<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="61"><p>δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται
„δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“
 (Lev. 16,8),  <milestone unit="altpage2" n="p. 339 M."/> διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων
<lb n="25"/> μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν
<note xml:lang="mul" type="footnote"><lb/>1 προέρχονται coni. Mang.
<lb/>6 τὰς addidi
<lb/>8 εἰληφότος MF
<lb/>9 ὁ scripsi: ὃς MGUF, ὡς H
<lb/>10 δ’ M
<lb/>11 ἰθυτενῶς U οὐ διὰ MUF: καὶ διὰ GH 12.
<lb/>13 τοῖς πρεσβυτέροις MU
<lb/>13 ὅτι MF διεμέριζεν MGF: διεμέρισεν UH, διεμέλησεν L ἔθνη om. M
<lb/>15 μερὶς ὁ λαὸς M, μερὶς καὶ λαὸς F αὐτοῦ <add>Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ</add> suppleo 18 coni. Mang. ἀνασυναχθῆναι καὶ ἐπισκεδασθῆναι U μὴ post alterum καὶ add. Mang. ἐπισυνεχθῆναι M, ἐπισυγχυθῆναι coni. Cohn, μηκέτι συναχθῆναι conicio δὲ MGUF : τε H
<lb/>19 γενέσθαι scripsi: ἐγγενέσθαι codd. δυνάμενον conicio
<lb/>20 διαρτήσεως F: διαρτύσεως ML2, διαρτίσεως U, διαστάσεως GHL1
<lb/>22 διείρηται G1FH: εἴρηται M, διήρηται U, δὴ εἴρηται G2
<lb/>24 διττὸν] διά τὸν G ὁ om. UF ἀποσεμνύνων μὲν scripsi: ἀποσεμνυνόμενον MGUF, ἀποσεμνύνων H 2.3 τὸ] τὸν F τιμὴν seclusi αὑτῶ H2 ἀποκληρώσεται M, προσκληρωθήσεται conicio γένεσιν Mang.: γενέσει codd.; fort. sciibendum: ὁ ἀπονέμων μὲν οὑν τῷ αἰτίῳ τιμὴν . . . ., ὁ δὲ γενέσει</note>  

<pb n="v.2.p.146"/>
φυγαδευθήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="62"><p> βέβηλα καὶ βάραθρα ἐμπίπτων. <milestone unit="altref" n="15"/> τοσαύτῃ μέντοι τῇ <add>τοῦ</add> θεοφιλοῦς
περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς
θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ
δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ <lb n="5"/>
 καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="63"><p>φυλὴν γὰρ ὅλην
πρόσφυγα καὶ ἱκέτιν αὐτοῦ λῆξιν μὲν τῆς χώρας, καθάπερ τὰς ἄλλας
ἕνδεκα, οὐκ ἠξίωσε νείμασθαι, γέρας δὲ ἐξαίρετον λαβεῖν ἱερωσύνην, οὐκ
ἐπίγειον, ἀλλ’ ὀλύμπιον κτῆμα· „οὐ γὰρ ἔσται“ φησί „τῇ φυλῇ Λευὶ
μερὶς οὐδὲ κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὅτι κύριος αὐτὸς κλῆρος αὐτῶν“ <lb n="10"/>
(Deut. 10, 9). καὶ ἐκ προσώπου μέντοι τοῦ θεοῦ διὰ τῶν χρησμῶν
ᾄδεται τὸν τρόπον τοῦτον· „ἐγὼ μερίς σου καὶ κληροδοσία“ (Num. 18,
 20)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="64"><p>τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέσεως
ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελήλυθεν,
ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι <lb n="15"/>
μόνος ἐστὶν ὁ θεός“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος
δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα
ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="65"><p> αἴτιον. <milestone unit="altref" n="16"/> ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης
γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασάμενον <lb n="20"/>
παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν
„ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων
<note xml:lang="mul" type="footnote"><lb/>2 βαραθρώδη coni. Mang. τοῦ acJdidi
<lb/>3 ὥστε] spatium in M
<lb/>4 ἑτέρων] ἀσθενεστέρων coni. Maug.
