<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="21"><p>„ὅταν ἐξέλθω
τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται,
καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ,“
οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ“, ὁ ἀγαλματοφορούμενος <lb n="20"/>
νοῦς, „καὶ οἱ θεράποντές σου,“ οἱ κατὰ μέρος δορυφοροῦντες
λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον“ (Exod.
9,29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα
 δεσπότην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="22"><p>κύριος γὰρ γενητὸς πρὸς <milestone unit="altpage1" n="p. 582 M."/>  ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων
ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς <lb n="25"/>
ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 <add>εἰ</add> καὶ ὀψιμαθὴς ἢν, οὐ conicio ἐφαντασιώθη Cohn: ἐφαντασιάσθη 
<lb/>4 τὸν] τὴν Α ἀκροατὴν καὶ om. Α
<lb/>5 ἄν addidi τῶν (del. δὲ) conicio
<lb/>7 post οὗ add. ὁ Α, ras. in Β
<lb/>11 ἱδρυσάμενος] δ ex corr. Β 11.
<lb/>12 κύριον καὶ secl. Mang.
<lb/>14 χρισθέντων Α δὲ] γε conicio 
<lb/>15 ἐν ἀρχῇ, sc. orationis dei] <add>„κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με</add> ἐν ἀρχῇ (Prov. 8, 22) coni. Mang. 16 Φαραὼ Β
<lb/>17 Μωσῆς codd.
<lb/>18 τὰς χεῖρας om. Β
<lb/>19 ὁ om. Β κύριον Α
<lb/>24 γεννητὸς codd. D (Ant. Mel.)
<lb/>25 ἐπὶ codd.: εἰς D (Ant.) εὐρύνας om. DR (Ant.)</note> <note xml:lang="mul" type="footnote">24—26 DP fol. 130 (ἐκ τοῦ περὶ τῶν μετονομαζομένων) DR fol. 159r τοῦ p. 434 Φίλωνος Anton. Mel. II
<lb/>21 col. 1063: κύριος γεννητὸς—Ηγεμών.</note>  

<pb n="v.3.p.161"/>
ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς
ὄλεθρος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="23"><p>οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν·
„ἐγώ εἰμι θεὸς σός“ (Gen. 17,1), „ἐγὼ <add>ὁ</add> θεός σου, αὐξάνου καὶ πληθύνου"
<lb n="5"/> (Gen. 35,11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς
ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου“ (Exod. 20, 2) καὶ ἑτέρωθι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="24"><p>„κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν“ (Deut. 4,1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον
ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ
<lb n="10"/> εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον
καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει
γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος
θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="25"><p>δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη“ γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ“ (Deut. 33, 1). ὢ
<lb n="15"/> παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι
ἑαυτόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="26"><p>ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ,
ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν,
αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς
<lb n="20"/> χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="27"><p><milestone unit="altref" n="4"/> ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1)
λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν
πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς
τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="28"><p><lb n="25"/> ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε
λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς
γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ
 εὐεργετουμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="29"><p>τούτων συγγενής ἐστι καὶ  <milestone unit="altpage2" n="p. 583 M."/> ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη <lb n="31"/> θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας
<note xml:lang="mul" type="footnote"><lb/>1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang.
<lb/>2 ἀφρόνων A: ἀμφοτέρων Β 
<lb/>3 καθὰ coni. Cohn
<lb/>4 σὸς <add>καὶ ἑτέρωθι</add>  conicio ὁ addidi
<lb/>5 καὶ transpos. B
<lb/>6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β
<lb/>7 ὑμῶν Hoesch.: codd.
<lb/>13 ὡς fort. del. Μωυσέος codd.
<lb/>15 ἰσορρεποῦς Β 15.
<lb/>16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio
<lb/>18 δὴ A: δὲ Β 18.
<lb/>19 διάνοια et αὐτὴ conicio
<lb/>24 <add>μένον</add> ἐν conicio
<lb/>28 πρός τι ὡσανεί transpon.</note>  

