<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:188-200</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1:188-200</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="188"><p><milestone unit="altref" n="34"/> τοιαῦται μέν εἰσιν αἱ παιδείας τῆς μέσης πηγαί, τὴν δ’ ἀφροσύνης ἐπισκεψώμεθα,
περὶ ἧς λελάληκεν ὁ νομοθέτης ὧδε· „ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς
<lb n="5"/> ἀποκαθημένης, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν
ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήτωσαν ἀμφότεροι“ (Lev. 20,18)·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="189"><p>γυναῖκα τὴν αἴσθησιν καλεῖ, νοῦν ἄνδρα αὐτῆς ὑποτιθέμενος. ἀποκάθηται δὲ αἴσθησις, ὅπερ ἐστὶν ἀπωτάτω καθέζεται, ὅταν νοῦν ἀπολιποῦσα,
τὸν γνήσιον ἄνδρα, ἐφιδρύηται τοῖς δελεάζουσι καὶ φθείρουσιν
<lb n="10"/> αἰσθητοῖς καὶ ἐρωτικῶς ἑκάστοις ἐμπλέκηται· τότ’ οὖν εἰ πρὸς ὕπνον
τράποιτο ὁ νοῦς, ἐγρηγορέναι δέον, „τὴν πηγὴν“ τῆς αἰσθήσεως „ἀπεκάλυψεν“
αὑτὸν — αὐτὸς γὰρ ἦν, ὥσπερ ἔφην, ἡ αἰσθήσεως πηγή —,
τοῦτο δέ ἐστιν ἄστεγον καὶ ἀτείχιστον καὶ εὐεπιβούλευτον κατεσκεύασεν
ἑαυτόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="190"><p>οὐ μὴν ἀλλὰ κἀκείνη „ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος <lb n="15"/> αὐτῆς“· ῥέουσα γὰρ πᾶσα αἴσθησις πρὸς τὸ ἐκτὸς αἰσθητὸν ἐπικαλύπτεται
μὲν καὶ στέλλεται διακρατουμένη λογισμῷ, καταλείπεται δὲ ἔρημος
χηρεύσασα ἡγεμόνος ὀρθοῦ· κακὸν δὲ βαρύτατον ὡς πόλει τὸ ἀτείχιστον,
καὶ ψυχῇ τὸ ἀφύλακτον. πότ’ οὖν ἀφύλακτος γίνεται;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="191"><p>ἢ ὅταν ἄστεγος μὲν ὅρασις κεχυμένη πρὸς τὰ ὁρατά, ἄστεγος δὲ ἀκοὴ φωναῖς
<lb n="20"/> ἁπάσαις ἐπαντλουμένη, ἄστεγοι δὲ ὀσμαὶ καὶ αἱ συγγενεῖς δυνάμεις
καταλειφθῶσι, πρὸς ὅ τι ἂν οἱ κατατρέχοντες βούλωνται διαθεῖναι
παθεῖν ἑτοιμόταται, ἄστεγος δὲ καὶ ὁ προφορικὸς λόγος, ὃς μυρία τῶν
 ἀπορρήτων, ἅτε μηδενὸς τὴν  <milestone unit="altpage2" n="p. 575 M."/> φορὰν ἀνωθοῦντος, ἀκαίρως ἐξελάλησε;
ῥυεὶς γοῦν ἀκωλύτως μεγάλας βίων ὑποθέσεις ὀρθὰς οἷα ἐν γαλήνῃ
<lb n="25"/> πλεούσας περιέτρεψεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="192"><p>οὗτός ἐστιν ὁ μέγας κατακλυσμός, ἐν ᾧ „ἀνεῴχθησαν μὲν οἱ καταρράκται τοῦ οὐρανοῦ,“ λέγω δὲ τοῦ νοῦ, „ἀπεκαλύφθησαν
δὲ αἱ πηγαὶ τῆς ἀβύσσου“ (Gen. 7,11), τουτέστι τῆς αἰσθήσεως.
μόνως γὰρ οὕτως ἡ ψυχὴ κατακλύζεται, ἄνωθεν μὲν ὥσπερ ἀπ’
οὐρανοῦ τοῦ νοῦ καταρραγέντων ἀδικημάτων, κάτωθεν δὲ ὥσπερ ἀπὸ
<note xml:lang="mul" type="footnote"><lb/>6 αὑτῆς V
<lb/>8 δὲ] δὲ ἡ V νοῦν Mang.: οὑν codd.
