<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:157-172</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1:157-172</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="157"><p> ἰδέαις καταχρησαμένου τοῦ πεποιηκότος. <milestone unit="altref" n="32"/> „κατὰ γὰρ τὸν μικρὸν
καὶ κατὰ τὸν μέγαν,“ ὥς φησι Μωυσῆς, ἔκρινε (Deut. 1, 17) γεννῶν
καὶ σχηματίζων ἕκαστα, μήτε δι’ ἀφάνειαν ὕλης ὑφελών τι τοῦ <lb n="15"/>
 τεχνικοῦ μήτε διὰ λαμπρότητα προσθείς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="158"><p>ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν
εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ
εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες
τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν
ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ <lb n="20"/>
 τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="159"><p>τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις
παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ
ἐν ἱεραῖς γραφαῖς λέγεται· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ
ἰδοὺ καλὰ λίαν“ (Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου
 παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="160"><p>ἐπῄνεσε δὲ ὁ θεὸς οὐ τὴν <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 αἰετῶι Pap μυρμικα Pap
<lb/>2 ψυχῆι Pap πάθη Pap: πάλιν codd. τε] τε εἶναι ΑΒ 2.3 δὲ καὶ Pap: δὲ codd.
<lb/>3 οσα Pap: ὅσα ἡ codd. χώρει Pap: χειρὶ GHP1, ἔχει δὴ ABP2 τὰ πάντα codd.
<lb/>4 αναλογια Pap ὁ κατιδόντες ἑκάτερον ὡς ἐκ ΑΒ τοῦ σώματος H1P
<lb/>7 λογικοῦ P τόν videtur omisisse Pap 
<lb/>8 ἔφασαν, μέγαν δ’ ἄνθρωπον transpos. ΑΒ ταῦτ’ AB δὲ Pap, om. ΑΒ 
<lb/>10 ανεσιν Pap (Turn.): ἀνάτασιν APH, ἀνάστασιν BG
<lb/>11 δὲ] δὴ Pap
<lb/>12 πρός] προ Pap
<lb/>14 κατὰ om. ΑΒ Μωσῆς ABG
<lb/>15 σχημάτων G ὑφελόντι Α1
<lb/>16 τεχνίτου Β μήτε Pap H2: καὶ μήτε ceteri καὶ om. V
<lb/>18 ἐπαινετῶς Pap, mg. P: πολυτελῶς ceteri
<lb/>19 εὐτελεστάταις L2 in mg. οὐσίαις] ὕλαις coni. Mang.
<lb/>20 βουληθεντες Pap (Mang.): βουληθέντας codd.
<lb/>21 ἐπανορθῶσαι conicio
<lb/>22 αὐτῆς] αὐτοῦ v
<lb/>23 τὰ Pap v: om. codd. ὅσα] ἃ G ἐποίησε HP
<lb/>24 καλα λειαν Pap: ἀγαθὰ πάντα ΑΒ, ἀγαθὰ σφόδρα GHP τοῦ om. GHP
<lb/>25 επηινεσεν Pap οὐ om. GHP</note>  

<pb n="v.3.p.37"/>
δημιουργηθεῖσαν ὕλην, τὴν ἄψυχον καὶ πλημμελῆ καὶ διαλυτήν, ἔτι δὲ
φθαρτὴν ἐξ ἑαυτῆς ἀνώμαλόν τε καὶ ἄνισον, ἀλλὰ τὰ ἑαυτοῦ τεχνικὰ
ἔργα κατὰ μίαν ἴσην καὶ ὁμαλὴν δύναμιν καὶ ἐπιστήμην ὁμοίαν καὶ τὴν
αὐτὴν ἀποτελεσθέντα. παρὸ καὶ τοῖς τῆς ἀναλογίας κανόσιν ἴσα καὶ
<lb n="5"/> ὅμοια πάντα πᾶσιν ἐνομίσθη κατὰ τὸν τῆς τέχνης καὶ ἐπιστήμης λόγον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="161"><p><milestone unit="altref" n="33"/> ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό
που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ
πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="162"><p><lb n="10"/>ἀνισότης δὲ τοὺς διδύμους πολέμους ἔτεκε, τόν τε ξενικὸν καὶ τὸν ἐμφύλιον, ὡς ἔμπαλιν εἰρήνην ἰσότης. τὰ δ’ ἐγκώμια δικαιοσύνης
καὶ τοὺς ψόγους ἀδικίας ἐναργέστατα διασυνίστησιν, ὅταν λέγῃ·
„οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις, ἐν σταθμοῖς, ἐν ζυγοῖς·
ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ μέτρα δίκαια καὶ χοῦς δίκαιος ἔσται
<lb n="15"/> ὑμῖν“ (Lev. 19,35. 36), καὶ ἐν Ἐπινομίδι „οὐκ ἔσται ἐν μαρσίππῳ σου
στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου
μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον
ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου
δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα κυρίῳ πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν
<lb n="20"/> ἄδικα“ (Deut. 25,13—16).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="163"><p>οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν
 δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος  <milestone unit="altpage2" n="p. 496 M."/> ἀπὸ τῆς
<note xml:lang="mul" type="footnote"><lb/>1 διαλυτὴν Pap: διάλυτον codd. 4.