<lb/>6 τὸ scripsi: τὸν MGUFH1, om. H2 φυλακὴν M, φίλην G ὅλην Η: ἄλλην MGUF
<lb/>7 οἰκέτιν L τὰς ἄλλας Turn. : ταῖς ἄλλαις H2, ἄλλας ceteri
<lb/>9 ἔσται UH: ἔστι F, ἕξει G, ὡς M Λευὶ φυλὴ Η 
<lb/>10 μερὶς UH: μέρος MGF οὐδὲ F: οὔτε ceteri αὐτὸς UH: αὐτῶν MGF αὐτῷ conicio
<lb/>11 τοῦ om. G 11.
<lb/>12 διὰ τῶν χρησμῶν ᾄδεται U: ᾄδεται διὰ τῶν χρησμῶν τὸν χρησμὸν M) MGFH
<lb/>12 κληρονομία coni. Mang.
<lb/>13 κεκαθαρμένος H τὰ FH: om. MGU 13.
<lb/>14 γενέσθαι M
<lb/>14 ἀπογιγνώσκων G γνωρίζει] γινώσκει M ἀγέννητον UH
<lb/>15 τίνι] ὧ M 
<lb/>16 θεὸς <add>κλῆρος</add> conicio αὐτῶν M οὗτος MGUF: αὐτὸς U <lb n="17"/> MGH
<lb/>18 τὸ Η: τῶ MGUF πάντα M 18.
<lb/>19 ἄριστον αἴτιον H: ἀρίστω αἰτίω MGUF
<lb/>19 πάλαι MF φησι MGF εὐπρεπεστάτης conicio
<lb/>20 τῷ et κάλλει Turn.: τοῦ et κάλλους codd. ἐπιμανέντος F 
<lb/>21 παρασκευῆς U ἀποδιδόντα ’U τινας H: τινα ceteri συνήθως U 
<lb/>22 ἴδεται M ἕτεροι M γε om. F</note> <note xml:lang="lat" type="footnote"><lb/>19 cf. testimonia ad p. 87,
<lb/>14 allata.</note>  

<pb n="v.2.p.147"/>
οὐδὲν ἁπλῶς περιβεβλημένον, ὡς μηδὲ ὑποφυσηθέντα πλούτου μεγέθει,
ὃ μυρίοις συνέβη, δόξαι τῷ λόγῳ καταλαζονεύεσθαι τοῦ θεοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="66"><p>ὃ νομοθέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρίζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον
<lb n="5"/> οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="67"><p>μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα
μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ
βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει
<lb n="10"/> πελάγη προσεκτήσαντο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="68"><p>καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ
ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν
  <milestone unit="altpage2" n="p. 340 M."/> μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος
τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος,
<lb n="15"/> τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="17"/> τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν
ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω
<lb n="20"/> κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="70"><p>τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατεσχημένων·
ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ
πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’
ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="71"><p>οὐ γὰρ ἀπὸ γνησίου τοῦ <lb n="25"/> πάθους, ἀλλ’ ὑποβολιμαίου καὶ νόθου, πρὸς τὴν θεωρίαν τῶν πραγμάτων,
<note xml:lang="mul" type="footnote"><lb/>2 alterum ὃ] ὁ MH, ὅπερ ὁ coni. Cohn
<lb/>3 δεῖν H: δεῖ GUF, χρὴ M χρῆμα τῶν scripsi: χρημάτων codd. 3.
<lb/>4 γνωρίζοντας scripsi: πορίζοντας codd.
