<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="21"><p>τοῦτο <lb n="10"/>
δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ
σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην.
παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ
φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται
Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα <lb n="15"/>
διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν
γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="6"/>Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται.
τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ
„δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ <lb n="20"/>
αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν,
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὸν om. Pap
<lb/>2 αὐτὸν om. IIP ὤσει ἄραι Pap: καθὰ αἴρει G, καθὰ ἄρη ceteri Ν τιθηνη Pap
<lb/>4 κλαίουσιν Pap: κλαίει codd. N 4.
<lb/>5 τὸ (τ del.) ὄψος Pap: τὸ ὄψον codd. N
<lb/>7 αφ οὐ ἐγὼ πορεύομαι Pap προς Φαραω λαλήσαι Pap: λαλήσαι κλῇσαι N) πρός Φαραὼ codd. N τὼ ὀνόματι σου Pap 
<lb/>8 ἐκάκωσας N tco λαὼ G ἐρύσω Pap HP
<lb/>9 ταῦτ’ ἄρα καὶ conicio γὰρ] οὑν N 9.
<lb/>10 τῶν βασιλέων εαμμερει Pap
<lb/>10 δ’ Pap: τὸ δ’ codd. ἀποφαίνεται Pap πρὸς] πρὸ Pap θαρρῆσαι codd. λαλῆσαι 0) 10.
<lb/>11 τοῦτον ἄρα Pap
<lb/>11 ἄρ’ ἢν N πέρας Η: περ ceteri et Pap, om. N ἀπλῶς OABP2: αὐτὸ GHP1, αὐτῶ N, om. Pap ἀλλὰ ABH αὐτῷ om. N διὰ τί; ὅτι OABGN
<lb/>12 πάντα N τὸν ἱερώτατον νομοθέτην scripsi: τὸ τὸν Pap) ἱερώτατον νομοθέτημα Pap et codd. N
<lb/>13 πρὸς prius] πρὸ Pap πρὸς alterura om. Pap, fort. recte
<lb/>14 ἐν om. N <add>θεοῦ</add> φίλος conicio φίλος om H1P
<lb/>15 Μωυσῆς Pap G: Μωσῆς ceteri N ἵνα OAB θάρρει Pap
<lb/>16 προφέρεσθαι Pap: προσφέρεσθαι codd. Ν δοκεῖ Β
<lb/>17 φίλους Pap 
<lb/>18 θαρροῦν codd.
<lb/>20 δεσποτα Pap: ὦ δέσποτα codd. εὐλάβεια Pap χρήσασθαι Pap, fort. recte μάλιστα διτταῖς Pap: διτταῖς αἰτίαις codd.
<lb/>21 αἰτίου Pap (Mang.): αἰτίου καὶ codd. προσρήσεσιν Pap τῆ τε τοῦ θεοῦ καὶ Tfj τοῦ κυρίου codd.</note> <note xml:lang="mul" type="footnote">11.
<lb/>12 DR fol. 261v DV p. 693 Φίλωνος: πᾶς σοφὸς θεοῦ φίλος ἐστίν (τῷ ὄντι add. DV).</note>  

<pb n="v.3.p.7"/>
ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα
ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="23"><p>ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ
παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου
<lb n="5"/> καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε
τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ
κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον
ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι
συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="24"><p>ὁ δὴ <lb n="10"/> φάσκων „δέσποτα, τί μοι δώσεις“ δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ
σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς
καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="25"><p>σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ
φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον
<lb n="15"/> ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος
ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις
  <milestone unit="altpage2" n="p. 477 M."/> λαλήσειν“ (Exod. 4,12).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="26"><p>τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος
εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας
<lb n="20"/> ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="27"><p>ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος.
<note xml:lang="mul" type="footnote"><lb/>1 τὴν] τὴν τοῦ OAB δέσποτα P εὐλαβῶς Pap G, prius H: εὐσεβῶς ceteri καιρίως Pap HP
<lb/>2 ταῦτ’ Pad G: ταῦτα ceteri εἶναι Pap G: om. ceteri ὁ δεσπότης Mang. per errorem τὸ om. OAB
<lb/>3 αἱ κλήσεις] κεκλῆσθαι Pap διαφέρουσιν H
<lb/>4 βεβαίου ΑΒ
<lb/>5 τὸ Pap: om. codd.
<lb/>7 ἀνημμένον ἀπάντων Pap GHP: ἀνειμένον (post εἰ ras.) ἀπάντων Ο, ἀπάντων ἀνειμμένον ΑΒ (ει in ras. Α)
<lb/>8 δεσμός Mang.: δεσμῶν Pap, δεσπότης codd.
<lb/>9 διαλυτὰ ὄντα scripsi: ἃ διαλύεται G (sed ἃ supra scr. G2), διαλύοντα ceteri et Pap αὐτῶν OAB ὁ δὴ] ὦ δὴ H, οδεδε Pap, ὁ δὲ Mang.
<lb/>12 τυγχάνω vel ἐντυγχάνω <add>σοι</add> Cohn
<lb/>12 ἐθέσπισας OAB (Pap)?: θεσπίσας G1H1P, ὁ θεσπίσας G2H2
<lb/>13 εδωκας Pap: δέδωκας codd. ἡνίκα om. Α1Β, ἃ Α2
<lb/>14 φθεγξ(ασθαι) Pap: φθέγγεσθαι codd. ἀπεραμμένον Pap OB διήνοιξας OAB ἐπιπλέον codd.: επιπλειστον Pap
<lb/>15 ἀρθρώσας G Χρήμων Pap
<lb/>16 ἐκεῖνον om. OAB σε om. G 
<lb/>17 λαλήσειν] ποιῆσαι OAB λόγον ABG1, λόγων G2
<lb/>18 ἀγαθῶν H τελεώτερον Pap: τελειότερον codd.
<lb/>20 alterum καὶ] τε καὶ OAB 20.
<lb/>21 νομίζουσιν coni. Mang.
<lb/>21 alterum σὺ om. Pap 21.
<lb/>22 tertium σὺ ἡ — παρρησία om. Pap 
<lb/>22 περιουσία coni. Mang. αναι(ρε)τος Pap πλοῦτος] κλῆρος Pap</note> <note xml:lang="mul" type="footnote">8.
<lb/>9 Platonis Tim. p.
<lb/>41 Α.</note>  

