<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:101-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1:101-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="101"><p> ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. <milestone unit="altref" n="18"/> διὰ τοῦτο καὶ ὁ
αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ <lb n="5"/>
αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου
τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ
πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως
ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, <lb n="10"/>
 τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="102"><p>ἐὰν
μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα
καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν
δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν
δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν,  <lb n="15"/>
 κεφαλῇ τε καὶ βάσεσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="103"><p>οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον
χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ“ (Exod.
28,32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ
ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν
ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ <lb n="20"/>
νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα,
 ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="104"><p>ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι
„ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα
πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ
αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα <lb n="25"/>
ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν
νοημάτων ἐμπνεόντων — ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —,
τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος
 χορευταῖς ἀπεικάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="105"><p>συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀπέρατον ΜΗ1Ρ: ἀπέραντον ΑΗ2 ἐπιχέουσα Α
<lb/>2 οὖν ΜΑ: γοῦν ΗΡ 
<lb/>4 χρησώμεθα Α ὁ Η2: om ceteri
<lb/>5 ἐπὶ τῶ Α
<lb/>7 ποιότητος Ρ 
<lb/>8 πρότερον μὲν] πρῶτον Η2 συνέσει σοι Α
<lb/>9 ὠνῆσαι Α
<lb/>12 ἐξετάσω Η
<lb/>16 κεφαλῆς Α
<lb/>21 ποιητῶν Ρ 23.
<lb/>24 ἵνα — ἅγια ΗΡ: om. MA
<lb/>24 καὶ ante ὄντως om. Η1Ρ εἰσιούσῃ τῇ ψυχῇ conicio αἱ Η2: om. ceteri
<lb/>25 ὠφελοῦμεν ΜΑ συνηχοῦσι Α
<lb/>27 ἀνακεκραμένων Μ(Η2): ἀνακεκρουμένων Α, ἀνακεκραμένον Η1, ἀνακεκραμμένον Ρ συνάδει ΜΑ 
<lb/>28 νοητῶν conicio ἐμπνεόμενα Η</note>  

<pb n="v.2.p.289"/>
καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν“ (Exod. 21, 10), τὰ τρία ταῦτα,
ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν.
τὰ μὲν οὖν δέοντα <add>τὰ</add> νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ
γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ
<lb n="5"/> βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια
καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ
φαίνηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="106"><p><milestone unit="altpage2" n="p. 453 Μ."/><milestone unit="altref" n="19"/> Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα
<lb n="10"/> ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν
εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας
ἐπάξιον τελεώτερον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="107"><p>„ἔσῃ“ γάρ φησιν „εὐλογητός“ (Gen. 12,2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ
φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="108"><p>ὥσπερ γὰρ <lb n="15"/> τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ
ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι,
τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως
ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ
ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον,
<lb n="20"/> κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς
ᾄδεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="109"><p><milestone unit="altref" n="20"/> Ταῦτα μὲν τὰ ἆθλα τῷ γενησομένῳ δωρεῖται σοφῷ· ἃ δὲ καὶ τοῖς ἄλλοις ἀπονέμει διὰ τὸν σοφόν, ἑξῆς ἴδωμεν· „εὐλογήσω“ φησί
„τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι“ (Gen.
<lb n="25"/> 12, 3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="110"><p>τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς
πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν
ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ
<note xml:lang="mul" type="footnote">2.
<lb/>3 προσνέμων Α
<lb/>3 τὰ addidi δεῖ καὶ ἃ χρὴ MA: χρὴ καὶ ἃ δεῖ HP 
<lb/>5 ἡ ante καθ’ om. Α ἑκάτερον M: ἕτερον Α, ἑκάτερα HP
<lb/>6 τοιαῦτα om. L 
<lb/>8 κατὰ τὸ εὐλογημένον αὐτὸν εἶναι coni. Mang.
<lb/>9 εντελεστέρα Α
<lb/>11 ante τοῦ add. μεῖζον Η2
<lb/>12 τελεώτερον ΜΑΗ1: τελεωτέρας H2P
<lb/>14 εὐλογητέον Α 
<lb/>15 κατὰ] καὶ κατὰ H1P 16.
<lb/>17 bis τὸ pro τὰ Mang. ex codice Coll. Nov. 143 
<lb/>18 ἐχυρώτερον M: ἐχυρότερον Α, ὀχυρώτερον ΗΡ τοῦ Mang.: τὸ codd.
<lb/>19 εἰς om. P δοξαζόμενον Mang.: διδασκόμενον codd. τὸ Mang.: τὸ codd. codd. 
<lb/>21 λέγεται conicio
<lb/>22 τὰ ἆθλα Mang.: τὰ ἐσθλὰ H2, ἐσθλὰ MAH1P
<lb/>24 prius σε om. H1P alterum σε om. P
<lb/>26 τὼ MPH1: ποῦ Η2, om. Α δὲ HP οὐ δι’ HP: οὐδ’ M, οὐκ Α
<lb/>28 ἐγκωμιαστὴς HP</note>  