<lb/>4 ἀπογινώσκοντα M γεννητὰ UH τὸν] τὸ conicio ἀγέννητον GUH 
<lb/>5 τελειοτάτης UH
<lb/>6 μηκέτ’ οὑν coni. Cohn ἡγεμόνας M μεγαλαυχήτωσαν H
<lb/>8 γῆς om. M
<lb/>9 πλήθει Turn. : πλήθη codd. μεγέθει U: μεγέθη ceteri
<lb/>10 καὶ πελάγη M εἰ UH: ὁ MGF
<lb/>11 ὃ μηδὲ H: ὃ μηδὲν U, οἱ μηδὲν MG, ἧ μηδὲν F ἣν H: ἡ, tum spatium
<lb/>2 iitt. M, ἢ GUF μόνον M ἐξ ἀπάντων F
<lb/>12 ἐπεκράτης (sic) G
<lb/>15 βασιλικώτεροι GH: βασιλικώτερον MUF ἐκεῖνοι H: ἐκείνου MGUF
<lb/>16 φάσκοντος G1 ἀφορῶντες εἰς om. M εἰς om. F 16.
<lb/>17 τὴν <add>τῶν</add> ἐκτὸς coniclo
<lb/>17 ἄδειαν 
<lb/>18 πλουσίων G δέ γε M οὕτω Η 18.
<lb/>19 καὶ περιμάχητον om. G 19.
<lb/>20 ἀξιόχρεων G2
<lb/>20 αὐτοῖς G2 20.
<lb/>21 τὸ δὲ δόγμα et τοῦτ’ conicio 
<lb/>21 δεδογμένα M ἐπαμφοτεριζόντων Turn. : ἐπ’ ἀμφοτέρων codd. ταῦτ’ Turn.: ταυτὸν codd. ἀλλὰ] ἀλλὰ τῶν Η
<lb/>22 εὐσεβεία HL1
<lb/>23 οὔτ’ M: οὔθ’ Η, οὔτε GUF
<lb/>24 εἶναι om. Η</note>  

<pb n="v.2.p.148"/>
εἴποιμ’ ἂν αὐτοῖς, ἥκετε· ἐν ἴσῳ γὰρ ᾠήθητε τὰ ἀμπέλων ἢ ἐλαιῶν
ἢ τῶν ὁμοιοτρόπων κτήματα τῶν ἐχόντων καὶ σοφῶν τὸν θεὸν κλῆρον
λέγεσθαι, καὶ οὐκ ἐνενοήσατε ὅτι καὶ ζωγράφοις ζωγραφία καὶ συνόλως
τέχνη τῷ τεχνίτῃ λέγεται κλῆρος, οὐχ ὡς γήινον κτῆμα, ἀλλ’ ὡς ὀλύμπιον
 ἀγώνισμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="72"><p>δεσπόζεται γὰρ τῶν τοιούτων οὐδέν, ἀλλ’ ὠφελεῖ τοὺς <lb n="5"/>
ἔχοντας· ὥστε καὶ τὸ ὂν κλῆρον μὴ ὡς κτῆμα τούτοις ἐμφερὲς ἀκούετε
τοῖς λεχθεῖσιν, ὦ συκοφάνται, ἀλλ’ ὡς ὠφελιμώτατον καὶ μεγίστων
τοῖς θεραπεύειν ἀξιοῦσιν ἀγαθῶν αἴτιον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="73"><p><milestone unit="altref" n="18"/> Εἰρηκότες οὖν περὶ τοῦ πρώτου φυτουργοῦ καὶ φυτοῦ τὰ
ἁρμόζοντα μέτιμεν ἑξῆς ἐπὶ τὰς τῶν μαθημάτων ἅμα καὶ μιμημάτων <lb n="10"/>
ἐπιμελείας. εὐθέως τοίνυν ὁ σοφὸς Ἀβραὰμ λέγεται „φυτεῦσαι ἄρουραν
ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπικαλέσαι τὸ ὄνομα κυρίου θεὸς
αἰώνιος“ (Gen. 21, 33)· καὶ οὐ δεδήλωται τῶν φυτῶν ἡ ἰδιότης,
 ἀλλ’ αὐτὸ μόνον τοῦ χωρίου τὸ μέγεθος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="74"><p>φασὶ δὲ οἷς ἔθος ἐρευνᾶν
τὰ τοιαῦτα, πάντα θεοῦ ὅσα ἐν κτήμασιν ἠκριβῶσθαι διαφερόντως, <lb n="15"/>
καὶ τὸ δένδρον καὶ τὸ χωρίον καὶ τὸν τοῦ δένδρου καρπόν· τὸ
μὲν οὖν δένδρον αὐτὴν εἶναι τὴν ἄρουραν, ἀλλ’ οὐχ ὁμοίαν τοῖς βλαστάνουσιν
ἀπὸ γῆς, ἀλλὰ κατὰ τὴν τοῦ θεοφιλοῦς διάνοιαν ῥιζωθεῖσαν, τὸ δὲ χωρίον
τὸ φρέαρ τοῦ ὅρκου, τὸν δὲ καρπὸν τὴν τοῦ κυρίου ὀνόματος μετάληψιν εἰς θεὸν αἰώνιον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="75"><p>τὸν δὲ περὶ ἑκάστου τῶν προταθέντων εἰκότα <lb n="20"/>
