<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="41"><p>ὄντως γὰρ ἡ μὲν τοῦ μεμνημένου ψυχὴ καρποφορεῖ ἃ ἔμαθεν οὐδὲν
ἀποβάλλουσα αὐτῶν, ἡ δὲ τοῦ ἀναμνήσει χρωμένου ἔξω λήθης γίνεται,
ᾗ πρὶν ὑπομνησθῆναι κατέσχητο. μνημονικῷ μὲν οὖν ἀνδρὶ ἀστὴ συμβιοῖ
γυνή, μνήμη, ἐπιλανθανομένῳ δὲ παλλακίς, ἀνάμνησις, Σύρα τὸ
 γένος, ἀλαζὼν καὶ ὑπέραυχος· Συρία γὰρ ἑρμηνεύεται μετέωρα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="42"><p>τῆς δὲ <lb n="15"/>
παλλακίδος ταύτης, ἀναμνήσεως, υἱός ἐστι Μαχείρ, ὡς Ἑβραῖοι καλοῦσιν,
ὡς δὲ Ἕλληνες, πατρός· νομίζουσι γὰρ οἱ ἀναμιμνῃσκόμενοι τὸν
πατέρα νοῦν αἴτιον εἶναι τοῦ ὑπομνησθῆναι, καὶ οὐ λογίζονται, ὅτι ὁ
αὐτὸς οὗτος ἐχώρησέ ποτε καὶ λήθην, οὐκ ἂν δεξάμενος αὐτήν, εἰ παρ’
 αὐτὸν ἦν τὸ μεμνῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="43"><p>λέγεται γάρ· „ἐγένοντο υἱοὶ Μανασσῆ, οὓς <lb n="20"/>
ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησε τὸν
 Γαλαάδ“ (Gen. 46,20).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="44"><p>καὶ Ναχὼρ μέντοι, ὁ ἀδελφὸς Ἀβραάμ, ἔχει
δύο γυναῖκας, ἀστήν τε καὶ παλλακήν· ὄνομα δὲ τῆς μὲν ἀστῆς Μελχά,
Ῥουμὰ δὲ τῆς παλλακίδος (Gen. 22,23.24). ἀλλ’ οὐχ ἱστορικὴ γενεαλογία
ταῦτ’ ἐστὶν ἀναγραφεῖσα παρὰ τῷ σοφῷ νομοθέτῃ — μηδεὶς τοῦτ’ <lb n="25"/>
εὖ φρονῶν ὑπονοήσειεν —, ἀλλὰ πραγμάτων ψυχὴν ὠφελῆσαι
<note xml:lang="mul" type="footnote"><lb/>1 post γάρ add. τῶν GF τὰ om. GF
<lb/>2 πρεσβυτέραις] παρθένοις coni. Mang. βλέπεται G
<lb/>3 δι’ αἰωνίζωσιν H2: δι’ αἰῶνος ζῶσιν MA (H1), συνδιαιωνίζωσιν GF 
<lb/>4 ὑπομονὴν conicio ἐγγυῆσαι MAH: ἐγγύησιν G, ἐγγύησεν F
<lb/>5 post μὴν add. τῆ τῆς?) G, καὶ F G γὰρ om. HL1
<lb/>8 ἀναμνήσει coni. Mang. ὢν Α
<lb/>9 ὁ ἱερὸς ὀνομάζει GF: ὀνομάζει
<lb/>6 ἱερὸς MAH
<lb/>10 δ’ GF Μανασσῆ GF
<lb/>11 οὕτως Η καρποφορίαν ἔμαθεν GF
<lb/>13 ἡ Α ἀναμνησθῆναι coni. Mang. κατέχεται Α, κατέσχη G
<lb/>14 γυναικί G ἐπιλαθομένω F θ in ras. F2), ἐπιλαβομένῳ L2 παλλακίς MA(H1): πολλάκις GF, παλλακή H2
<lb/>15 ἀλαζὸν GF ὑπέραυχον F μετέωρα scripsi: μετεωρία codd. 
