<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:241-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:241-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="241"><p> ἄρρηκτον. <milestone unit="altref" n="42"/> διὰ τί δὲ τὸ λέγειν τοῦ νοεῖν τὰ μὴ προσήκοντα βαρύτερον
ἁμάρτημα, ῥᾷον ἰδεῖν. ἐνθυμεῖται μέν τις οὐ παρ’ ἑαυτὸν ἔστιν
ὅτε, ἀλλ’ ἀβουλῶν· ὧν γὰρ οὐ θέλει λαμβάνειν ἐννοίας ἀναγκάζεται,
 τῶν δ’ ἀκουσίων οὐδὲν ὑπαίτιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="242"><p>λέγει δέ τις ἑκών, ὥστε, εἰ μὴ εὔφημον
προΐεται φωνήν, ἀδικεῖ κακοδαιμονῶν, ὁ μηδ’ ἐκ τύχης ἐθέλων τι τῶν <lb n="20"/>
ἐπιεικεστέρων φθέγξασθαι· ᾧ λυσιτελὲς τὴν ἀσφαλεστάτην ἡσυχίαν δεξιοῦσθαι·
κἄπειτα μὴ ἡσυχάζων τις δύναται δήπου βουληθεὶς σιωπᾶν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="243"><p>τὸ δὲ καὶ τοῦ λέγειν βαρύτερον ἁμάρτημα ἡ ἄδικος πρᾶξίς ἐστι·
<note xml:lang="mul" type="footnote"><lb/>2 καρδίᾳ om. Β
<lb/>6 δυσαπότρεπτον coni. Mang.
<lb/>7 εἰς om. D Barocc. 
<lb/>8 τροπὴν ψυχῆς D Barocc.
<lb/>9 ἀλλ’ ἐπ’ ἀλλήλοις Barocc. τρικυμίαις Barocc. τὸν τρόπον Barocc. ἐπέχει Barocc. φοροῦντα καὶ om. D Barocc.
<lb/>10 ἀνατρέποντα DM Barocc.: ἐπιστρέφοντα codd., ἐπιτρέποντα DP μὲν γὰρ ἄρκτον Barocc, ἄρρηκτον DM
<lb/>11 τελειότατον D Barocc. τοῦτό D Barocc. μηδ’ scripsi: μηδὲν codd., μὴ D Barocc, μηδὲ v τι om. D Barocc τῶν om. DM ἀτόπων D Barocc: ἀτοπωτάτων codd. 
<lb/>12 ἐμπολιτεύσασθαι conicio
<lb/>15 ἀνιέντα Mang.: ἀνέντα codd.
<lb/>17 ῥᾴδιον conicio
<lb/>18 ἀλλὰ B
<lb/>20 κακοδαίμων coni. Mang. ἐκ τύχης] ἐξ ἀρχῆς coni. Mang.
<lb/>21 τὴν] ἣν coni. Mang.
<lb/>22 κἄπειτα] ἐπεί τοι conicio</note> <note xml:lang="mul" type="footnote">6—11 DP fol. 358v DM fol. 269r τοῦ αὐτοῦ ἐκ τῶν περὶ τῶν μετονομαζομένων Mel. Barocc fol. 168r Φίλωνος: χαλεπὸν τῆς add. Barocc) ψυχῆς — ἀτόπων.</note> <note xml:lang="mul" type="footnote">23—199,2 pergit DP DM Mel. Barocc. l. c βαρὺ δὲ τὸ διὰ λόγου τά πονηρά ὅ ἐστιν ἄδικος πρᾶξις. λόγος—βλαβερώτερον.</note>  

<pb n="v.3.p.199"/>
„λόγος γὰρ ἔργου“ φασί „σκιά,“ σκιᾶς δὲ βλαπτούσης πῶς οὐ τὸ ἔργον
βλαβερώτερον; διὰ τοῦτο καὶ Μωυσῆς τὴν μὲν γνώμην ἐγκλημάτων καὶ
ἐπιτιμίων ἀπήλλαξεν, ἀκουσίοις τὰ πολλὰ μεταβολαῖς χρωμένην καὶ τροπαῖς
καὶ πάσχουσαν μᾶλλον ὑπὸ τῶν ἐπεισφοιτώντων νοημάτων ἔξωθεν ἢ
<lb n="5"/> δρῶσαν· τὰ δ’ ὅσα ἂν ἐξέλθῃ διὰ τοῦ στόματος, ταῦτ’ εἰς ἀπόλογον
καὶ εὐθύνας ἄγει, ὡς ἂν δὴ τοῦ λέγειν ἐφ’ ἡμῖν ὑπάρχοντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="244"><p>ἀλλ’ αἱ μὲν λόγων εὔθυναι μετριώτεραι, αἱ δ’ ὑπαιτίων ἔργων ἀργαλεώτεραι.