λόγον ἀναγκαῖον προσαποδοῦναι· ἡ μὲν τοίνυν ἄρουρα μήκει πηχῶν
<milestone unit="altpage1" n="p. 341 M."/>  οὖσα ἑκατὸν καὶ πλάτει τῶν ἴσων κατὰ τὴν τοῦ τετραγώνου φύσιν πολυπλασιασθέντων
 εἰς μυρίων ἀριθμὸν ἐπιπέδων συντίθεται πηχῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="76"><p>ἔστι
δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ <lb n="25"/>
τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι
μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας
<note xml:lang="mul" type="footnote"><lb/>1 ἥκετε Η: ἱκέται MGUF ὠθῇ M
<lb/>2 κτήματα τῶν scripsi: κτημάτων MF, κτήματα GUH σοφὸν M
<lb/>3 ἐνοήσατε M
<lb/>4 τεχνητὴ M
<lb/>5 ὀφε M 
<lb/>6 κλῆρον μὴ Η: κληρονομεῖν M, κληρονομεῖ GUF τούτοις ἐμφερὲς Η2: τοῖς ἐμφερεστέροις ceteri ἀκούετε UH: ἀκούεται GF, ἀκούετο M
<lb/>7 μεγίστων Mang.: μέγιστον codd.
<lb/>8 ante ἀξιοῦσιν ras.
<lb/>2 litt. Η ἀγαθὸν U
<lb/>1 1 Ἁβραὰμ FH
<lb/>13 θεὸς αἰώνιος Mang.: θεοῦ αἰωνίου codd. ἰδιώτης M 
<lb/>15 θεοῦ ὅσα ἐν κτήμασιν corrupta
<lb/>18 ῥιζωθεῖσιν coni. Mang.
<lb/>19 κύριος conicio
<lb/>20 προταθέντων codd.: προτεθέντων v
<lb/>21 πὼς ἀποδοῦναι GF, ἀποδοῦναι M μήκει
<lb/>51 GF; μήκους UH
<lb/>22 πλάτει Mang.: πλάτους codd. 
<lb/>26 παρ’ ὃ GU</note>  

<pb n="v.2.p.149"/>
ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖδος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="77"><p>μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας
εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα
<lb n="5"/> φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="78"><p>τόπος <add>δ’</add> ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν
„οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ
εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33).
<lb n="10"/> τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="79"><p><milestone unit="altref" n="19"/> οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι
παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν
ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν
ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε
<lb n="15"/> τρέφεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg010.opp-grc1" subtype="section" n="80"><p>ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες
τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ
τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν
ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο.
<lb n="20"/> καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως
φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>