<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:41-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:41-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="41"><p>ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν
τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ <lb n="15"/>
ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές
 τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="42"><p>τίς οὖν ἐστιν ἡ ἐκ
φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν
ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, <milestone unit="altpage1" n="p. 479 M."/>  ἧς
ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἰσόχρονον HP κόσμου OAB
<lb/>2 τῆς ψυχῆς OGHP, τῆς ψυχικῆς ΑΒ γενήσεως G, γενέσεως τε Pap, pro τε fort. scrib. ὥστε vel τε transpon. post σπορᾶς καὶ μοιραθέντες GHP: καὶ μοιρανθεντες Pap, οἳ καὶ μακρυνθέντες OAB, ὧν μοιραθέντες coni. Mang. ὑφ’] ἀφ’ OAB
<lb/>3 εξεληλασαν Pap οἷς] οὑς OAB, 2 in mg. 3.
<lb/>4 τὸν παῖδα Pap: τὸν δοῦλον prius Η, τῶν δούλων ceteri 
<lb/>4 ἀκακία Pap: ἀποικία cocid. τιθηνός codd. ἄβαστοι G, ἄπλαστοι coni. Mang. ὁ ὁ om. P Μασὲκ] μου OAB, Μασὲκ κατὰ G
<lb/>7 κληρονόμος γενέσθαι ἱκανός OAB
<lb/>8 ἔλαβον OABGP: ἔλαχον Pap (?) H
<lb/>9 ἤλπιζον coni. Mang.
<lb/>10 ἡ] ὁ O ὁ υἱὸς αὐτῆς OAB 10.
<lb/>11 σκεπτέον Pap 
<lb/>11 Μασεκ Pap: ὁ Μσὲκ Ο, ἡ Μασὲκ ceteri δὲ Pap H2: τοίνυν OAB, om. GH1P
<lb/>12 ἐνῶσιν Pap: αἵρεσιν OAB, εὕρεσιν GHP ἁρμοζομένης Pap                                                                               αἰ εὐνοία H: εὐνοίας Pap, εὔνοιαν GP, εἰς εὔνοιαν OA, εἰς ἔννοιαν B 12.
<lb/>13 επιπολεον καὶ ψειλην Pap: ψιλὴν καὶ ἐπιπόλαιον codd.
<lb/>13 ἐς HP ταὐτὸν codd. συναγαγουσης Pap: συναγούσης codd.
<lb/>14 οὐκέτι OAB οὐκ ἔστι τὸ κύπτειν om. Pap οὐδὲ Pap
<lb/>15 ἢν πάντως Pap: οὐκέτι OAB, om. GHP οὐδὲ Pap ὁ om. Pap οὐδὲ Pap
<lb/>16 τὸ φιλεῖν om. Pap ἥκοντες L
<lb/>17 τινες om. Pap ταῖς] καὶ G ουν Pap: δὲ ΑΒ, δ’ ccteri 17.
<lb/>18 ἡ ἐκ φιλήματος bis hab. G
<lb/>18 συσταθεῖσα Pap: συντεθεῖσα Η2, συνταθεῖσα ceteri 
<lb/>19 (υπ)οκρυψαμενος Pap ἡ Μάσεκ προσαγορευομένη coni. Mang. πᾶσαν πᾶσα Turn. ᾠκειωμένη coni. Cobn
<lb/>20 θεραπανιααδε Pap</note>  

<pb n="v.3.p.11"/>
νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον
τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν,
ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="43"><p>Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ
<lb n="5"/> δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν
ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν·
„οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen.
31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως
ἐπαιδεύθημεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="44"><p>ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ <lb n="10"/> καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν,
καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ
οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς,
καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι
δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ
<lb n="15"/> νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ
γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους
φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“
(Exod. 18, 7). </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="45"><p><milestone unit="altref" n="9"/> ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ
<lb n="20"/> κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς
γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς
Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="46"><p>τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις
δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ
<lb n="25"/> πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν
<note xml:lang="mul" type="footnote"><lb/>2 παιδεύονται Ο, om. ΑΒ post παιδεύονται add. καὶ Ο οὐ φιλεῖν] ὀ φίλας G
<lb/>3 περιπόθητον Mang. per errorem δὲ Pap
<lb/>5 ἀπηρτηκὼς OAB ὁ ου Pap: οὐ γὰρ ceteri
<lb/>7 καταφιλεῖν H καὶ om. G
<lb/>10 καὶ φιλησον οντως Pap: om. codd. βουλήσει Pap ποθεῖν coni. Mang.