<pb n="v.3.p.162"/>
καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ
 εἰμι ποιητὴς καὶ δημιουργός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="30"><p>μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος,
οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ
διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ
μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη <lb n="5"/>
 δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="31"><p>διόπερ λέγεται· „ποιήσωμεν
ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), ἵν’, εἰ μὲν δέξεται φαῦλον
τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ
ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν·
„ἐγώ εἰμι θεὸς σός,“ ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="32"><p>ἅμα μέντοι καὶ τὸ πολλαχοῦ κατασκευαζόμενον αὐτῷ δόγμα συνάγει
διδάσκων, ὅτι μόνων ἀγαθῶν καὶ σοφῶν δημιουργός ἐστιν. οὗτος δὲ
πᾶς ὁ θίασος τὴν <add>τῶν</add> ἐκτὸς ἄφθονον κτῆσιν ἑαυτὸν ἑκὼν ἀφῄρηται,
 ἀλλὰ καὶ τῶν σαρκὶ φίλων ὠλιγώρηκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="33"><p>εὐέκται μὲν γὰρ καὶ σφριγῶντες
ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες <lb n="15"/>
καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς
δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς
εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι
 γεγονότες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="34"><p>φθείρεται οὖν εἰκότως τὸ γεῶδες καὶ καταλύεται, ὅταν ὅλος
δι’ ὅλων ὁ νοῦς εὐαρεστεῖν προέληται θεῷ· σπάνιον δὲ καὶ τὸ γένος <lb n="20"/>
καὶ μόλις εὑρισκόμενον, πλὴν οὐκ ἀδύνατον γενέσθαι. δηλοῖ δὲ τὸ
χρησθὲν ἐπὶ τοῦ Ἐνὼχ λόγιον τόδε· „εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ,
 καὶ οὐχ εὑρίσκετο“ (Gen. 5, 24).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="35"><p>ποῦ γὰρ <add>ἂν</add> σκεψάμενός τις εὕροι
τἀγαθὸν τοῦτο; ποῖα πελάγη διαβαλών; <add>πρὸς</add> τίνας νήσους, τίνας
ἠπείρους ἐλθών; παρὰ βαρβάροις ἢ παρ’ Ἕλλησιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="36"><p>ἢ οὐχὶ καὶ μέχρι νῦν <lb n="25"/>
τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι
σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως
<note xml:lang="mul" type="footnote"><lb/>2 <add>σός</add> conicio <add>τοῦ</add> αὐτοῦ conicio
<lb/>3 φαύλην 
<lb/>5 μόνον Hoesch. αὐτὴ scripsi: αὐτὴ codd.
<lb/>7 δέξεται Β, ex corr. A: δέξηται prius Α, δέξαιτο conicio
<lb/>9 μόνον Hoesch. ἐστιν ἐκεῖνος Β
<lb/>10 μόνου <add>θεοῦ</add> vel <add>τούτου</add> μόνου conicio
<lb/>11 ἀτῶ Β εἰσάγει coni. Mang.
<lb/>12 μόνων conicio οὕτος] τούτων conicio
<lb/>13 τῶν ἐκτὸς ἄφθονον Markland: ἐκ τοῦ ἀφθόνου codd.
<lb/>15 ἀθληταὶ <add>οἱ</add> conicio alterum τὸ vid. secl.
<lb/>18 διάνοιαι διανοία codd.
<lb/>19 καταλύεται Mang.: κατακλύζεται codd.
<lb/>20 καὶ vid. del. 
<lb/>23 ἄν addidi 23.
<lb/>24 εὖροι (corr. ex εὕρη) τἀγαθὸν A: εὕροιτ᾿ ἀγαθὸν Β, εὕρῃ τὸ ἀγαθὸν V
<lb/>24 διαλαβών A πρὸς add. Mang., sed fort. lin.
<lb/>25 ἐπελθὼν leg.</note> <note xml:lang="lat" type="footnote"><lb/>26 Stoici: Zeller III
<lb/>1 p. 253. 254. 27—263,2 DC fol. 46v (post locum vol. I p. 247,12 allatum) DR fol. 24r τοῦ αὐτοῦ περὶ γενέσεως Ἄβελ et fol. 67v (post locum ad vol. I l. c. allatum): ἀδύνατον ἀπ’ ἀρχῆς . . . ἀνυπαίτιον εὑρεῖν τητῶ σώματι ἐνδεδεμένον. 4—6 DR fol. 77r τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων: μὲν—συνέρχεσθαι. 14—20 DP fol. 305v (post verba κοινωνικὸν καὶ οὐ μονωτικὸν ζῷον ὁ ἄνθρωπος ad nostrum librum relata; v. Harris p. 105. 92. eadem praecedunt in DR) DR fol. 253v τοῦ αὐτοῦ: τῷ Ἀβραὰμ εἴρηται ἐκ προσώπου—πάντα. p. 164,2. 17—19 cf. ad p. 116, 18.</note>  

<pb n="v.3.p.163"/>
 ἄχρι τοῦ παρόντος βίου κατὰ τὸ παντελὲς ἀνυπαίτιον νομισθῆναι·
καὶ γὰρ ἀδύνατον εἶναι θνητῷ σώματι ἐνδεδεμένον εἰσάπαν εὐδαιμονῆσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="37"><p> ταῦτα δ’ εἰ μὲν ὀρθῶς  <milestone unit="altpage2" n="p. 584 M."/> λέγεται, σκεψόμεθα ἐν καιρῷ· νυνὶ δ’ ἀκολουθήσαντες τῷ λογίῳ φήσομεν, ὅτι ἔστι μὲν ὑπαρκτὸν πρᾶγμα σοφία,
<lb n="5"/> ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς, σοφός, ὑπάρχων δὲ ὅμως ἡμᾶς τοὺς φαύλους
διαλέληθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακῷ συνέρχεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="38"><p>διὰ τοῦτο λέγεται· „οὐχ εὑρίσκετο“ ὁ εὐαρεστήσας τρόπος τῷ θεῷ, ὡς ἂν δήπου
ὑπαρκτὸς μὲν ὤν, ἀποκρυπτόμενος δὲ καὶ τὴν εἰς ταὐτὸ σύνοδον ἡμῶν
ἀποδιδράσκων, ἐπειδὴ καὶ μετατεθῆναι λέγεται, τὸ δ’ ἐστὶ μεταναστῆναι
<lb n="10"/> καὶ μετοικίαν στείλασθαι τὴν ἀπὸ θνητοῦ βίου πρὸς τὸν ἀθάνατον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="39"><p><milestone unit="altref" n="5"/> Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια
διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες
δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ·
<lb n="15"/> „εὐαρέστει ἐνώπιον ἐμοῦ“ (Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ,
ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.opp-grc1" subtype="section" n="40"><p>τιμῶν γὰρ γονεῖς ἢ πένητας ἐλεῶν ἢ φίλους εὐεργετῶν ἢ πατρίδος ὑπερασπίζων ἢ τῶν κοινῶν πρὸς ἅπαντας ἀνθρώπους δικαίων ἐπιμελούμενος
εὐαρεστήσεις μὲν πάντως τοῖς χρωμένοις, θεοῦ δ’ ἐνώπιον εὐαρεστήσεις·
<lb n="20"/> ἀκοιμήτῳ γὰρ ὀφθαλμῷ βλέπει πάντα καὶ τὰ σπουδαῖα χάριτι ἐξαιρέτῳ
πρὸς ἑαυτὸν καλεῖ καὶ ἀποδέχεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>