμωτέρα om. Arm
<lb/>21 χρὴ om. BE 
<lb/>22 ἰὴν] τὴν BE 22—24 ἣν—πρυτανεύουσαν om. Arm
<lb/>23 εὔνομον] εὔγνωμον F τὰς] τοὺς A
<lb/>24 ἅπαντας BE
<lb/>25 ἀνόσου] νοσώδους Arm</note>  

<pb n="v.4.p.7"/>
ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον
ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου
βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης
ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον
<lb n="5"/> κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="27"><p><milestone unit="altref" n="5"/> Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ
δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ·
ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς
<lb n="10"/> ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις,
ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων
στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι,
ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ
καλοκἀγαθίαν τετιμηκότες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="28"><p>ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, <lb n="15"/> ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί
τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’
ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς
ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων
ἀριθμῶν ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="29"><p>μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· <lb n="20"/> αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ
συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν
πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ
στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="30"><p>ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ πρὸς ὑγείαν om. Κ καὶ ἐξ HP, καὶ rursus del. Η καὶ om. BE 
<lb/>2 τῆς θείας Arm
<lb/>3 ἀγαθὸν om. Arm.
<lb/>4 ἀλλὰ CFMA ἁδροτέροις HP, ἀνδρωτέροις Α ἀνδρὸς] ἀνδρείοις coni. Mang.
<lb/>5 ψυχῆς seclusi „redundat ut videtur“ Mang.)
<lb/>6 τὸ om. Turn.
<lb/>7 τῆ γλώττη BEKArm: τῇ ceteri
<lb/>8 δ’ Κ
<lb/>9 ὁ om. F
<lb/>10 ἧ Α
<lb/>11 pv. καὶ om. GK Arm τράχων MG
<lb/>12 αἰτίαν om. F
<lb/>13 σταθηρὸν M ἔτι — εἰρηνικὸν om. Arm ἔτι δὲ καὶ BEK: ἔτι δ’ ceteri
<lb/>14 αὑτῶ GH2: αὐτῶ ceteri
<lb/>15 σάββατον HP ὀνομάζειν H1P
<lb/>17 ἔν τε CBEK: τε om. ceteri
<lb/>18 ἀεὶ BEK: om. ceteri καἰ ἀφιλόνεικος BEK: ἀφιλονεικότατός τε ceteri
<lb/>19 μάρτυς BE
<lb/>20 θαλάσσῃ BEH
<lb/>22 ἐὰν om. Arm ἀνιῶνται] κινοῦνται BE, ἀγωνίζονται Arm
<lb/>23 τῶν ἡσυχαστέον M, ὧν ἡσυχαστέον CFG δὲ F
<lb/>24 ὃς om. BECFG Arm post ὅταν add. ἢ BE ἐπικυδέστερον AFG καὶ om. BE Arm δυνατωτέρα BEK: δυνατωτάτη ceteri 
<lb/>6 Euseb. Pr. Ev. VII 8,16 τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται.</note>  

<pb n="v.4.p.8"/>
ῥώμῃ κατακρατήσας ἀναχωρήσῃ, μόνωσιν ἀσπασάμενος καὶ ταῖς ἑαυτοῦ
πρὸς ἑαυτὸν <add>χαίρων</add> ὁμιλίαις ὡς ἀπροσδεὴς ὢν ἑτέρου καὶ αὐταρκέστατος
ἑαυτῷ, τηνικαῦτα φροντίδων καὶ πραγματειῶν <milestone unit="altpage1" n="p. 6 M."/>  ἀπαλλαγεὶς τῶν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="31"><p> ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. <milestone unit="altref" n="6"/> οὕτως δ’
ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος <lb n="5"/>
ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον,
ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον
οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν
ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ
φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ <lb n="10"/>
 αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="32"><p>οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν
„ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι
κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη
 καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="33"><p>μετὰ
τὸν „ἄνθρωπον“ ἐπιλέγει τὸν „δίκαιον“ εἰπὼν „ἄνθρωπος δίκαιος“, ὡς <lb n="15"/>
ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν
ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="34"><p>φησὶ δ’ αὐτὸν καὶ
„τέλειον“ γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας
ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="35"><p>ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ <lb n="20"/>
προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν“· οὗ τί γένοιτ’ ἂν ἐν
τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ
δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως
<note xml:lang="mul" type="footnote"><lb/>1 κρατήσας CFG ἢ ἀναχωρήσῃ RE, ἀναχωρήσει Α, ἀναχωρεῖ Ann
<lb/>2 ἑαυτὸν] αὐτὸν C χαίρων add. Wang. (vel scribendum τὰς—ὁμιλίας)
<lb/>3 πραγματειῶν Β, πραγματιῶν E: πραγμάτων ceteri τῶν] τὸν G
<lb/>4 τῷ om. FG γαληνὸν scripsi: γαλήνιον codd. οὕτως BEK: οὕτω ceteri
<lb/>7 πρὸς alt. om. BE ἀλλὰ τίνων; MAFHP, τινων om. Arm
<lb/>9 ἑτέρω H1P κατὰ M πράξεις] τάξεις Β
<lb/>10 φησιν] εἰσιν BEK Νῶε alt. om. CFG Arm καὶ τέλειος Arm, τέλειος om. G
<lb/>11 νῦν ora. F
<lb/>12 καὶ θνητὸν Arm τὸν] τὸ BEAF1HP
<lb/>13 ὃς] ὃ BE ἀτίθασσα MFK 
<lb/>15 τόν alt.] τὸ coni. Mang. τὸν δίκαιον εἰπὼν ἄνθρωπος om. Arm
<lb/>16 ἀδίκου] δικαίου CFG post ὄντος distinguunt ct ἀνθρώπου cum seqq. coniungunt CFG 16.
<lb/>17 κυριώτερον—θηρίου om. OFG (fort. recte)
<lb/>17 δὲ μόνου CFG δ’ BE ὃς] ὡς ’P, ὃς om. BE ᾖ] ἣ ABE
<lb/>18 παριστᾷ Α
<lb/>19 ἐκέκτητο G 
<lb/>20 δ’ om. BE ἐκνενικηκότα Κ (coni. Mang.): εὖ νενικηκότα ceteri
<lb/>21 τί CFG: τίς corr. ex τί K, τίς ceteri
<lb/>22 κρεῖττον corr. in κρείττων Κ: om. BE, κρείττων ceteri τίς κ. ἐναργέστερος Mang.: τῆς κ. ἐναργέστατος codd. Arm 
<lb/>23 τῶ θεῶ BEK: τῷ om. ceteri συνέβη BEK: συμβέβηκε ceteri</note>  

<pb n="v.4.p.9"/>
εὐδαίμονες. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="36"><p><milestone unit="altref" n="7"/> οὐκ ἀπὸ σκοποῦ μέντοι ταῖς τοσαύταις ἀρεταῖς ὑμνήσας τὸν ἄνθρωπον ἐπεῖπεν, ὅτι „τέλειος ἦν ἐν τῇ γενεᾷ αὐτοῦ“
(Gen. 6,9), δηλῶν ὅτι οὐ καθάπαξ ἀλλὰ κατὰ σύγκρισιν τῶν κατ’ ἐκεῖνον
τὸν χρόνον γεγονότων ἀγαθὸς ἦν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="37"><p>ἤδη γὰρ οὐκ εἰς μακρὰν   <lb n="5"/> ἐπιμνησθήσεται σοφῶν ἑτέρων, οἳ τὴν ἀρετὴν ἀνανταγώνιστον ἔσχον, οὐ πονηροῖς