<lb/>16 ἐστιν υἱὸς H
<lb/>17 #x003E; πατρός Cohn (cf. Onomastica ed. Lag. 195,68) 
<lb/>18 οὐ om. H1
<lb/>6 om. GF
<lb/>19 ἀναδεξάμενος L2 εἰ] ἡ εἰ Α, ἀεὶ L 
<lb/>20 αὐτῶ Α μνησθῆναι ’
<lb/>21 παλλακὶς F alt. ἡ om. H
<lb/>22 Ναὼρ GF καίτοι Turn.
<lb/>24 σαρουμὰ G2
<lb/>25 ταῦτα GF</note>  

<pb n="v.3.p.81"/>
δυναμένων διὰ συμβόλων ἀνάπτυξις. τὰ δ’ ὀνόματα μεταβαλόντες εἰς τὴν
ἡμετέραν διάλεκτον εἰσόμεθα τὴν ὑπόσχεσιν ἀληθῆ. Φέρ’ οὖν ἕκαστον
αὐτῶν ἐρευνήσωμεν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="45"><p><milestone unit="altref" n="9"/> Ναχὼρ ἑρμηνεύεται φωτὸς ἀνάπαυσις, Μελχὰ δὲ βασίλισσα, Ῥουμὰ δὲ ὁρῶσά τι. τὸ μὲν οὖν φῶς ἔχειν κατὰ διάνοιαν
<lb n="5"/> ἀγαθόν, τὸ δὲ ἀναπαυόμενον καὶ ἠρεμοῦν καὶ ἀκίνητον οὐ τέλειον
ἀγαθόν· ἡσυχίᾳ μὲν γὰρ τὰ κακὰ χρῆσθαι λυσιτελές, τὰ δὲ ἀγαθὰ
κινήσει συμφέρον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="46"><p>τίς γὰρ ὄνησις εὐφώνου ἡσυχάζοντος ἢ μὴ αὐλοῦντος αὐλητοῦ ἢ κιθαριστοῦ μὴ κιθαρίζοντος ἢ συνόλως τεχνίτου τὰ κατὰ
τὴν τέχνην μὴ ἐνεργοῦντος; ἡ γὰρ ἄνευ πράξεως θεωρία ψιλὴ πρὸς
<lb n="10"/> οὐδὲν ὄφελος τοῖς ἐπιστήμοσιν· οὐ γὰρ ὁ παγκρατιάζειν ἢ πυκτεύειν ἢ
παλαίειν εἰδὼς ἐξαγκωνισθεὶς ἀπόναιτ’ ἂν ἀθλήσεως ἢ ὁ τὴν τοῦ τρέχειν
ἐπιστήμην ἐκμαθών, εἰ ποδαγρικῷ χρήσαιτο πάθει ἤ τινα ἄλλην
περὶ τὰς βάσεις κῆρα ἀναδέξαιτο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="47"><p>φῶς δὲ ψυχῆς ἡλιοειδέστατον ἐπιστήμη· καθάπερ γὰρ τὰ ὄμματα αὐγαῖς, καὶ ἡ διάνοια σοφίᾳ περιλάμπεται
 καὶ  <milestone unit="altpage2" n="p. 526 M."/> ὀξυδερκέστερα ἐμβλέπειν ἐγχριομένη καινοῖς ἀεὶ θεωρήμασιν
<lb n="16"/> ἐθίζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="48"><p>φωτὸς οὖν ἀνάπαυσις ἑρμηνεύεται Ναχὼρ εἰκότως· ᾗ μὲν γὰρ Ἀβραάμ ἐστι τοῦ σοφοῦ συγγενής, φωτὸς τοῦ κατὰ σοφίαν μετέσχηκεν· ᾗ δ’ οὐ συναποδεδήμηκεν αὐτῷ τὴν ἀπὸ τοῦ γενομένου πρὸς
