<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="21"><p><milestone unit="altref" n="7"/> τίς οὖν ἡ τῶν ἑκουσίων <lb n="20"/> κακῶν συμφωνία, πάλιν ἐν μέρει σκοπῶμεν· τριμεροῦς ἡμῶν τῆς ψυχῆς
ὑπαρχούσης τὸ μὲν νοῦς καὶ λόγος, τὸ δὲ θυμός, τὸ δὲ ἐπιθυμία κεκληρῶσθαι λέγεται. κηραίνει δὲ καθ’ αὑτό τε ἕκαστον ἰδίᾳ καὶ πρὸς ἄλληλα
πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι
τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παραφόρους
<lb n="25"/>  λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ
νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ
πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="22"><p>τότε γὰρ ὥσπερ ἐν σκάφει
<note xml:lang="mul" type="footnote"><lb/>1 ἄλλης βαρείας HP
<lb/>2 ἀνακραθῇ coni. Cohn
<lb/>3 ἱκανῶς GF ἀναστρέψαι PL
<lb/>4 ἑνὶ GF: ἔνι HP, ἐνῇ V
<lb/>5 ἐπιθῆται scripsi: ἐπιθεῖναι codd. σώμτος P: σώματα GFH τὰ ante ψυχῆς om. GF
<lb/>7 εὐδοξίαι P (ι vid. add. man. 2) v 7.
<lb/>8 τιμαῖς ὠθοῦντες G
<lb/>8 αὐτὸ εἰς G
<lb/>10 ἀκοὴ καὶ ὄψις coui. Maug. ὄψις P 10.
<lb/>11 τὸ ξύμπαν Η
<lb/>11 αἰσθήσεων coui. Mang.
<lb/>12 ὅς παρεκστῶσι HP εὐεργἐσιν GF οἴκοις GF: ὅρκοις HP, ὅροις V
<lb/>13 ἐνδιαιτώμενος Maug.: διαιτώμενος codd.
<lb/>14 post λεωφόρους add. καὶ Mang.
<lb/>17 κατακρημνησ̓ηναι,(tH ἐμέλησε GF 
<lb/>18 τῶν add. Mang.
<lb/>20 τῆς ψυχῆς bis habet F 21.
<lb/>22 συγκεκληρῶσθαι G
<lb/>22 τε om. v καὶ bis habet H
<lb/>24 τὰς om. HP 
<lb/>25 ὠδίνει] ὀδύνη G 2G νηπιότητος GF: νεότητος HP
<lb/>27 προσιπτάμνος G ἄε] τὸ G</note>  

<pb n="v.2.p.234"/>
ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ’ ἀπωλείᾳ
τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα
συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάντων τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν
πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ <lb n="5"/>
καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος
 ἐφ’ ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="23"><p>τοῦ παθήματος τούτου
<add>σύμβολον</add> ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι,
τῶν τε ἀπ’ οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χειμάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν <lb n="10"/>
ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ
εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ
 δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="24"><p>„ἰδὼν„
γάρ φησι „κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων
ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ <lb n="15"/>
πάσας τὰς ἡμέρας„ ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν
περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων
θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5 — 7)·
 ἡ δὲ τιμωρία κατακλυσμός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="25"><p>ἦν γὰρ ἔφεσις ἁμαρτημάτων καὶ πολλὴ
τοῦ ἀδικεῖν μηδενὸς κωλύοντος φορά, ἀλλὰ προσαναρρηγνυμένων ἀδεῶς <lb n="20"/>
ἁπάντων εἰς χορηγίας ἀφθόνους τοῖς πρὸς τὰς ἀπολαύσεις ἑτοιμοτάτοις,
καὶ μήποτ’ εἰκότως· οὐ γὰρ ἕν τι μέρος διέφθαρτο τῆς ψυχῆς, ἵνα τοῖς
ἄλλοις ὑγιαίνουσι σῴζεσθαι δύναιτο, ἀλλ’ οὐδὲν ἄνοσον οὐδὲ ἀδιάφθαρτον
αὐτῆς κατελείπετο· <milestone unit="altpage1" n="p. 409 M."/>  ἰδὼν γὰρ ὅτι πᾶς τις, φησί, διανοεῖται [πᾶς]
λογισμός, οὐχὶ μόνος εἷς, τὴν ἁρμόττουσαν ὁ ἀδέκαστος δικαστὴς  <lb n="25"/>
 ἐπήγαγε τιμωρίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="26"><p><milestone unit="altref" n="8"/> οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες
τὸ κακιῶν <add>καὶ</add> παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον
<note xml:lang="mul" type="footnote"><lb/>2 συμφρονησάντων F: συμφωνησάντων GIIP αὐτῇ νηὶ scripsi: αὐτὴν ^ G, αὐτὴν ἢ F, αὐτὴ HP ἧπον coui. Mang. o κακὸν GF
<lb/>4 συνέργεια II b συμφορὰ HP; φορά GF, φθορᾶ̣ conit io
<lb/>8 σύμβολον (vel σημεῖον) aciil. Mans:.