<lb/>11 σῷ om. H
<lb/>12 αἰ Pap: om. codd.
<lb/>13 καὶ om. Η τὸ] yap Pap
<lb/>14 δυνηθῇ OAB δυνηθῆις λύτρα καὶ σῶστρα Pap πρὸς ποίου Β, πρὸς ποίους L, προσποιῇ coni. Mang. <add>ὅμως</add> προσποιῇ coni. Cohn
<lb/>15 νυν Pap: om. G, οὑν ὁ] ἢ OAB
<lb/>16 γαμβρὸν Mang.: Αἀρὼν Pap et codd. Μωυσῆς Mang.: Μουσῆν Pap, Μωσἐα codd. τῆς ψυχῆς codd.
<lb/>17 φιλήσας OAB
<lb/>19 γένεσιν πᾶς μεθόριον Pap
<lb/>20 τὰς] τὰς τοῦ ΑΒ
<lb/>21 οὐδὲ bis Pap ὲν Pap: om. codd.
<lb/>22 Ἅιδου OAB (Pap?): ἀδύτοις GHP μὲν Pap HP: μὲν ἀνέβη ceteri 
<lb/>23 καὶ Pap GHP: τε καὶ OAB
<lb/>24 δὲ codd. τῆς] τοῦ H ὑποστρέφει OAB, ἐπιρρέπει coni. Mang. τουτ’ Pap
<lb/>25 ταῖς ὁλκαῖς coui. Mang. post ὅλοις Pap add. περιττὰ, G ἀρίσση. ntrumque dittographia vocis βρίσῃ videtur esse; περιττεύσῃ pro βρίσῃ coni. Cohn συνεπισπανθὲν H2</note>  

<pb n="v.3.p.12"/>
 τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="47"><p>Μωυσῆς δὲ
τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ
ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην
 καλεῖ προσφυέστατα θεὶς ὀνόματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="48"><p>τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν,
τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ <lb n="5"/>
ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν,
ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ
παιδιᾶς ἀμέτοχον, συννοίας καὶ <milestone unit="altpage1" n="p. 480 M."/>  φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ
θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω,
ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου; <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="49"><p> πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. <milestone unit="altref" n="10"/> ὁ
δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ
τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται,
φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν
ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι <lb n="15"/>
τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, — νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ
πολιὸς γένοιτο —, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ
 παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="50"><p>τὴν
δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα
τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ <lb n="20"/>
θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ
καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης.
<note xml:lang="mul" type="footnote"><lb/>1 post ζωῆς add. αντηεν Pap, quod fort. ex voce ἐναντίας natum est; ἀντίπαλον coni. Cohn Μωτῆς codd. δὲ om. Pap
<lb/>2 ἀκονητὶ BG ἐπίκρισιν] τὴν supra scr. G2 2.
<lb/>3 τα λοιπα αγειν (sic) Pap: ἄγει τὰ λοιπὰ codd.
<lb/>3 δυσὶν] δ’ ἐστὶν OAB 
<lb/>4 προσφυέστατα θεὶς ὀνόματα Pap: θεὶς ὀνόματα προσφυέστατα codd.
<lb/>5 δὲ Pap alterum δ’ Pap OAB: om. GHP ὁ τἀναντία G, τὴν ἐναντίαν OAB
<lb/>7 ὀλιγοδέειαν HP ἔτι μονωτικὸν coni. Mang.
<lb/>9 ἀμαθείας OG, ἀμαθία Β ἐχθρῶν χρημτω μὲν Pap ἡδονῶν GHP (Pap?): ἡδονῆς OAB κρείττων G 
<lb/>10 πλούτου] τρόπον G2P2
<lb/>11 post ἀεὶ add. τῆς φρονήσεως OAB, mg. P2 της μεισουμενης ἀρέτης Pap: om. codd. ὁ] οἱ Pap
<lb/>12 Μούσης Pap: Μωσῆς codd. εἰ] εἰ δὲ Pap, εἰ δὴ conicio νεώ Η1, νεώτερος P καὶ ταυτα φυσει Pap: καὶ τὰ φύσει GH1P, τὰ φύσει Η2, τὰ φύσει τίμια OAB, καὶ ταῦτα <add>ἅτε φύσει</add> conicio, καὶ et φύσει secl. Cohn πρεσβειῶν GHP
<lb/>14 ἀγαπωμένη v 
<lb/>15 πρεσβειῶν HP
<lb/>16 οὕτως Pap
<lb/>17 πολιὸς scripsi: πολιὸς Pap, ceteri γένοιτο Pap: ἐγένετο codd. φρονήσεως πρεσβύτερον Pap: πρεσβύτερον φρονήσεως GHP, πρεσβυτέρας φρονήσεως OAB
<lb/>18 ως διμοιρειαν απονειμαι Pap: ὦ διμοιρίαν ἀπένειμε codtl.