μεγάλας γὰρ τάττει τιμωρίας ἐπὶ τοῖς μεγάλα ἀδικοῦσι καὶ ἔργῳ ἐπεξιοῦσιν
ἃ γνώμῃ μὲν ἀγνώμονι ἐβουλεύσαντο, προπετείᾳ δὲ γλώττης
 ἐξελάλησαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="245"><p><milestone unit="altref" n="43"/> τὰ δὲ καθάρσια  <milestone unit="altpage2" n="p. 616 M."/> τῶν τριῶν, διανοίας, λόγου, πράξεως, <lb n="11"/> εἴρηκεν [οὖν] πρόβατον καὶ ζεῦγος τρυγόνων ἢ περιστερῶν καὶ
σεμιδάλεως ἱεροῦ μέτρου δέκατον, ἀξιῶν προβάτῳ μὲν διάνοιαν καθαίρεσθαι,
λόγον δὲ τοῖς πτηνοῖς, σεμιδάλει δὲ πρᾶξιν. διὰ τί;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="246"><p>ὅτι, καθάπερ ἐν ἡμῖν ἄριστον ὁ νοῦς, καὶ ἐν ζῴων ἀλόγων γένει τὸ πρόβατον
<lb n="15"/> ἅτε ἡμερώτατον ὑπάρχον καὶ καρπὸν ἐτήσιον ἀνατέλλον ἐξ ἑαυτοῦ πρὸς
ὠφέλειαν ὁμοῦ καὶ κόσμον ἀνθρώπων· ἐσθὴς γὰρ τὰς ἀπὸ κρυμοῦ καὶ
θάλπους ἀνείργει βλάβας καὶ τὰ ἀπόρρητα τῆς φύσεως ἐπισκιάζουσα
πρὸς εὐκοσμίας τοῖς χρωμένοις ἐστί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="247"><p>σύμβολον οὖν ἔστω τῆς τοῦ ἀρίστου καθάρσεως, διανοίας, τὸ ζῴων ἄριστον, τὸ πρόβατον, λόγου δὲ
<lb n="20"/> τὰ πτηνά· κοῦφόν τε γὰρ ὁ λόγος καὶ πτηνὸν φύσει, βέλους θᾶττον
φερόμενος καὶ πάντῃ διᾴττων. τὸ γὰρ ἅπαξ λεχθὲν ἀναδραμεῖν μὲν
οὐκ ἔστιν, ἔξω δὲ φερόμενον, τάχει πολλῷ τρέχον, πλήττει τὰ ὦτα
καὶ διὰ πάσης ἀκοῆς ἐρχόμενον εὐθὺς ἠχεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="248"><p>δίδυμος δὲ ὁ λόγος, ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής· οὗ μοι δοκεῖ χάριν ζεύγει τρυγόνων ἢ περιστερῶν
<lb n="25"/> ἐξομοιωθῆναι. τῶν δὲ πτηνῶν τὸ μὲν περὶ ἁμαρτίας φησὶ
δεῖν εἶναι, τὸ δὲ ὁλοκαύτωμα θύειν, ἐπειδὴ τὸν μὲν ἀληθῆ λόγον ὅλον
δι’ ὅλου συμβέβηκεν εἶναι ἱερόν <add>τε καὶ</add> τέλειον, τὸν δὲ ψευδῆ διημαρτῆσθαί
τε καὶ ἐπανορθώσεως δεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="249"><p>πράξεως δέ, ὡς ἔφην, σύμβολον
<note xml:lang="mul" type="footnote"><lb/>2 Μωσῆς codd.
<lb/>3 ἀκουσίοις scripsi: ἀκουσίαις codd.
<lb/>7 ὑπαιτίων Mang.: ὑπαίτιαι codd.
<lb/>11 οὑν seclusi, fort. θῆλυ leg., νῦν coni. Cohn 
<lb/>12 τριῶν μέτρων coni. Mang.
<lb/>15 ἀνατέλλων Α
<lb/>16 ἀσφάλειαν coni. Mang. 
<lb/>17 ἀποσκιάζούσα Hoesch.
<lb/>18 εὐκοσμίας Β: εὐκοσμίαν Α
<lb/>19 ζῷον B(?)v
<lb/>21 φερόμενος et διᾴττων scripsi: φερόμενον et διάττον codd. 
<lb/>24 ζεύγει ex ζεύγη corr. Β
<lb/>25 τὸ Hoesch.: τὰ codd.
<lb/>26 εἶναι fort. secl.