τὸ ἀγένητον καὶ τὴν ἀπὸ τοῦ κόσμου πρὸς τὸν κοσμοπλάστην ἀποδημίαν,
<lb n="20"/> χωλὴν καὶ ἀτελῆ τὴν ἐπιστήμην ἐκτήσατο, ἀναπαυομένην καὶ μένουσαν, μᾶλλον δ’ ἀνδριάντος ἀψύχου τρόπον πεπηγυῖαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="49"><p>τῆς γὰρ Χαλδαϊκῆς οὐ μετανίσταται χώρας, τουτέστι τῆς περὶ ἀστρονομίαν θεωρίας
οὐ διαζεύγνυται, τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος καὶ κόσμον πρὸ
θεοῦ τετιμηκώς, μᾶλλον δὲ τὸν κόσμον αὐτὸν θεὸν αὐτοκράτορα νομίζων,
<lb n="25"/> οὐκ αὐτοκράτορος ἔργον θεοῦ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="50"><p><milestone unit="altref" n="10"/> Μελχὰν δὲ ἄγεται γυναῖκα, οὐκ
<note xml:lang="mul" type="footnote"><lb/>1 συμβούλων Η1 δὲ GF μεταβαλόντες MG: μεταβάλλοντες (sic) H, μεταλαβόντες AF
<lb/>2 φέρε F post οὑν add. τὴν GF
<lb/>3 ἐρευνήσωμεν GF, mg. H2: ὑπομνήσωμεν MA, ἀναμνήσωμεν H1 Ναὼρ GF μελχὶ G 
<lb/>4 βάσις σαρουμὰ GF, βασιλίς, Ῥουμὰ conicio
<lb/>7 ἀφώνου Α 7.
<lb/>8 ἡ αὐλητοῦ μὴ αὐλοῦντος post κιθαρίζοντος transpos. GF
<lb/>9 πράξεων G
<lb/>10 οὐ] ὁ G 
<lb/>6 θὼ. G
<lb/>11 ἐξαγκωνισθεὶς om. GF ἀπόναιτο GF
<lb/>12 εἰ G: om. ceteri
<lb/>13 κῆρα Turn. (vel κῆρ᾿ scrib.): κήραν MAGH, κείραν F
<lb/>14 τά om. GF 14.
<lb/>15 περιλαμβάνεται Η, περιλαμβάνηται L1
<lb/>15 ἐμβλέπει MAH1 ἐγχρειομένη G καὶ νέοις MAH1 ἡ A ἥ Α δὲ G γεννωμένου Α
<lb/>19 ἀγέννητον AHF πρός] εἰς MA(H1) κόσμον πλαστὴν MA (H1) 20.
<lb/>21 μένουσαν] ἠρεμοῦσαν bene coni. Mang.
<lb/>21 δ’ om. GFL πεπηγυῖαν τρόπον G
<lb/>23 ante prius πρὸ add. καὶ, sed rursus del. H prius πρὸ] παρὸ Α 24.
<lb/>25 τετιμηκὼς —θεοῦ in mg. supplevit L
<lb/>24 αὐτῶ FL 24.