ἀντεξετασθέντες οὐδ’ ὅτι βελτίους ἐγένοντο τῶν κατ’ αὐτοὺς ἀποδοχῆς
καὶ προνομίας ἀξιωθέντες, ἀλλ’ ὅτι φύσιν εὔμοιρον κτησάμενοι διετήρησαν
αὐτὴν ἀδιάστροφον, οὐ φυγόντες μοχθηρὰ ἐπιτηδεύματα, ἀλλ’ οὐδὲ τὴν
ἀρχὴν αὐτοῖς περιπεσόντες, προηγουμένως δὲ καλῶν ἔργων καὶ λόγων
<lb n="10"/> ἀσκηταὶ γενόμενοι τὸν βίον ἐπεκόσμουν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="38"><p>θαυμασιώτατοι μὲν οὖν ἄνδρες ἐκεῖνοι γεγόνασιν, οἳ ταῖς ὁρμαῖς ἐλευθέραις καὶ εὐγενέσιν ἐχρήσαντο,
μὴ κατὰ μίμησιν ἢ ἐναντίωσιν ἑτέρων, ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὸ
δίκαιον ἀποδεξάμενοι, θαυμάσιος δὲ καὶ ὁ τῆς καθ’ αὑτὸν γενεᾶς διενηνοχὼς
καὶ μηδενὶ συνενεχθεὶς ὧν ἐζήλωσαν οἱ πολλοί· δευτερείων μὲν
<lb n="15"/> οὗτος ἐφίξεται, τὰ δὲ πρῶτα τῶν ἄθλων ἐκείνοις ἀναδώσει ἡ φύσις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="39"><p> τὰ μέντοι δευτερεῖα καὶ αὐτὰ μεγάλα· τί  <milestone unit="altpage2" n="7 M."/> δ’ οὐχὶ μέγα καὶ περιμάχητον ὧν ὀρέγει καὶ δωρεῖται θεός; σαφεστάτη δὲ πίστις αἱ τῶν
χαρίτων ὑπερβολαί, ὧν οὗτος ἔτυχεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.opp-grc1" subtype="section" n="40"><p>ἐπεὶ γὰρ ἀδικημάτων φορὰν ἤνεγκεν ὁ χρόνος ἐκεῖνος καὶ πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις καὶ οἰκία
<lb n="20"/> καὶ ἕκαστος ἰδίᾳ πονηρῶν ἐπιτηδευμάτων ἀνεπέπληστο, πάντων ἑκουσίως
καὶ ἐκ προνοίας ὡς ἐν ἀγῶνι περὶ τῶν ἐν τῷ διαμαρτάνειν πρωτείων
<note xml:lang="mul" type="footnote"><lb/>1 μέντοι om. Arm τοιαύταις F
<lb/>2 ἦν om. ΒΕΚ αὐτοῦ codd.: αὑτοῦ v 
<lb/>3 καθάπαξ cocld.: καθάπαν voluit Mang.
<lb/>4 γεγονότων om. Arm
<lb/>5 οἲ] ἢ Α ἀνταγώνιστον ’P
<lb/>7 προνομίας] προνοίας BEK ἀλλὰ Α
<lb/>8 μοχθηρὰ ἐπιτηδεύματα BEK Aim: ἐπιτηδεύματα μοχθηρά ceteri οὐ περιπεσόντες εἰς μοχθηρά ἐπιτηδεύματα Arm 8.
<lb/>9 ἀλλ’—περιπεσόντες om. Arm
<lb/>9 καλῶν] ὅλων Arm 
<lb/>10 θαυμασιώτατοι BEK: θαυμαστότατοι ceteti ἄνδρες Κ: οἱ ἄνδρες BE Arm, ἄνθρωποι ceteri
<lb/>11 καὶ εὐγενέσιν om. Arm 12.
<lb/>13 καὶ αὐτοδίκαιον ἀσπαζόμενοι BE) 
<lb/>13 θαυμάσιος BEK: θαυμαστὸς ceteri καθ’ ἑαυτὸν F, καταυτὺν C
<lb/>16 αὐτὰ BEK: ταῦτα ceteri
<lb/>18 ἐπειδὴ F γὰρ οm. Arm ἀδικημάτων BEK Arm: ἀδικημάτων καὶ ἀσεβημάτων ceteri
<lb/>19 ὁ χρόνος ἐκεῖνος BEK Arm: ἐκεῖνος ὁ ἕκαστος ceteri καὶ πόλις καὶ ἔθνος transp. BEK 19.
<lb/>20 καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ om. Arm
<lb/>20 ἀνεπέπληστο BE, ἀναπέπληστο K: ἐπέπληστο ceteri πάντως F
<lb/>21 προνοίας] παροινίας BE post ὡς add. γὰρ BE 
<lb/>4 Origenes Homil. in Num. IX
<lb/>1 t. X p.
<lb/>77 (lommatzsch): Sed et ex iis quae legimus singuli quiquo iustorum magis ex comparatione ceterorum clari videntur habiti apud Deum. denique de Noe scriptum est, quod esset iustus et perfectus in generatione sua; in quo ostenditur, quod non ex integro perfectus, sed in generatione sua perfectus fuerit et ad comparationem ceterorum iustus pronuntiatus sit,</note>  

<pb n="v.4.p.10"/>
ἁμιλλωμένων — μετὰ σπουδῆς γὰρ ἁπάσης ἐφιλονείκουν, ἑκάστου τὸν πλησίον
μεγέθει κακίας ὑπερβαλεῖν ἐπειγομένου καὶ μηδὲν παραλείποντος τῶν
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>