<lb/>27 ὅλων coni. Cohn τε καὶ addidi, καὶ add. Mang.</note> <note xml:lang="lat" type="footnote"><lb/>1 Democriti fr. 105 Natorp, qui omisit testimonia Philonea.</note>  

<pb n="v.3.p.200"/>
ἡ σεμίδαλις· καὶ γὰρ ταύτην συμβέβηκεν οὐκ ἄνευ τέχνης καὶ ἐπινοίας
καθαίρεσθαι, ἀλλὰ χερσὶ σιτοπόνων, ἐπιτήδευμα τὸ πρᾶγμα πεποιηκότων,
διακρίνεται. διὸ καί φησι· „δραξάμενος ὁ ἱερεὺς πλήρη τὴν δράκα τὸ
μνημόσυνον αὐτῆς ἀνοίσει“ (Lev. 5, 12), διὰ τῆς δρακὸς τὸ ἐγχείρημα
 καὶ τὴν πρᾶξιν ἐμφαίνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="250"><p>ἄγαν δ’ ἐξητασμένως ἐπὶ μὲν τοῦ κτήνους <lb n="5"/>
εἶπεν· „ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ τὸ ἱκανὸν εἰς πρόβατον“ (ibid. 5,7),
ἐπὶ δὲ τῶν πτηνῶν· „ἐὰν δὲ μὴ εὑρίσκῃ“ (ibid. 5,11). διὰ τί; ὅτι
μεγάλης μὲν ἰσχύος καὶ ὑπερβαλλούσης δυνάμεώς ἐστι καταλῦσαι τὰς
τῆς διανοίας τροπάς, οὐ μεγάλης δὲ ῥώμης τὰ λόγων ἐπισχεῖν ἁμαρτήματα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="251"><p>πάντων γὰρ ἀλεξίκακον τῶν διὰ φωνῆς ἁμαρτανομένων, ὡς <lb n="10"/>
καὶ πρότερον εἶπον, ἡσυχία, ᾗ παντί τῳ ῥᾴδιον χρῆσθαι· πολλοὶ δὲ
διὰ τὸ λάλον καὶ ἀμετροεπὲς οὐχ εὑρίσκουσι πέρας ἐπιθεῖναι τῷ λόγῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="252"><p><milestone unit="altref" n="44"/> ταύταις καὶ ταῖς παραπλησίαις τομαῖς καὶ διαστολαῖς τῶν πραγμάτων
ἐντραφεὶς καὶ ἐνασκηθεὶς ὁ ἀστεῖος ἆρ’ οὐκ εἰκότως εὔχεσθαι
ἂν δόξαι τὸν Ἰσμαὴλ ζῆν, εἰ μὴ δύναται κυοφορῆσαί πω <milestone unit="altpage1" n="p. 617 M."/>  τὸν Ἰσαάκ;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="253"><p>τί οὖν ὁ χρηστὸς θεός; ἓν αἰτησαμένῳ δύο δίδωσι καὶ τὸ ἔλαττον <lb n="16"/>
εὐξαμένῳ χαρίζεται τὸ μεῖζον. „εἶπε“ γάρ φησι „τῷ Ἀβραάμ· ναί,
ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν“ (Gen. 17,19)· εὐθυβόλος γε
ἡ συμβολικὴ ἀπόκρισις ἡ ναί. τί γὰρ ἐμπρεπέστερον ἢ τἀγαθὰ ἐπινεύειν
 θεῷ καὶ ταχέως ὁμολογεῖν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="254"><p>ἀλλ’ οἷς ἐπινεύει τὸ θεῖον, ἅπας <lb n="20"/>
ἄφρων ἀνανένευκε. τὴν γοῦν Λείαν μισουμένην εἰσάγουσιν οἱ χρησμοί·
διὸ καὶ τοιαύτης ἔτυχε προσρήσεως· ἑρμηνευθεῖσα γάρ ἐστιν ἀνανευομένη
καὶ κοπιῶσα διὰ τὸ πάντας ἡμᾶς ἀρετὴν ἀποστρέφεσθαι καὶ κοπώδη
 νομίζειν ἐπιτάγματα οὐχ ἡδέα πολλάκις ἐπιτάττουσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="255"><p>ἀλλὰ
τοσαύτης ἀποδοχῆς ἠξίωται παρὰ τοῦ πανηγεμόνος, ὥστε τὴν μήτραν <lb n="25"/>
ὑπ’ αὐτοῦ διοιχθεῖσαν (Gen. 29,31) σπορὰν θείας γονῆς παραδέξασθαι
πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων καὶ πράξεων γένεσιν. μάθε οὖν,
ὦ ψυχή, ὅτι καὶ „Σάρρα“, ἡ ἀρετή, „τέξεταί σοι υἱόν“, οὐ μόνον Ἄγαρ,
ἡ μέση παιδεία· ἐκείνης μὲν γὰρ τὸ ἔγγονον διδακτόν, ταύτης δὲ πάντως
 αὐτομαθές ἐστι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="256"><p>μὴ θαυμάσῃς <add>δ’</add>, εἰ πάντα φέρων σπουδαῖα ὁ θεὸς
ἤνεγκε καὶ τοῦτο τὸ γένος, σπάνιον μὲν ἐπὶ γῆς, πάμπολυ δ’ ἐν οὐρανῷ.