<lb/>19 αποδωσις Pap
<lb/>20 τρεψόμεθα Pap G προσυποδειξαντες Pap
<lb/>21 διανοίξας G, ἀνοίγειν OAB 21—13,1 γίνεσιν—αὐτῆς om.</note>  

<pb n="v.3.p.13"/>
„ἰδὼν“ γάρ φησι „κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="51"><p>Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα
ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου
<lb n="5"/> φιλίας ἀποδοχή; </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="52"><p><milestone unit="altref" n="11"/> ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ
τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα
Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν.
„ἐκάλεσε“ γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="53"><p>ὅτι <lb n="10"/> αὕτη μήτηρ πάντων τῶν ζώντων“ (Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν
τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν
ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ
φύσεως δημιουργηθεῖσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="54"><p>ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός — τὸ δὲ μεταληφθέν
<lb n="15"/> ἐστιν αἷμα σάκκου —, σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ
σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="55"><p>ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν
ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ
κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν
 οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ  <milestone unit="altpage2" n="p. 481 M."/> δ’ ἡγεμονικωτάτου πνεῦμα
<note xml:lang="mul" type="footnote"><lb/>2 Ῥαχιὴλ codd. (Pap?) σπείρα Pap ἆρ᾿ OAB, αρα Pap: ἀλλ’ GHP 2.
<lb/>3 κυοφορῇ καὶ] ras.
<lb/>1 litt. G 3.
<lb/>4 σπειρουμενα Pap
<lb/>4 οἷς] ἧς H ἐκ] ἐμ Pap καταφιλήματος H2 4.
<lb/>5 ἀλλ’—φιλίας om. H1P
<lb/>4 οὐχ ἡ] οὐχὶ G διὰ] ἐκ H2
<lb/>5 φιλίας Pap: φιλήματος OABGH2 αποδοχης Pap post αἴσθησιν add. διαδοχῆς Pap ὁ υἱὸς] εἷς G εστιν Pap
<lb/>7 τιθήνην Pap GP: τιθηνόν ceteri τοῦ] καὶ του Pap
<lb/>8 διαπλησθεῖσαν G1PH1 ἐκείνης OABP: ἐκείνην Pap GH 8.
<lb/>9 ὠνόμασε ἐκάλεσεν Pap
<lb/>9 τὸ et τῆς hab. Pap: om. codd. ζωὴ HP: ζωῆι Pap, ζωὴν ceteri
<lb/>10 alt. τῶν] τὸν O, secl. Mang.
<lb/>11 τὸν OGH2: τῆς PH1, τὸν τῆς ΑΒ, om. Pap ψυχῆς om. Pap τεθνηκετων (sic) δήπου Pap: δήπου τεθνηκότων codd.
<lb/>14 δαμασκος Pap: δαμασκὸν codd. 14. 1.5 τὸ δ’ ἐστὶ μεταληφθὲν om. OAB δε μεταλημφθεν εστιν Pap: δ’ ἐστὶ μεταληφθὲν GHP
<lb/>15 συνετῶς Mang.
<lb/>17 καὶ] τε καὶ G e corr. εἶπε PH1
<lb/>18 ψυχὴ om. H1P εστιν Pap N
<lb/>19 κυριώτερον μέρος ὦ Ο τὸ om. N βλέπωμεν Pap διττὴν Pap: διπλῆν codd. N 19.
<lb/>20 εἶναι καὶ τὴν οὐσίαν HP
<lb/>20 τῆς ψυχῆς HP τῆς Pap: τὸ τῆς codd. N δὲ codd. ἡγεμονικοῦ τὸ coni. Mang.</note> <note xml:lang="mul" type="footnote"><lb/>1 sqq. Orig. Comment. in Gen. p.