<lb/>9 τῶν post οὐρανe add. G λαὐρω F
<lb/>12 ἀναμιγνύμενα IIPL’: ἅμα μιγνύμενα GFL-
<lb/>13 δεδεμ νον G στρόβοι F
<lb/>16 νοῦν] νῦν Turn.
<lb/>17 ἀτιθάσσων F
<lb/>18 ἡδικlιMι F: ἡδίκειGΗP 1!) ydp om. GF
<lb/>22 μἡποτ’H:ρήποτ’ οὐκGFP,μἡποτ'οὐκα;.εικότως conicio 23.
<lb/>24 δύναιτο—ὅτι om. F
<lb/>23 ἀδιάφθορον coni. Manff. 
<lb/>24 κατελίπετο G, κατελέλειπτο conicio πᾶς sechisi (oui. v) vel scrib. τά πονηβ 
<lb/>25 λογισμὸς ἡμ͂ν νοσεῖ τὴν F
<lb/>28 κακίστων P, eorr. in rag. καὶ add. Mang. ἁλμυράς F φἐρων GF</note>  

<pb n="v.2.p.235"/>
ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων
οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι
συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„
(Gen. 14, 3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="27"><p>ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς  <lb n="5"/> διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου
ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς
περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς
καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν
μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν
<lb n="10"/> ἐγνωκότα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="28"><p>οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, „πᾶς δ’", ὥς φησιν, „ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται„ (Gen. 19, 4) κατὰ
τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="29"><p><milestone unit="altref" n="9"/> ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς
<lb n="15"/> βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα
καὶ ποταμοῦ τρόπον πλημμύροντες· „ἰδοὺ„ γάρ φησιν „ὁ τῆς Αἰγύπτου
βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ
χεῖλος τοῦ ποταμοῦ„ (Exod. 7, 15).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="30"><p>οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται·
<lb n="20"/> ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ
συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· εἴρηται γὰρ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ„</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="31"><p>(Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ
<lb n="25"/> παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ <add>φησιν</add> „ὑπαντιάζων„· καίτοι τὸ
μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="32"><p>λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον
<note xml:lang="mul" type="footnote"><lb/>2 καθαιρεῖ Mang. : καθαίρει codd. o ἁλικὴν G
<lb/>5 ὀξυδορκεῖν G Σοδομῖται G ἀπὸ] ἐπὶ G
<lb/>7 αὐτὴ FHP: αὐτὴ G, αὐτῆς Mang. φρουρἀς F
<lb/>8 tertium καὶ oin. HP μηδενὸς
<lb/>10 ἐγνωκότος v V2 θείων καὶ ἱερῶν scripsi: θείων ἔργων καὶ codd. καὶ λόγων om. F καλεῖν GF: 9 , καθελεῖν P
<lb/>13 θεότροπος HPL1  θράσει om. GF
<lb/>15 post οἰκεῖα add. βὑματα Mang.
<lb/>16 πλημμυροῦντες conicio
<lb/>17 στήσῃ F: στήσῃς G, στῆθι IIP 
<lb/>18 τοῦ ποταμοῦ Οἴῃ HP
<lb/>19 ante ἀθρόων add. καὶ v
<lb/>23 ἀβεβαίου — ἀκοδυσάμένος om. G ’2\ post διάθεσιν add. καὶ HP ἔστω G "25 φησιν addidi καίτοι codd. : καὶ v
<lb/>29 γαληνιάσαι HP: γαληνίσαι GF</note>  

<pb n="v.2.p.236"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="33"><p> χειροποιήτῳ χειμῶνι κυμαίνουσιν. <milestone unit="altref" n="10"/> εὖ μέντοι γε ἔχει παρὰ <milestone unit="altpage1" n="p. 410 M."/>  τὸ
χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν
ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου
 ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="34"><p>λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν <lb n="5"/>
καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν
 ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="35"><p>ὅταν μέντοι
πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων
ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς
 ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="36"><p>„εἶδε" γάρ φησιν <lb n="10"/>
„Ἰσραὴλ τοὺς Αἰγυπτίους„ οὐχ ἑτέρωθι „τεθνεῶτας„ ἀλλὰ παρὰ „τὸ
χεῖλος τοῦ ποταμοῦ„ (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν,
οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων
 ὀργάνων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="37"><p>λόγου δὲ θάνατός ἐστιν ἡσυχία, οὐχ ἣν οἱ ἐπιεικέστεροι  <lb n="15"/>
ποιούμενοι σύμβολον αἰδοῦς μετέρχονται — δύναμις γὰρ καὶ ἥδε ἐστὶν ἀδελφὴ
τῆς ἐν τῷ λέγειν ταμιευομένη μέχρι καιροῦ τὰ λεκτέα —, ἀλλ’ ἣν οἱ
ἐξησθενηκότες καὶ ἀπειρηκότες διὰ τὴν τῶν ἐναντίων ἰσχὺν ὑπομένουσιν
 ἄκοντες λαβὴν οὐδεμίαν ἔθ’ εὑρίσκοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="38"><p>ὧν τε γὰρ ἂν ἐφάψωνται,
διαρρεῖ, καὶ οἷς ἂν ἐπιβῶσιν, οὐχ ὑπομένει, ὡς πρὶν ἢ στῆναι πίπτειν <lb n="20"/>
ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον
αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς
ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ
πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· <add>ὥστε</add> ἀντὶ μὲν ποδῶν <lb n="25"/>
χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’
ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι.