<lb/>11 τῆ πηγῆ Η1, ut vid.
<lb/>12 αὐτὸν Η2: αὐτόν GH1, fort. secl. ὅπερ G ἔφη Η1 ἡ G: τῆ Η1, τῆς Η2
<lb/>15 αὑτῆς v ῥέπουσα coni. Mang. 15.
<lb/>16 ἀποκαλύπτεται H, ἐπέχεται coni. Mang.
<lb/>16 καταλίπεται G
<lb/>17 δὲ] γὰρ Turn.
<lb/>18 καὶ om. Η ἦ V
<lb/>20 ἐναντλουμένη H
<lb/>21 καταλειφθῶσι scripsi: καταλείφωσι G, καταλείφουσι Η1, καταλείφουσαι H2L, καταλείπουσαι Turn., καταλειφθεῖσαι Markland 
<lb/>21 βούλωνται Maug.: βούλονται codd.
<lb/>22 παθεῖν Markland: ἀπαθεῖν G, ἃ παθεῖν H 
<lb/>23 ἀντωθοῦντος coni. Mang.
<lb/>26 καταράκται G 29. 152,1 καταρραγέντων et ἀνομβρησάντων alterum in alterius locum transpon. Mang.</note>  

<pb n="v.3.p.152"/>
 γῆς τῆς αἰσθήσεως ἀνομβρησάντων παθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="193"><p>οὗ χάριν ἀπαγορεύει
Μωυσῆς „ἀσχημοσύνην πατρὸς καὶ μητρὸς ἀποκαλύπτειν“ (Lev. 18,7),
εἰδὼς σαφῶς, ἡλίκον ἐστὶ κακὸν τὰ ἁμαρτήματα τοῦ νοῦ καὶ τῆς
αἰσθήσεως μὴ ἐπέχειν καὶ ἐπικρύπτειν, ἀλλ’ ὥσπερ κατορθώματα προφέρειν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="194"><p> εἰς μέσον. <milestone unit="altref" n="35"/> αἵδ’ εἰσὶν αἱ τῶν ἁμαρτημάτων πηγαί, τὴν <lb n="5"/>
δὲ φρονήσεως ἐρευνητέον. εἰς ταύτην ἡ ὑπομονὴ κάτεισι, Ῥεβέκκα,
καὶ τὸ ψυχῆς ὅλον πληρώσασα ἀγγεῖον ἀναβαίνει, τὴν κάθοδον ἄνοδον
εἰπόντος τοῦ νομοθέτου φυσικώτατα· πρὸς γὰρ ὕψος ἐξαίρεται τὸ ἀρετῆς,
 ἥτις ἂν ἀπ’ ἀλαζονείας τῆς ὑπεραύχου διανοῆται κατέρχεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="195"><p>λέγει
γάρ· „καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν, καὶ ἀνέβη“ (Gen. <lb n="10"/>
24,16). ἥδ’ ἐστὶν ἡ θεία σοφία, ἐξ ἧς αἵ τε κατὰ μέρος ἐπιστῆμαι
ποτίζονται καὶ ὅσαι ψυχαὶ φιλοθεάμονες ἔρωτι τοῦ ἀρίστου κατέσχηνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="196"><p>ταύτῃ ὁ ἱερὸς λόγος τῇ πηγῇ προσφυέστατα ὀνόματα τίθεται, „κρίσιν“
αὐτὴν καὶ „ἁγίαν“ προσαγορεύων. „ἀναστρέψαντες“ γάρ φησιν "ἦλθον
ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶ Κάδης“ (Gen. 14,7)· καλεῖται <lb n="15"/>
δὲ Κάδης ἁγία. μονονοὺ βοᾷ καὶ κέκραγεν, ὅτι ἡ τοῦ θεοῦ σοφία
ἁγία τέ ἐστιν οὐδὲν ἐπιφερομένη γήινον καὶ κρίσις τῶν ὅλων, ᾗ πᾶσαι
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="197"><p> αἱ ἐναντιότητες διαζεύγνυνται. <milestone unit="altref" n="36"/> λεκτέον δ’ ἤδη περὶ τῆς ἀνωτάτω