<lb/>5 καὶ ὅμοια om. ΑΒ
<lb/>5 παντάπασιν ABHP ὁ δὲ Pap AB: τε ceteri καὶ εἰ ΑΒ Μωσῆς codd. 
<lb/>7 μὲν Pap HP1: μὲν αὐτὴν G, μὲν αὐτός ABP2 αει Pap: orn. codd. δικαιοσύνην, ἦς Pap: δικαιοσύνης codd. post ἴδιον add. ὀνομάζων ABP2 καὶ ὡς ΑΒ
<lb/>8 που om. Pap 8.
<lb/>9 καὶ πράγματα GHP1
<lb/>9 ἴσας Pap: om. codd. ἐχθίστης scripsi: ἐχθίστου Pap, αἰσχίστης codd.
<lb/>10 ἀνισότητος G 10.
<lb/>11 διδύμους—καὶ om. G
<lb/>10 ἔτεκεν Pap
<lb/>11 εἰρηνισότης G, εἰρήνη ἰσότητα P
<lb/>12 διατίθησιν ΑΒ
<lb/>13 ποιήσητε Pap GH1P αδικιαν Pap ζυγοῖς Pap G2: ζυγίοις ceteri
<lb/>14 σταθμὰ GH1P1 καὶ μετρα δίκαια Pap: om. codd. ἔσται δίκαιος H1P
<lb/>15 μαρσιππίῳ GHP, μαρσιπίω ΑΒ 16.
<lb/>17 καὶ στάθμιον μέγα — μικρὸν· στάθμιον Pap: om. codd.
<lb/>17 post ἀληθινὸν add. δέ ΑΒ
<lb/>18 σοι om., addunt οὐχὶ δέ καὶ add. AB) στάθμιον μέγα καὶ μικρὸν codd. ινα — γης Pap: ἶνα πληθυνθῶσιν αἱ ἡμέραι σου ἐπὶ τῆς χθονός codd. ἦς Pap: ἣν codd. σου om. codd.
<lb/>19 ὲν κλήρωι Pap: κληροδοσίαν codd. ταῦτα] τά Η2 alterum πᾶς ποιῶν om. HP
<lb/>20 ἀδικίαν G, ἄδικον conicio 20.
<lb/>21 βδελυπεται καὶ μεμεισηκεν Pap: μεμίσηκε καὶ βδελύττεται codd. 
<lb/>21 ἰσότητα] ἰσότητος καὶ ΑΒ τὴν Pap: om. codd.
<lb/>22 τροφὴν PH1 ἀποδέχεται ὁ νομοθέτης ΑΒ ουκ Pap: om. codd.</note>  

<pb n="v.3.p.38"/>
τοῦ παντὸς οὐρανοῦ γενέσεως; „διεχώρισε“ γάρ φησιν „ὁ θεὸς ἀνὰ μέσον
τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ
φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα“ (Gen. 1, 4. 5)· ἡμέραν γὰρ
καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="164"><p>διεῖλεν ἰσότης καὶ
τὸν ἄνθρωπον εἰς ἄνδρα καὶ γυναῖκα, δύο τμήματα, ἄνισα μὲν ταῖς <lb n="5"/>
ῥώμαις, πρὸς ὃ δὲ ἔσπευσεν ἡ φύσις, τρίτου τινὸς ὁμοίου γένεσιν, ἰσαίτατα.
„ἐποίησε“ γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ
ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν“ οὐκέτ’ αὐτόν, ἀλλ’ „αὐτοὺς“
ἐπιφέρει πληθυντικῶς (Gen. 1, 27), ἐφαρμόττων τὰ εἴδη τῷ γένει διαιρεθέντα,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="165"><p> ὡς εἶπον, ἰσότητι. <milestone unit="altref" n="34"/> ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ <lb n="10"/>
ἔαρ ἀνέγραψε (Gen. 8,22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας.
αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι
γεγόνασιν (Gen. 1,5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου
δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς
 μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="166"><p>τὰς δὲ τοῦ ὄντος πρώτας δυνάμεις, <lb n="15"/>
τήν τε χαριστικήν, καθ’ ἣν ἐκοσμοπλάστει, ἣ προσαγορεύεται θεός, καὶ
τὴν κολαστικήν, καθ’ ἣν ἄρχει καὶ ἐπιστατεῖ τοῦ γενομένου, ἣ προσονομάζεται
κύριος, ὑπ’ αὐτοῦ φησιν ἑστῶτος ἐπάνω μέσου διαστέλλεσθαι·
"λαλήσω γάρ σοι“ φησίν „ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δυεῖν
Χερουβίμ“ (Exod. 25, 21), ἵν’ ἐπιδείξῃ ὅτι αἱ πρεσβύταται τοῦ ὄντος <lb n="20"/>
δυνάμεις ἰσάζουσιν, ἥ τε δωρητικὴ καὶ κολαστήριος, αὐτῷ τομεῖ χρώμεναι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="167"><p><milestone unit="altref" n="35"/> τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει
<note xml:lang="mul" type="footnote"><lb/>1 γενέσεως οὐρανοῦ ΑΒ διεχώρισεν γὰρ Pap: καὶ διεχώρισε GH2, καὶ διεχώρισε γάρ ceteri ὁ θεὸς Pap: om. codd.
<lb/>4 τὸ σκότος codd. ἰσότητος Pap ἔταξεν Pap <add>ἐν</add> τοῖς conicio οὖσιν Pap ὁ τρίτην τὴν ὡς ὁμοιογενέσιν ΑΒ 6.
<lb/>7 ἰσαίτατα scripsi: ἰσότατα Pap, ἰσότητα codd., ἰσώτατα v
<lb/>7 ἐποίησεν Pap Β 
<lb/>8 ἄρσεν Pap Α: ἄρρεν ceteri οὐκέτι codd.
<lb/>9 post γένει add. καὶ ΑΒ                                                ὁ 
<lb/>11 αιτησιους Pap πάλι Pap
<lb/>13 πρὸ P, πρ Η αἰῶνας καὶ χρόνους Pap 
<lb/>14 ἀνατέθεικεν Pap χρονου Pap
<lb/>15 εστιν Pap δὲ Pap: δύο codd., δὲ δύο Mang.
<lb/>16 εκοσμοπλαττειν Pap ᾗ v, item lin.
<lb/>17 προσαγορεύεται Pap: προσηγόρευται codd. θεός Pap ΑΒ: κύριος GHP
<lb/>18 κύριος Pap ΑΒ: θεός GHP μέσον ΑΒ διαστέλλεται G
<lb/>19 σοι γὰρ Pap μέσου L δυοῖν codd.
<lb/>20 χαιρουβειν Pap ἵνα G πρεσβύτατοι ΑΒ
<lb/>21 ἡ κολστήριος AB, κολαστηρίοις G ὀνομάζειν Pap</note> <note xml:lang="lat" type="footnote"><lb/>15 cf. Platonis Tim. p.