<lb/>41 (ad eundem locum): κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν . . . . 16—14,16 ἐπειδὴ—τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N fol. 165r.</note>  

<pb n="v.3.p.14"/>
 θεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="56"><p>φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν,
οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’
ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ <lb n="5"/>
ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ

ποιητοῦ λόγος ἔχει τυπωθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="57"><p><milestone unit="altref" n="12"/> ὥστε διττὸν εἶδος ἀνθρώπων,
τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς
ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος
 ἐμφερὲς ἐκμαγεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="58"><p>χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν <lb n="10"/>
χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται
"οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου
βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς
συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ
ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ <lb n="15"/>
 τοῦ γένους ἡμῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="59"><p>οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν
ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα“ φησί „τοῦ δευτέρου Ἐλιέζερ“, καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 γοῦν] γὰρ G ψυχῆι Pap
<lb/>2 εὑ γε om. D, γε om. Pap προσνέμον D τῶ τῶν D (τῶ supra scr. D M) σαρκῶν Pap D: σαρκός codd. ὄγκῳ coni. Mang. τοῦ αἵματος OAB
<lb/>3 οἰκείαν H2 οἰκείω Pap G2, add. mg. H2, DN: οἰκεῖον G1P, om. OAB ἐξ] ἐξῆς G ἤρτησεν Pap γενητοῦ HPDM: γεννητοῦ Pap AOBN, γε θνητοῦ G 3.
<lb/>4 ἀλλ’ ὑπὸ Pap D: ἀπὸ codd. N 
<lb/>4 θεοῦ Pap D: θεοῦ δ’ ἄνωθεν codd. N 4.
<lb/>5 ὁ—ὅλων om. O ὁ ψυχὴν] πνοὴν H, σάρκα DP ζῶσαν] ζωῆς Pap ἦ Η2: ἢ DM, εἰ Pap GP(H1)NDP, ἢν OAB καὶ om. D
<lb/>7 λόγος] θεοῦ λόγος DP post τυπωθῆναι add. τὸν ἄνθρωπον D, fort. recte ὥστε om. D εἶδος Pap D: εἶναι γένος codd. N ὁ ἄνθρωπος DM
<lb/>8 τὸ] τωι Pap, τῶ DM post πνεύματι add. καὶ OAB βίον, tum ras. D M τὸ] τωι Pap, τῶ G, τοῦτο DP 
<lb/>9 ζῶν, tum ras. DM ἐστιν πλάσμα Pap D: πλάσμα ἐστὶ codd. N δὲ om. HPN εἰκόνος om. DM
<lb/>10 δέ codd. D οὐ μετρίως om. D μετρίας AB ὑποπεπλασμένος OAB
<lb/>12 θεὸς Pap: ὁ θεὸς codd. N 
<lb/>13 post βοηθός add. μου Β ὁ GHPN: om. ceteri et Pap διαλυτὸς Pap HPN: εὐδιάλυτος ceteri
<lb/>14 χεῖρα ὑπερέχοντος GH1(P1)N: χεῖρα ὑπέχοντος H2 (Par?), χάριν οἱ παρέχοντος OABP2
<lb/>15 ἱδρυνθῆναι OABG2, δυνηθῆναι N 15.
<lb/>16 τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N
<lb/>16 τοῦ om. Pap τὸ γένος P
<lb/>17 φησιν Pap</note> <note xml:lang="mul" type="footnote">1—11 DP fol. 376 τίς ὁ θείων ἐστὶ κληρονόμος καὶ εἰς τὰ ἴσα καὶ ἐναντία τομῆς DM fol. 282r τοῦ αὐτοῦ τίς ὁ κληρονόμος καὶ εἰς τὰ ἴσα τῆς τομῆς τῆς ἐναντία τομῆς: φησὶν ὁ νομοθέτης ἄντικρυς· ψυχὴ πάσης (sic DP, ψυχὴ ἄντικρυς πάσης DM ceteris om.) — βοηθείας (τούτου add D</note>  

<pb n="v.3.p.15"/>
τὴν αἰτίαν ἐπιφέρει· „ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ
ἐξείλατό με ἐκ χειρὸς Φαραώ“ (Exod. 18,4).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="60"><p>τοῖς δ’ ἔτι τῆς ἐναίμου  καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς
τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν
<lb n="5"/> ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>