καὶ ἀρίστης πηγῆς, ἣν ὁ πατὴρ τῶν ὅλων διὰ προφητικῶν ἐθέσπισε
στομάτων. εἶπε γάρ που· „ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς, καὶ <lb n="20"/>
ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν
 ὕδωρ“ (Ier. 2,13).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="198"><p>οὐκοῦν ὁ θεός ἐστιν ἡ πρεσβυτάτη <add>πηγή</add>, καὶ
μήποτ’ εἰκότως· τὸν γὰρ σύμπαντα τοῦτον κόσμον ὤμβρησε. καταπέπληγμαι
δ’ ἀκούων, ὅτι ζωῆς ἐστιν ἥδε ἡ πηγή· μόνος γὰρ ὁ θεὸς
ψυχῆς καὶ ζωῆς καὶ διαφερόντως λογικῆς ψυχῆς καὶ τῆς μετὰ φρονήσεως <lb n="25"/>
ζωῆς αἴτιος. ἡ μὲν γὰρ ὕλη νεκρόν, ὁ δὲ θεὸς πλέον τι ἢ ζωή,
 πηγὴ τοῦ ζῆν, ὡς αὐτὸς εἶπεν, ἀένναος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="199"><p>οἱ δ’ ἀσεβεῖς ἀποδράντες,
ἄγευστοι τοῦ τῆς ἀθανασίας ποτοῦ διατελέσαντες, ὤρυξαν, οἱ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνομβρησάντων G1: ἀνομβρῆσαν τῶν G2, ἀνομβρησάντων τῶν Η
<lb/>2 Μωσῆς codd.
<lb/>7 τὸ codd.: τὸ τῆς v
<lb/>9 ἥτις G: εἰ τις H διανοεῖται H 
<lb/>13 ὁ] δ’ ὁ conieio
<lb/>15 Κάδδης Η
<lb/>16 Κάδδης H ἅγιος H, ἁγία <add>ὥστε</add> conicio μόνον οὐ GH ἐκβοᾷ Η τοῦ θεοῦ GH: τοῦ τοῦ om. v 
<lb/>18 αἱ om. H post ἤδη add. καὶ H
<lb/>20 σωμάτων L
<lb/>21 ἑαυτοὺς H1 
<lb/>22 πηγή addidi 23.
<lb/>24 #x003E; καταπέπληγμαι coni. Mang.
<lb/>25 λογικῶς H1 ut vid.
<lb/>26 νεκρῶν H1</note> <note xml:lang="lat" type="footnote"><lb/>6 sqq. cf. Orig. Homil. in Num. XII p. 311 sqq.</note>  

<pb n="v.3.p.153"/>
 φρενοβλαβεῖς, ἑαυτοῖς ἀλλ’ οὐ θεῷ τὸ πρῶτον, τὰς ἰδίας πράξεις τῶν  <milestone unit="altpage2" n="p. 576 M."/> οὐρανίων
καὶ ὀλυμπίων προκρίναντες καὶ τὰ ἐκ φροντίδος τῶν αὐτομάτων
καὶ ἑτοίμων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg017.opp-grc1" subtype="section" n="200"><p>ἔπειτα ὀρύττουσιν οὐχ ὡς Ἀβραὰμ καὶ Ἰσαάκ, οἱ σοφοί, φρέατα (Gen. 21,30. 26,18), βαθείας ἐπιστήμας ποτίμους λόγους ἀναδιδούσας,
<lb n="5"/> ἀλλὰ λάκκους, ἴδιον οὐδὲν ἐξ ἑαυτῶν ἔχοντας τρόφιμον καλόν,
τῆς δ’ ἔξωθεν χρῄζοντας ἐπιρροῆς, ἣ γένοιτ’ ἂν ἐκ διδασκαλίας ἐπαντλούντων
ἀεὶ τῶν ὑφηγητῶν ἀκοαῖς τῶν μανθανόντων ἀθρόα τὰ ἐπιστήμης
δόγματα καὶ θεωρήματα, καὶ φρενὶ κατασχεῖν καὶ μνήμῃ τὰ
παραδοθέντα ταμιεύεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>