<pb n="v.2.p.290"/>
οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν
γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι
 ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="111"><p>τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ
μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες,
οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ <lb n="5"/>
καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="112"><p>φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ
φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας
ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων
 ἐπᾴδωσι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="113"><p>τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν <lb n="10"/>
ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num.
23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα,
Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ
σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="114"><p>τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι <lb n="15"/>
κακὸν κακῶν, ἀρὰς <milestone unit="altpage1" n="p. 454 Μ."/>  μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ,
εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας
προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός,
τὰ δ’ ἐννοούμενα — φαυλότερα γὰρ ἦν — ἔτικτεν ἡ μισάρετος διάνοια.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="115"><p>μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε“ φησίν <lb n="20"/>
„ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας
εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων
εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν
ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον
ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν· <lb n="25"/>
ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="116"><p>φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε
τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων,
νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι
<note xml:lang="mul" type="footnote"><lb/>1 λεγόντων] λόγων P1
<lb/>2 ὥστε HP οὔτ’ Α δοκεῖεν H 
<lb/>3 εἴδει Mang. : ἴδιον codd.
<lb/>4 νύκτα HP
<lb/>6 συναίροντες Α
<lb/>9 ὄντας 2 οὕτως ceteri
<lb/>10 μάταιος ι coni. Mang.
<lb/>13 alt. καὶ secl. 
<lb/>14 κέχρηται PH1, κέκληται Η2 δέ scripsi: δ’ codd. εὐλογεῖν Mang. : εὐλογῶν Α, εὔλογον MHP
<lb/>15 μάντιν scripsi: μάτην MAPH1, μηνυτὴν H2 
<lb/>16 κακὸν] καὶ (postea del.) H, om. L θέμενον χαλεπωτάτας om. Α in lac. θέμενοι M
<lb/>17 εὐχὰς] εὐλογίας coni. Mang.
<lb/>18 ὑπήχει Turn. : ὑπήχει HP, ὐφηχεῖ M, ὑφηγῇ Α
<lb/>21 ἀλλὰ M ἔστρεψε P: ἔτρεψε H, ἐπὶ Α, om. M 
<lb/>23 ᾦ] ἁ Α
<lb/>25 6
<lb/>11 A: om. HP
<lb/>29 νομοθετῶν conicio</note>  

<pb n="v.2.p.291"/>
τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ
ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ
ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ
κακονοεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="117"><p>μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς <lb n="5"/> βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω
μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν
λεχθέντων δοκιμάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="118"><p><milestone unit="altref" n="21"/> Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ
<lb n="10"/> τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος
φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι
„ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3).
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="119"><p>ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις
<lb n="15"/> χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν
ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν
μεταχαράττονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg014.opp-grc1" subtype="section" n="120"><p>ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης
ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ
<lb n="20"/> θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ
τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>