<note xml:lang="mul" type="footnote"><lb/>3 διακρίνεσθαι conicio τὴν Β: τὸν Α
<lb/>4 αὐτῆς ex LXX Mang.: αὐτῶν codd.
<lb/>8 ὑπερβαλούσης Β
<lb/>9 οὐ om. Β
<lb/>18 σοι Β: om. Α 
<lb/>19 prius ἡ] καὶ coni. Mang. τὰ ἀγαθὰ Β
<lb/>20 θεῷ scripsi: θεοῦ ΑΒ, θεὸν Cantabrig. Coll. S. Trin. Β. 9.6, τε coni. Mang.
<lb/>24 ἐπιτάττουσαν] ν add. B2 
<lb/>25 τοῦ πανηγεμόνος Mang.: τῶν ἡγεμόνων codd., τοῦ πάντων ἡγεμόνος coni. Cohn 
<lb/>26 θείας Cobn: θείου codd.
<lb/>30 δ’ adddidi <add>τὰ</add> σπουδαῖα 
<lb/>31 τὸ Β2 (Mang.): om. AB1</note>  

<pb n="v.3.p.201"/>
μάθοις δ’ ἂν ἀπὸ τῶν ἄλλων, ἐξ ὧν συνέστηκεν ἄνθρωπος. ἆρά γε
οἱ ὀφθαλμοὶ διδαχθέντες ὁρῶσι; τί δ’; οἱ μυκτῆρες ὀσφραίνονται μαθήσει;
ἅπτονται δ’ αἱ χεῖρες ἢ οἱ πόδες προΐασι κατ’ ἐπιτάγματα ἢ
παραινέσεις ὑφηγητῶν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="257"><p>αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι — πρῶται δ’ εἰσὶν <lb n="5"/> αὗται κινήσεις καὶ σχέσεις ψυχῆς — διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ
σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα
ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς
οἰκείας ἐνεργείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="258"><p>τί οὖν ἔτι θαυμάζεις, εἰ καὶ ἀρετὴν ἄπονον καὶ ἀταλαίπωρον ὁ θεὸς ὀμβρήσει μηδεμιᾶς δεομένην ἐπιστασίας, ἀλλ’ ἐξ
<lb n="10"/> ἀρχῆς ὁλόκληρον καὶ παντελῆ; εἰ <add>δὲ</add> καὶ μαρτυρίαν βούλει λαβεῖν,
Μωυσέως ἀξιοπιστοτέραν εὑρήσεις; ὅς φησι τοῖς μὲν ἄλλοις ἀνθρώποις
ἀπὸ γῆς εἶναι τὰς τροφάς, μόνῳ δὲ ἀπ’ οὐρανοῦ τῷ ὁρατικῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="259"><p>ταῖς μὲν οὖν ἀπὸ γῆς καὶ ἄνθρωποι γεωπόνοι συνεργοῦσι, τὰς δ’ ἀπ’ οὐρανοῦ
νίφει χωρὶς συμπράξεως ἑτέρων ὁ μόνος αὐτουργὸς θεός. καὶ μὴν
<lb n="15"/> λέγεται· „ἰδοὺ ὕω ὑμῖν ἄρτους ἀπ’ οὐρανοῦ“ (Exod. 16,4). τίνα οὖν
 ἀπ’ <add>οὐρανοῦ</add> τροφὴν ἐνδίκως ὕεσθαι λέγει, ὅτι μὴ τὴν οὐράνιον  <milestone unit="altpage2" n="p. 618 M."/> σοφίαν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="260"><p>ἣν ἄνωθεν ἐπιπέμπει ταῖς ἵμερον ἀρετῆς ἐχούσαις ψυχαῖς ὁ φρονήσεως εὐθηνίαν καὶ εὐετηρίαν ἔχων καὶ τὰ ὅλα ἄρδων καὶ μάλιστα
ἐν ἱερᾷ ἑβδόμῃ, ἣν σάββατον καλεῖ (Exod. 16, 23 ss.). τότε γὰρ τὴν
<lb n="20"/> τῶν αὐτομάτων ἀγαθῶν φορὰν ἔσεσθαί φησιν, οὐκ ἐξ ὅλης τέχνης ἀνατελλόντων,
ἀλλ’ αὐτογενεῖ καὶ αὐτοτελεῖ φύσει βλαστανόντων καὶ τοὺς
οἰκείους φερόντων καρπούς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>