<lb/>25 παντοκράτορα et παντοκράτορος coni. Mang.</note>  

<pb n="v.3.p.82"/>
ἀνθρώπων ἢ πόλεων ἀφηγουμένην, <add>ἢν</add> τύχῃ, βασιλίδα, ἀλλ’ ὁμώνυμον
αὐτὸ μόνον ἐκείνῃ. καθάπερ γὰρ τὸν οὐρανόν, ἅτε κράτιστον ὄντα τῶν
γεγονότων, βασιλέα τῶν αἰσθητῶν εἴποι τις ἂν οὐκ ἀπὸ σκοποῦ, οὕτως
καὶ τὴν περὶ αὐτὸν ἐπιστήμην, ἣν μετίασιν οἱ ἀστρονομοῦντες καὶ
 Χαλδαῖοι διαφερόντως, βασιλίδα τῶν ἐπιστημῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="51"><p>γυνὴ μὲν οὖν ἥδε <lb n="5"/>
ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον
ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν,
συμβέβηκεν — Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται —, τῷ δὲ δευτερείων
ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ
τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="52"><p>τρίτοι δέ εἰσιν οἱ σκεπτικοί, τῶν μὲν ἐν τῇ φύσει κρατίστων, αἰσθητῶν
τε καὶ νοητῶν, οὐκ ἐφαπτόμενοι, περὶ μικρὰ μέντοι σοφίσματα τριβόμενοι
καὶ γλισχρολογούμενοι. τούτοις ἡ ὁρῶσά τι κἂν τὸ σμικρότατον παλλακὶς Ῥουμὰ συνοικεῖ μὴ δυναμένοις πρὸς τὴν τῶν ἀμεινόνων ἐλθεῖν
 ἔρευναν, ἐξ ὧν τὸν ἑαυτῶν βίον ὀνήσουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="53"><p>ὥσπερ γὰρ ἐν ἰατροῖς ἡ <lb n="15"/>
λεγομένη λογιατρεία πολὺ τῆς τῶν καμνόντων ὠφελείας ἀποστατεῖ —
φαρμάκοις γὰρ καὶ χειρουργίαις καὶ διαίταις, ἀλλ’ οὐ λόγοις, αἱ νόσοι
θεραπεύονται —, οὕτω καὶ ἐν φιλοσοφίᾳ λογοπῶλαι καὶ λογοθῆραί τινες
αὐτὸ μόνον εἰσί, τὸν ἀρρωστημάτων γέμοντα βίον θεραπεύειν οὔτε ἐθέλοντες
οὔτε ἐπιτηδεύοντες, ἐκ πρώτης δὲ ἡλικίας ἄχρι γήρως ἐσχάτου <lb n="20"/>
γνωσιμαχοῦντές τε καὶ συλλαβομαχοῦντες οὐκ ἐρυθριῶσιν, <milestone unit="altpage1" n="p. 527 M."/>  ὥσπερ τῆς
εὐδαιμονίας ἐπ’ ὀνομάτων καὶ ῥημάτων [καὶ] ἀπεράντῳ καὶ ἀνηνύτῳ περιεργίᾳ
κειμένης, ἀλλ’ οὐκ ἐν τῷ τὸ ἦθος, τὴν τοῦ ἀνθρωπείου <add>βίου</add>
πηγήν, ἄμεινον καταστήσασθαι, τὰς μὲν κακίας ὑπερορίους φυγαδεύσαντα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἢ om. Α ἀφηγουμένων Α ἢν add. Cohn τύχην H2 αὐτῶ MA ἐκείνην Α ἅτε] ἅτε δὴ G, sed δ in ras.
<lb/>3 οὕτως G: οὕτω ceteri 
<lb/>4 αὐτὴν A, αὐτοῦ coni. Mang.
<lb/>7 ὑπάρχη G τὸ κράτιστον GF
<lb/>8 γὰρ om. A
<lb/>11 δ’ GF τῶν μέν scripsi: μὲν τῶν MAH1GF, τῶν Η2
<lb/>12 οὐκ ἐφαπτόμενοι] σκεπτόμενοι GF σοφισμάτια AF
<lb/>13 κὰν Mang.: καὶ codd. 13.
<lb/>14 παλλακὴ GF
<lb/>14 δυνάμενοι M τῶν om. GF
<lb/>15 ἰατροῖς MHG: ἰατρικῆ AFN
<lb/>16 λογιατρεία GF: λογοϊατρεία MAHN
<lb/>19 τὸν] τῶν G οὔτ᾿ GFN 
<lb/>20 οὔτ’ F
<lb/>21 συλλαβομαχοῦντες GN: συμβαλομαχοῦντες MAH, συμβολομαχοῦντες F, συμμαχοῦντες Turn.
<lb/>22 alterum καὶ seclusi, τῇ coni. Mang. ἀπεράντων Α 22.
<lb/>23 περιεργεία GH
<lb/>23 τοῦ s. s. H2 ἀνθρώπου FL2N βίου add. Mang. 