<note xml:lang="mul" type="footnote"><lb/>1 χειροποιείτω F
<lb/>2 ἐναντίωσιν] συνάντησιν coui. Jlang.
<lb/>4 προέρχεσθαι conicio 4.
<lb/>5 φιλοπαθεῖς Mang.: φιλομαθεῖς codd.
<lb/>5 ἀδοκίμων Turn.: δοκίμων codd. ὁ τούτων GF: ψευδῶν IIP καὶ om. G
<lb/>7 ἀψευδῶς scripsi : ἀψευδῶν GIIP, ψευδῶν F
<lb/>8 κάλον G
<lb/>9 ἀπώλονται G 
<lb/>10 εὐμελῶς HP ἄσατε (r
<lb/>12 τοῦ ποταμ(υ] τῆς θαλάσσης conicio 
<lb/>13 φοράν IIP
<lb/>14 ἐχθρῶν τε διὰ G
<lb/>17 ταμιευομένης G, ταμιευοdνοις F 
<lb/>19 λαβὴν Turn. : βλάβην codd. ἄν Richter: ἐὰν codd. "20 ἂν IIP: iav GF
<lb/>21 ἐ̔λιγξ II ὑδρηλδν IIP μέσου G
<lb/>22 αὐτὸ G: αὐτῶ F, αὐτῶν IIP, αὐτῆς v βασμοί GF
<lb/>24 πλησίον] ποσὶν couicio ἐχυροῦ ora. F τινὸς ἐχυροῦ transpos. G οὗ Turn.: ὡς GF*,
<lb/>8 EP 
<lb/>25 αὐτοῦ Turn. ὥστε addidi μέν GF: μὲν γὰρ HP χειρῶν δὲ F 
<lb/>26 χρῆσθαι GFII: χρῆται Pv
<lb/>27 πράττειν G</note>  

<pb n="v.2.p.237"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="39"><p><milestone unit="altref" n="11"/> πολλοὶ δ’ οὐ δυνάμενοι τὰς πιθανὰς τῶν σοφιστῶν εὑρέσεις ἀνὰ κράτος ἑλεῖν τῷ μὴ σφόδρα περὶ λόγους διὰ τὴν ἐν τοῖς ἔργοις συνεχῆ
μελέτην γεγυμνάσθαι κατέφυγον ἐπὶ τὴν τοῦ μόνου σοφοῦ συμμαχίαν
καὶ βοηθὸν αὐτὸν ἱκέτευσαν γενέσθαι· καθὰ καὶ τῶν Μωυσέως γνωρίμων
<lb n="5"/> τις ἐν ὕμνοις εὐχόμενος εἶπεν· „ἄλαλα γενέσθω τὰ χείλη τὰ δόλια„
(Psalm. 30, 19).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg013.opp-grc1" subtype="section" n="40"><p>πῶς δ’ ἂν ἡσυχάσαι, εἰ μὴ πρὸς μόνου τοῦ καὶ τὸν λόγον αὐτὸν ἔχοντος ὑπήκοον ἐπιστομισθείη; τὰς μὲν οὖν εἰς τὸ ἁμαρτάνειν συνόδους ἀμεταστρεπτὶ φευκτέον, τὸ δὲ ἔνσπονδον πρὸς τοὺς φρονήσεως καὶ  <milestone unit="altpage2" n="p. 411 M."/> ἐπιστήμης ἑταίρους βεβαιωτέον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>