<lb/>37 D (vol. II 63, 11).</note>  

<pb n="v.3.p.39"/>
πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ,
ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ
θεσμοθέτου μόνου; „αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ
γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί„ (Exod. 32, 16).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="168"><p>καὶ μὴν <lb n="5"/> τῶν ἐν αὐταῖς δέκα λόγων, οἳ κυρίως εἰσὶ θεσμοί, διαίρεσις ἴση γέγονεν
εἰς πεντάδας, ὧν ἡ μὲν προτέρα τὰ πρὸς θεὸν δίκαια, ἡ δὲ ἑτέρα τὰ
πρὸς ἀνθρώπους περιέχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="169"><p>τῶν μὲν οὖν πρὸς θεὸν δικαίων πρῶτός ἐστι θεσμὸς ὁ ἐναντιούμενος τῇ πολυθέῳ δόξῃ, διδάσκων ὅτι μοναρχεῖται ὁ κόσμος· δεύτερος δὲ ὁ περὶ τοῦ μὴ θεοπλαστεῖν τὰ μὴ αἴτια
<lb n="10"/> γραφέων καὶ πλαστῶν ἐπιβούλοις τέχναις, αἷς Μωυσῆς ἐξήλασε τῆς
καθ’ αὑτὸν πολιτείας ἀίδιον φυγὴν ἐπ’ αὐταῖς ψηφισάμενος, ἵν’ ὁ μόνος
  καὶ  <milestone unit="altpage2" n="p. 497 M."/> πρὸς ἀλήθειαν τιμᾶται θεός·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="170"><p>τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, <add>οὐ τοῦ</add> ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν — ἄρρητον γὰρ τὸ ὄν —, ἀλλὰ τοῦ
ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ
<lb n="15"/> ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος,
ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως
πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="171"><p>καὶ γὰρ οὗτος ἱερὸς ἔχων τὴν ἀναφορὰν οὐκ ἐπ’ ἀνθρώπους, ἀλλ’ ἐπὶ τὸν σπορᾶς καὶ γενέσεως τοῖς ὅλοις αἴτιον, παρ’ ὃν μήτηρ τε καὶ πατὴρ γεννᾶν
<lb n="20"/> ἔδοξαν, οὐ γεννῶντες, ἀλλ’ ὄργανα γενέσεως ὄντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg015.opp-grc1" subtype="section" n="172"><p>μεθόριος δ’ ὁ θεσμὸς οὗτος ἐγράφη τῆς τε πρὸς εὐσέβειαν τεινούσης πεντάδος καὶ τῆς
ἀποτροπὰς τῶν πρὸς τοὺς ὁμοίους ἀδικημάτων περιεχούσης, ἐπειδήπερ
<note xml:lang="mul" type="footnote"><lb/>1 οὐ δύο scripsi: ouo’ Pap, δύο codd.
<lb/>2 παιδευθηνεται καὶ Pap
<lb/>3 μόνου Pap: om. codd. b ἀυταῖς Pap: ταύταις codd. εἰσιν Pap ὁ ἕτερα Pap: δευτέρα codd.
<lb/>8 εστιν Pap
<lb/>9 alt. ὁ Pap: om. codd.
<lb/>10 αἷς Pap : ἃς codd. Mouarj? codd. ἐξήλασεν Pap
<lb/>11 καθ’ αὐτὸν Pap: κατ’ αὐτὸν codd. αὐτοῖς codd. ποιησάμενος GIPP, ψήφῳ s. s. U- - ἴνα Pap
<lb/>12 ὁ Pap: om. codd.
<lb/>13 οὐ τοῦ addidi, -οὐχ ὃ Mang. ὃ οὐδ’ ἦλθεν Pap ΑΒ: ὁ οὐ διῆλθεν GP-, οὐχ διῆλθεν IP, διῆλθεν H^P’ τὸ ὂν Pap: τοὔνομα codd.
<lb/>14 διειρηδιείρηταί Pap (Mang.): ἀεί. εἴρηται codd.
<lb/>15 ὁ Pap: om. codd. ἀεὶ παρθένου ΑΒ 
<lb/>19 γενήσεως, γεννήσεως Β (Mang.)
<lb/>20 γεννήσεως Mang. 20.
<lb/>21 θεσμὸς Pap: yρησμὸς codd.
<lb/>21 ἐγράφη Pap: ἐτάγη codd. τε om. B τεινουτεινούσης Pap: τε ἴσης G, ἴσης HP, ἴσως ΑΒ, οὔσης v
<lb/>22 ἀποτροπῆς GHP, ἀποτροπὴν V τοὺς om. ΑΒ</note> <note xml:lang="mul" type="footnote">1.
<lb/>2 Clem. Alex. Strom. VI § 134 p. SOSP: δισσῶς (δισσαί?), ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαί (sic Sylburgius pro ἐντολαῖς), τῷ τε ἡγεμονικῷ τῷ τε ὑποκειμένῳ. 1-36 p. 809: εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολάς, τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ, .... ἀλλαχῇ εἴρηνται μηνύειν.</note>  

<pb n="v.3.p.40"/>
οἱ θνητοὶ γονεῖς τέλος εἰσὶν ἀθανάτων δυνάμεων, αἳ πάντα γεννῶσαι
κατὰ φύσιν ἐπέτρεψαν ὑστάτῳ καὶ τῷ θνητῷ γένει μιμησαμένῳ τὴν
περὶ τὸ γεννᾶν τέχνην σπείρειν· ἀρχὴ μὲν γὰρ γενέσεως ὁ θεός, τὸ
 δ’ ἔσχατον καὶ ἀτιμότατον, τὸ θνητὸν εἶδος, τέλος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>