<lb/>24 πηγὴν] ψυχήν G2 ὑπερορίας FL2</note> <note xml:lang="mul" type="footnote">15—24 ὥσπερ γὰρ — καταστήσασθαι N fol. 167r
<lb/>23 Stob. Ecl. H 
<lb/>15 W. οἱ δὲ κατὰ Ζήνωνα τὸν Στωικὸν τροπικῶς· ἦθός ἐστι πηγὴ βίου . . .</note>  

<pb n="v.3.p.83"/>
αὐτοῦ, τὰς δὲ ἀρετὰς εἰσοικίσαντα. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="54"><p><milestone unit="altref" n="11"/> παλλακὰς μέντοι [ἢ] δόξας καὶ δόγματα προσίενται καὶ οἱ φαῦλοι. φησὶ γοῦν ὅτι Θαμνά, ἡ παλλακὴ
Ἐλιφὰς τοῦ υἱοῦ Ἠσαῦ, ἔτεκε τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ (Gen.
36, 12). ὢ τῆς τοῦ ἀπογόνου λαμπρᾶς δυσγενείας· ὄψει δὲ αὐτοῦ
<lb n="5"/> τὴν δυσγένειαν, ἐὰν ἀποστὰς τοῦ περὶ ἀνθρώπων ταῦτα εἰρῆσθαι νομίζειν
τὴν ψυχὴν ὥσπερ ἐξ ἀνατομῆς ἐπισκέπτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="55"><p>τὴν μὲν τοίνυν ἄλογον καὶ ἄμετρον ὁρμὴν τοῦ πάθους Ἀμαλὴκ προσαγορεύει· μεταληφθεὶς γάρ
ἐστι λαὸς ἐκλείχων· καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις τὴν παραβληθεῖσαν
ὕλην ἀναλίσκει, τὸν αὐτὸν τρόπον καὶ τὸ πάθος ἀναζέον τὰ ἐν
<lb n="10"/> ποσὶ πάντα ἐπιλιχμᾶται καὶ διαφθείρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="56"><p>τούτου τοῦ πάθους πατὴρ Ἐλιφὰς ἀναγράφεται δεόντως· ἑρμηνεύεται γάρ· θεός με διέσπειρεν.
ἀλλ’ οὐχ ὅταν ἀνασκεδάσῃ ἢ διασπείρῃ καὶ σκορακίσῃ τὴν ψυχὴν ἀφ’
ἑαυτοῦ ὁ θεός, τὸ ἄλογον εὐθὺς γεννᾶται πάθος; τὴν μὲν γὰρ ὁρατικὴν
αὐτοῦ φιλόθεον ὄντως διάνοιαν, κληματίδα εὐγενῆ, καταφυτεύει ῥίζας
<lb n="15"/> ἀποτείνων πρὸς ἀιδιότητα καὶ εὐφορίαν καρπῶν διδοὺς πρὸς κτῆσιν καὶ
ἀπόλαυσιν ἀρετῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="57"><p>διὸ καὶ Μωυσῆς εὔχεται φάσκων· „εἰσαγαγὼν καταφύτευσον αὐτούς“ (Exod. 15, 17), ἵνα μὴ ἐφήμερα ἀλλ’ ἀθάνατα καὶ
μακραίωνα γένηται τὰ θεῖα βλαστήματα. τὴν δὲ ἄδικον καὶ ἄθεον ψυχὴν
φυγαδεύων ἀφ’ ἑαυτοῦ πορρωτάτω διέσπειρεν εἰς τὸν ἡδονῶν καὶ
<lb n="20"/> ἐπιθυμιῶν καὶ ἀδικημάτων χῶρον. ὁ δὲ χῶρος οὗτος προσφυέστατα
ἀσεβῶν καλεῖται, οὐχ ὁ μυθευόμενος ἐν Ἅιδου· καὶ γὰρ ὁ πρὸς ἀλήθειαν
Ἅιδης ὁ τοῦ μοχθηροῦ βίος ἐστίν, ὁ ἀλάστωρ καὶ παλαμναῖος