<pb n="v.3.p.8"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="28"><p><milestone unit="altref" n="7"/> διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην
 συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="29"><p>τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν "γῆν καὶ τέφραν" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν
 ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="30"><p>"ἐγγίσας" γάρ φησιν "Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν

 ἔγνωκεν. τὸ δὲ "τί μοι δώσεις;" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="31"><p>"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν



<pb n="v.3.p.9"/>
ἀπαντλουμένων ἀνομβροῦσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="32"><p>σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας·
εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ
καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης,
<lb n="5"/> ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="33"><p>διὸ πεύσομαι „τί μοι δώσεις“  ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι  <milestone unit="altpage2" n="p. 478 M."/> δυνατὸν
ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς
ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="34"><p>ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ
<lb n="10"/> ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον
καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι
καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος
ἀνεγεῖρον μετεωρίσαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="35"><p>τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα
<lb n="15"/> τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="36"><p>ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ
χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι
καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως.
ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ
<lb n="20"/> φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="37"><p>ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς
ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνομβροῦσαι Pap: ἀναβρύουσαι codd. ἀίει Pap: ἀεὶ codd. πλημυροντα Pap
<lb/>2 σῶν om. OAB
<lb/>4 οὑν scripsi: οὐ Pap GHP, γὰρ OAB
<lb/>5 οὐ κατά μέτρον HP αμετρον Pap επιρροιης Pap ὁ θνητὴ φύσις OAB δύνατον Pap: δύνατον GHP, ἀδύνατος OAB
<lb/>7 γὰρ] γοῦν Mang. λοιπὸν Pap GH2: om. ceteri μαθεῖν scripsi: μαυειν Pap, σχεῖν H2, om. ceteri τε καὶ] τέκνον OAB τοῦτο Pap ἐστὶ codd.
<lb/>8 ευεργησιων (sic) Pap: ἔργων codd. καὶ seclusi, aut scrib. καὶ <add>χαρίτων</add> η Pap: codd. 10.
<lb/>11 πολυχρόνιον GHP
<lb/>11 λαβέσθαι G
<lb/>12 ἐχυρωτάτας ἀποτεῖναι εἰς τὸ κάτω conicio ἐχυρότητος Pap G: ὁχυρότατος Β, ὀχυρότητος ceteri ἕνεκ’ ΑΒΗP ἀποτεῖναι ΑΒΒP Pap(?): ποτ’ εἶναι G, ἀποκτεῖναι Ο 
<lb/>13 ἀνεγεῖρον scripsi: ἀνεγείρων Pap GHP, ἀνεγείρω OAB ἀρετὴν] ψυχὴν coni. Mang. βαίνειν μέν] βαίνειν HP, καὶ νῦν G
<lb/>15 διαμένῃ Pap: διαμένει G, διαμένοι ceteri ἄτεκνον] ἄπαιδα OAB σπείραν Pap οἶδ’ ὅτι HP (ὅτι del. P)G1(?): ὄιδα ὅτι Pap, ὁ ἰδιώτης G2, οἶδα OAB
<lb/>16 φέρων] σπείρων coni. Mang. ἐπεὶ καὶ] καὶ ἔπι Pap
<lb/>17 ἐξαιρέτων Pap στηρωθηναι Pap
<lb/>18 ἀτονῆσαι G2
<lb/>19 ἐμαυτῶι Pap, ἑαυτοῦ O, <add>ἐν</add> ἐμαυτῷ 
<lb/>20 καλοῦ] λοῦ in ras. Η2, κακοῦ Β, κακῶς O περιιδὼν Pap ἱκέτις Η 
<lb/>21 τὸ] τὰ G</note>  

<pb n="v.3.p.10"/>
 ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="38"><p>ζῆλον καὶ τοῖς ἀσκητικοῖς
ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’
ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν
παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι
καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων <lb n="5"/>
 εὐπαράδεκτοι χαρακτήρων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="39"><p>δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ
τῆς οἰκογενοῦς μου“ τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν.
ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ
ἐλπίζω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="40"><p><milestone unit="altref" n="8"/> Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. <lb n="10"/>
ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει
τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον
καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν
 ἐμφαίνειν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>