καὶ πάσαις ἀραῖς ἔνοχος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="58"><p><milestone unit="altref" n="12"/> ἔστι δὲ καὶ ἑτέρωθι τὸ γράμμα τοῦτο ἐστηλιτευμένον· „ἡνίκα διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς
<lb n="25"/> Ἀδάμ“ (Deut. 32,8), τοὺς γηΐνους ἅπαντας τρόπους οὐράνιον οὐδὲν
ἀγαθὸν ἐσπουδακότας ἰδεῖν ἤλασεν, ἀοίκους καὶ ἀπόλιδας καὶ σποράδας
ὄντως ἐργασάμενος. οὐδενὶ γὰρ τῶν φαύλων οὐκ οἶκος, οὐ πόλις, οὐκ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰσοικήσαντα MA, εἰσοικίσαντι Η ἢ seclusi, ἤτοι H2 prius καὶ] ἡ GF προίενται GF καὶ om. GF post γοῦν add. Μωσῆς GF
<lb/>3 ἐλλειφὰς H ἐλειφὰς Η
<lb/>4 τοῦ om. G ὄψει] θεάση GF δ’ GF
<lb/>5 ἀνθρώπου L1v 6.
<lb/>7 ἄμετρον καὶ ἄλογον F
<lb/>8 ἐκλείχων] ἀναλίσκων GFL2 καὶ ante καθάπερ add. GF γάρ om. G
<lb/>9 ἀναζέσαν GF
<lb/>10 ποσὶν G ἐπιλαχμᾶται G, ἐπιλικμᾶται Α φθείρει GF, διασπείρει coni. Mang.
<lb/>11 ὁ θεός GF με] μου G
<lb/>12 σκορπίσῃ coni. Mang.
<lb/>13 6 vid. del. γὰρ om. GF
<lb/>14 post αὐτοῦ add. καὶ Η2 κλήματι GFL2 εὐγενεῖ GF
<lb/>16 Μωσῆς GF
<lb/>18 μακραίωνα] πίονα GFL2
<lb/>21 alt. ὁ om. GF 
<lb/>23 ἀρεταῖς AF γράμμα] δόγμα coni. Mang., πρᾶγμα conicio
<lb/>24 ὡς om. GF
<lb/>25 γηίους G
<lb/>26 εἰδέναι GF</note>  

<pb n="v.3.p.84"/>
ἄλλο τῶν εἰς κοινωνίαν οὐδὲν διασῴζεται, ἀλλ’ ἀνίδρυτος ὢν σπείρεται,
πάντῃ φορούμενος καὶ μετανιστάμενος ἀεὶ καὶ μηδαμόθι στηριχθῆναι
 δυνάμενος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="59"><p>γίνεται οὖν τῷ φαύλῳ ἐξ ἀστῆς μὲν κακία, τὸ δὲ πάθος ἐκ
παλλακῆς. λογισμοῦ γὰρ ἡ μὲν ὅλη ψυχὴ καθάπερ ἀστὴ σύμβιος <milestone unit="altpage1" n="p. 528 M."/>  — ψυχὴ
δὲ ἐπίληπτος τίκτει κακίας —, ἡ δὲ τοῦ σώματος φύσις παλλακή, δι’ <lb n="5"/>
ἧς ἡ γένεσις τοῦ πάθους θεωρεῖται· ἡδονῶν γὰρ καὶ ἐπιθυμιῶν χώρα
 τὸ σῶμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg016.opp-grc1" subtype="section" n="60"><p>καλεῖται δὲ Θαμνά, ἧς μεταληφθέν ἐστι τοὔνομα ἔκλειψις
σαλευομένη· ἐκλείπει γὰρ καὶ ἀδυνατεῖ ἡ ψυχὴ τῷ πάθει, σάλον καὶ
κλύδωνα πολὺν ἀπὸ σώματος ἐνδεξαμένη διὰ τὸν καταρραγέντα βαρὺν
 χειμῶνα ἐξ ἀμετρίας ὁρμῆς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>